Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.420.1
Not analysed yet
ἐλέγοντο. προσφυέστερον δ' ἂν ὦτοι καλοῖντο οἱ ἐκ μόνης ἀκοῆς ἀπεριέργως καὶ ἀνεξετάστως ἀπάτην πάσχοντες. (Vers. 308.) Τὸ δὲ θρέψε ζείδωρος ἄρουρα πρὸς διαστολὴν ἴσως κεῖται τοῦ Τιτυοῦ, ὃν οὐ μόνον ἔθρεψεν, ἀλλὰ καὶ ἔτεκεν ἡ γῆ. καὶ ὅμως ἔστι καὶ τούτους γαιηΐους λέγειν οὐ μόνον διὰ τὸ ὑπὸ γῆς θρεφθῆναι, ἀλλὰ καὶ διὰ τὸ μήκιστον. ἐπεὶ καὶ δοκοῦσιν οἱ μεγαλοσώματοι γῆς εἶναι. διὸ καὶ βουγάϊος τῇ γῇ παρωνόμασται, ὡς καὶ οἱ Γίγαντες. ἄλλως δὲ εἰκὸς καὶ τούτους Ποσειδῶνος ὄντας μηκίστους εἶναι κατὰ τὸν Πολύφημον καὶ τὸν Ἱλάωνα τοὺς προῤῥηθέντας. (Vers. 310.) Ἐν δὲ τῷ ἐννεαπήχεες εὖρος, μῆκος δὲ ἐνεόργυιοι, ἐπαινοῦσιν οἱ παλαιοὶ τὸ δαιμόνιον τῆς ἐν συμμετρίᾳ σωματικῆς ἀκριβείας. ἀνάλογον γάρ φασι σῶμα, οὗ τὸ πλάτος τρίτον τοῦ μήκους, ὡς καὶ ἐνταῦθα ἑκάστης ὀργυίας ἀνὰ τριῶν πήχεων οὔσης τὸ ἐννεάπηχυ εὖρος τρίτον ἐστὶ τοῦ ἐννεαοργυίου μήκους. (Vers. 312.) Τὸ δὲ ἀπειλήτην ἢ καύχημα ἢ σφοδρότητα λόγου δηλοῖ. διττὴ δὲ ἡ γραφὴ τῆς παραληγούσης τοῦ ἀπειλείτην. διὰ διφθόγγου μὲν, ὡς ἀπὸ παρατατικοῦ τοῦ ἠπείλεον, διὰ τοῦ η δὲ, ὡς ἀπὸ τοῦ ἠπειλησάτην κατὰ συγκοπήν. (Vers. 313.) Ὅρα δὲ καὶ τὸ φύλοπις ὡς μάχης ἐστὶν ἐπίθετον, καθὰ δηλοῖ τὸ, φυλόπιδα στήσειν πολέμοιο, ὥστε ὅτε ἡ φύλοπις μόνη που κεῖται, λείπει ἐκεῖ τὸ, πολέμου, ἢ τοιοῦτόν τι. Τὸ δὲ στήσειν ὅμοιον τῷ ἤγειρε μάχην, κειμένην ὡσανεὶ τὰ πρὸ τούτου καὶ ἡσυχάζουσαν. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον, συστήσασθαι φασὶ πόλεμον, καὶ πολεμικὴν ἐπισύστασιν, καὶ στάσιν δὲ μάχιμον, καὶ ὅσα τοιαῦτα. (Vers. 315.) Ὄσσα δὲ καὶ Πήλιον, ὄρη Θετταλικὰ ἐγγίζοντα τῷ Ὀλύμπῳ, ὄρει Μακεδονικῷ. εἰσὶ δὲ καὶ ἐν Πελοποννήσῳ ὁμώνυμα ὄρη, καθὰ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. Εἰνοσίφυλλον δὲ, τί ἐστι καὶ πῶς παράγεται, προδεδήλωται. (Vers. 318.) τὸν δὲ καιρὸν τῆς ἥβης ὑποδηλῶν ὁ ποιητὴς ἔφη τὸ, πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι, τότε γάρ τις καὶ ἡβᾷ ὅτε ἀπὸ κροτάφου ἡ τρίχωσις ἀρξαμένη ἐπισχερὼ ἐς γένυν ἕρπει κατὰ τὸν εἰπόντα. Περὶ δὲ κροτάφων ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ἴουλοι δέ, φασιν, αἱ κατὰ τῶν γεννείων πρῶται τρίχες, λεγόμενοι οὕτως, ἐπεί περ οἱ τούτους ἔχοντες ἵενται ἤδη ἐπὶ τὸ ὅλον, ἤγουν τὸ τέλειον ὡς ἐξανδρούμενοι. ἀπὸ δὲ τούτων καθ' ὁμοιότητα