Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.418.1
Not analysed yet
προφέρει ἐν τῷ, φασὶ δή ποτε Λήδαν ὤϊον εὑρεῖν. καὶ ἀλλαχοῦ, ὠΐου πολὺ λευκότερον. καὶ οὕτω μὲν ἡ Σαπφώ. Ἐπίχαρμος δέ φασι καὶ αὐτὸς διὰ τοῦ ε λέγει ὤεον ὁμοίως τῷ Ἰβύκῳ, ἐν τῷ, ὤεα χανός. καὶ Σιμωνίδης ἐν τῷ, οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. Ἀθήναιος δὲ ὁ ταῦτα παραδοὺς καὶ ᾠάριον οἶδε διὰ τεσσάρων, ἤγουν τετρασυλλάβως. ὡς καὶ σταμνάριον τὸ σταμνίον, ἐξ οὗ καὶ Ζεὺς παρὰ τῷ κωμικῷ Στάμνιος, παίζοντι τὰ συνήθη, ἔνθα σταμνίου Διὸς υἱὸν λέγει τὸν Διόνυσον. καὶ ταῦτα μὲν τοιαῦτα. (Vers. 297.) ἡ δὲ Λήδα ἴσως ἂν ἀπὸ τοῦ λῄδιον γίνοιτο. ἔστι δὲ λῄδιον Ἀττικῶς, λειόν τι περιβόλαιον οἰκεῖον τοῖς τρυφῶσιν. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ἔστιν ἀπορῆσαι πῶς μὴ καὶ ἡ Λήδα προσγεγραμμένον ἔχει τὸ ι ἐν τῇ παραληγούσῃ κατὰ τὸ λῄδιον. ὃ διαλυθὲν ἐκ τοῦ λεῖον, εἶτα τρέψαν τὸ προπαραλῆγον ε εἰς η καὶ γενόμενον ὑποκοριστικῶς ἐν τετρασυλλαβίᾳ ληΐδιον, συνῃρέθη τῇ προσγραφῇ τοῦ ι εἰς λῄδιον. περὶ οὗ φησὶν Ἀθήναιος, ὅτι περιᾴδονται τὰ Κορίνθια λῄδια. τό δέ γε παρὰ Ἡροδότῳ λήδανον ἀπέοικε τῶν τοιούτων βάρβαρον ὂν, ὡς αὐτὸς ἐκεῖνος ἐπισημαίνεται. (Vers. 299.) Περὶ δὲ Διοσκούρων διείληπται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ νῦν ὅτι κατ' ἐξαίρετον αὐτοὶ ἔχουσι τὸ ὑφὲν λέγεσθαι συγκειμένως. ἄλλως μέντοι ἐν παραθέσει πολλοὶ ἐλέγοντο τοῦ Διὸς κοῦροι, καθότι καὶ Ἑλένη κούρη Διός. ἔτι δὲ καὶ Ἀφροδίτη. ἱστορία δὲ, ἡ λέγουσα ὅτι Ξενοφῶν ὁ γλυκὺς ἐκεῖνος Ἀττικὸς μέλισσα ἐπωνομάζετο, παραδίδωσι καὶ ὅτι οἱ ἐξ ἐκείνου καὶ Φιλησίας υἱοὶ Γρύλος καὶ Διώδωρος Διόσκουροι ἐπεκαλοῦντο. (Vers. 300.) Ἰστέον δὲ ὅτι Τυνδαρίδας εἰπών τις τοὺς Διοσκούρους ἀπορήσοι ἂν εἰκότως διὰ τί μὴ διὰ διφθόγγου ἡ παραλήγουσα γράφεται, ὡς ἀπὸ τοῦ Τυνδάρεως, ἵνα συναιροῖτο ὡς ἐκ τοῦ Τυνδαρεΐδης. καὶ ἔχει μὲν λόγον ἡ ἀπορία. κρατεῖ δὲ ἡ διὰ τοῦ ι γραφὴ ὡς ἀποβληθέντος τοῦ ε πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ. Ἐξαίρετα δὲ τοῖς Διοσκούροις τῷ μὲν τὸ ἱππόδαμον, τῷ δὲ τὸ πὺξ ἀγαθόν. Ἰστέον δὲ ὅτι τὸ, οὓς ζωοὺς κατέχει φυσίζοος αἶα, ῥηθείη ἂν καλῶς ἐπὶ τῶν καὶ μετὰ θάνατον τιμωμένων. ὁμοίως κατὰ παρῳδίαν καὶ τὸ οἳ καὶ νέρθεν γῆς τιμὴν ἔχοντες ζώουσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. (Vers. 302.) Τὸ δὲ ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι ἄλλοτε δ' αὖτε τεθνᾶσιν, οἰκεῖον ἐπὶ τῶν νῦν μὲν εὐτυχούντων, νῦν δὲ οὔ. Παρήχησιν δέ τινα ἔχει τὸ, (Vers. 300.) ζωοὺς κατέχει φυσίζοος αἶα. τίς δὲ ἡ φυσίζοος, ἡ Ἰλιὰς δηλοῖ. (Vers. 302.) Ἰστέον δὲ ὅτι τὸ ἄλλοτε μὲν ζώουσιν ἄλλοτε δ' αὖ τεθνᾶσιν ἐπιδιόρθωσίς ἐστι τοῦ, οὓς ἄμφω ζωοὺς κατέχει ἡ γῆ. ἐκεῖνο μὲν γὰρ ἁπλοϊκῶς ἐῤῥέθη. πῶς γάρ ἐστιν ἄμφω ζῆν ἁπλῶς τοὺς καὶ θνήσκοντας; τοῦτο δὲ διαρθροῖ τὸν μυθικὸν νοῦν, ὃς βούλεται καὶ ζῆν αὐτοὺς ἑτερημέρους, καὶ αὖ πάλιν θνήσκειν. (Vers. 303.) Τὸ δὲ λελόγχασι, δηλοῖ μὲν τὸ ἔλαχον, μᾶλλον δὲ ἐξαιρέτως ἔσχον, ἀπὸ τοῦ λέγω. ἐξ οὗ ὁ ἐπίλεκτος καὶ τὸ ἐπιλέγδην ἐπίῤῥημα. καὶ οἱ λογάδες οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ λίθοι. ἔστι δὲ χρόνου ἢ παρακειμένου καθ' ὁμοιότητα τοῦ κέκλοφα καὶ κέκοφα, ἵνα ᾖ λέλοχα καὶ πλεονασμῷ τοῦ ν δι' εὐφωνίαν λέλογχα, ἢ μέσος παρακείμενος λέλογα προσλαβὼν καὶ τὸ χ, ἢ καὶ ἀμφοτέρων μίγμα τοῦ τε λέλογα καὶ τοῦ λέλοχα. οὕτω δὲ μικτόν τι καὶ τὸ ἐνήνοχα καὶ τὰ ἐξ αὐτοῦ σύνθετα. τὸ μὲν γὰρ μικρὸν ο μέσου παρακειμένου ἴδιον, ἐνεργητικοῦ δὲ τὸ σύμφωνον τῆς παραληγούσης. καὶ οὕτω μὲν κοινότερον. Ἡρῳδιανὸς δὲ ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ η εἰς ο μικρὸν ὁμοίως τῷ πήθω πέποθα λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ν, ὡς καὶ ἐν τῷ κέχανδα, οἷον, οἶκον κεχανδότα πολλὰ καὶ ἐσθλά. Σημείωσαι δὲ ὅτι τὸ λελόγχασι συστέλλει τὴν παραλήγουσαν, παρὰ τὴν κοινὴν μὲν παρατήρησιν, ἣ μακροπαράληκτα οἶδε τὰ τῶν τοιούτων παρακειμένων τρίτα πρόσωπα, πλὴν ἄλλως, ἀναλόγως τῇ πρὸ αὐτοῦ ὅλῃ κλίσει τοῦ λέλογχα. εἰ δ' ἴσως εὑρεθείη που κατ' ἔκθλιψιν τῆς ληγούσης γραφόμενον, τιμὴν δὲ λελόγχασ' ἶσα θεοῖσι, τότε δὴ καὶ αὐτὸ ἐκτεταμένον ἔσται κατὰ τὸ τετύφασι καὶ πεποιήκασι καὶ τὰ ὅμοια. (Vers. 297.) Ἰστέον δὲ ὅτι τὸ Λήδη Λῆδα λέγεται κατὰ Ἡρῳδιανὸν Δωρικῶς. Δώρια δέ φησι καὶ ἡ Φιλομήλα καὶ ἡ Ἀνδρομέδα, τροπῇ τοῦ η εἰς α πεποιημένα. καὶ λέγει ἐκεῖνος καί τινα αἰτίαν εἰς τοῦτο, προπερισπῶν τὸ Λῆδα κατὰ τὸ Μοῦσα. ἴσως δὲ Δώριον καὶ ἡ τόλμα, ὃ ἀναλογώτερον τοῦ τόλμη φησὶν Ἡρῳδιανός. (Vers. 307.) Ὅτι Ἰφιμεδείας καὶ Ἀλωέως υἱοὶ Ὦτός τ' ἀντίθεος, τηλεκλειτός τ' Ἐφιάλτης. οὓς δὴ μηκίστους θρέψαι ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι, οἳ καὶ ἀθανάτοισιν ἀπειλείτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.