ἔοικε λέγεσθαι πολύπουν ζωύφιον ὁ ἴουλος. (Vers. 319.) τοὺς δὲ ἀνθοῦντας τούτους ἰούλους καὶ λάχνην εὐανθέα καλεῖ φιλοτιμούμενος τῷ διαφόρῳ τῆς φράσεως. καὶ ἔστι ταυτὸν, κροτάφοις ἰούλους ἀνθεῖν, καὶ γένυν πεπυκάσθαι ὅ ἐστιν ἐσκεπάσθαι εὐανθέϊ λάχνῃ. (Vers. 320.) ὃ πρὸς διαστολὴν εἴρηται λάχνης ἑτεροίας, ὁποία καὶ ἡ παρὰ τῷ Θερσίτῃ ψεδνή. Ὅτι Φαίδρα Μίνωος ἦν θυγάτηρ, γυνὴ Θησέως, ἣ ἐρῶσα τοῦ σώφρονος Ἱππολύτου καὶ ἐκπεσοῦσα οὗ ἤθελεν αὐτή τε ἀπήγξατο καὶ ἐκεῖνον διαβαλοῦσα τῷ ὑπὸ κόλπου γράμματι, φθαρῆναι καταραθέντα πρὸς τοῦ πατρὸς πεποίηκε, καθὰ καὶ Εὐριπίδης ἱστορεῖ. Ὅτι Κέφαλος ὁ Δηϊονέως, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ ἐγράφη, γήμας Πρόκριν τὴν Ἐρεχθέως καὶ θέλων ἀποπειράσασθαι εἰ σωφρονοίη, ἀπεδήμησεν ἐξ αὐτοῦ τοῦ νυμφῶνος. μετὰ δὲ χρόνον συσκιάσας ἑαυτὸν ἑτεροίῳ σχήματι ἔρχεται εἰς τὴν οἰκίαν, καὶ κόσμον χρυσοῦν εἰς πειθὼ προβαλόμενος πείθει τὴν Πρόκριν μιγῆναι αὐτῷ. καὶ πεισθείσης ἐκφαίνει ὁ Κέφαλος ἑαυτὸν, καὶ αἰτιᾶται μὲν ἐκείνην ὡς μὴ ἑαυτῆς ἐγκρατῆ, ὅμως δὲ καταλλάττεται. τὸ δ' ἐντεῦθεν ἐξιόντα τὸν ἄνδρα συχνάκις ἐπὶ θήραν ὑποπτεύει ἐκείνη καὶ καλέσασα τὸν συνεπακτῆρα ἐρωτᾷ τί ποιεῖ ὁ Κέφαλος συχνάκις ἀποδημῶν. ὁ δὲ ἔφη ὡς ἐπί τινος κορυφῆς ὄρους ἐκεῖνος ἱστάμενος βοᾷ ὦ νεφέλη, παραγενοῦ, καὶ ἡ Πρόκρις ὑπονοήσασα τὸ τῆς νεφέλης ὄνομα μή ποτε λανθάνῃ κύριον ὂν ἀπελθοῦσα ἐκεῖ κρύπτεται. καὶ τοῦ Κεφάλου ἀναβοωμένου τὸ σύνηθες ἔξεισιν αὐτὴ καὶ τρέχει εἰς αὐτόν. ὁ δὲ τῷ ἀδοκήτῳ διαταραχθεὶς βάλλει αὐτὴν τῷ μετὰ χείρας ἀκοντίῳ καὶ κτείνει. Ἰστέον δὲ ὅτι τε περιᾴδεται ἐπ' ἀνδρίᾳ καὶ ἡ Πρόκρις αὕτη καθὰ καί τις Ἀργαθώνη καὶ ἑτέρα Ῥοδογοὺ, ἢ καὶ ἄλλη Ἀταλάντη, καὶ ὅτι παροιμία ἐξ αὐτῆς φέρεται τὸ, Πρόκριδος ἄκοντα, ἐπὶ τῶν εὐστόχως ἀκοντιζόντων καὶ μὴ ἀποτυγχανόντων. καὶ ὅτι ἀπὸ τοῦ προκεκρίσθαι ἡ τοιαύτη Πρόκρις ἐτυμολογεῖσθαι δοκεῖ. εὕρηται δὲ καὶ Πρόκνις διὰ τοῦ ν ἐν ῥητορικῷ λεξικῷ θηλυκὸν ὄνομα. αὐτὸ δὲ γένος ἰσχάδων δηλοῖ. (Vers. 320.) Ὅτι Ἀνδρόγεων τὸν Μίνωος υἱὸν ἀπερχόμενον Κρήτηθεν Ἀθήναζε κατὰ καιροὺς ἀγώνων καὶ νικῶντα τὸ πένταθλον ἀνεῖλον Ἀθηναῖοι φθόνῳ. κακωθέντες δὲ κοινῇ ἐκ θεομηνίας διὰ τὸ τοῦ φόνου ἄδικον ἠναγκάσθησαν χρησμῷ στέλλειν εἰς Κρήτην ὅσα ἔτη ἑπτὰ ἠϊθέους καὶ παρθένους ἑπτὰ τοὺς κλήρῳ λαχόντας, βορὰν Μινωταύρῳ ἐσομένους. ὃν Πασιφάη μὲν ἔτεκε ταύρῳ μιγεῖσα τέχναις Δαιδάλου,