# Commentarii ad Homeri Odysseam 1.421.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.421.1

λαβύρινθος δὲ σπήλαιον ἐκεῖνο ὑπόγεων Κρητικὸν πολυέλικτον εἶχεν ἐνδιαιτώμενον. χρόνῳ δέ ποτε Θησεὺς ἀνδρωθεὶς ἐπιῤῥίπτει ἑκὼν ἑαυτὸν τῷ τοῦ Μινωταύρου δασμῷ ἐπὶ καλῷ τῆς πατρίδος. ὡς οὖν συνέπλευσεν εἰς Κρήτην, ἔτυχέ πως ἔρωτα παθεῖν τὴν καλὴν Ἀριάδνην κούρην Μίνωος ὀλοόφρονος. καὶ τοίνυν αὐτὴ τρόπον ὑποτίθεται τῷ Θησεῖ δι' οὗ καὶ τοῦ θηρίου περιγενήσεται καὶ τὸν τοῖς ἄλλοις ἀδιεξόδευτον λαβύρινθον διεκφεύξεται. καὶ ὑποθεμένου Δαιδάλου δίδωσι τῷ ἐρωμένῳ ἀγαθίδα μίτου τὴν καὶ ἐν Ἰλιάδι λεχθεῖσαν, ἐφ' ᾧ εἰσελθόντα τὸ σπήλαιον ἐκδῆσαι τοῦ τῆς θύρας ζυγοῦ. καὶ ἀνελίσσοντα ἰέναι μέχρι καὶ εἰς τὸν τοῦ λαβυρίνθου μυχόν. καὶ εἰ περιέσται τοῦ κακοῦ, ὀπίσω ἐπανελίσσοντα ἐξελθεῖν. ὡς δὲ ἐπράχθη πάντα κατὰ νοῦν τῷ Θησεῖ, λαβὼν τὴν Ἀριάδνην καὶ τοὺς σὺν αὐτῷ Ἀττικοὺς ἠϊθέους καὶ τὰς παρθένους, ἀποπλεῖ μέσης νυκτός. καὶ προσορμισθεὶς τῇ Δίᾳ, νῆσος δὲ αὕτη πρὸ τῆς Κρήτης ἱερὰ Διονύσου (Vers. 324.) ἣ καὶ Νάξος ἐκλήθη, ὁμιλεῖ τῇ Ἀριάδνῃ. ἐπιστᾶσα δὲ Ἀθηνᾶ κελεύει, αὐτὴν ἐάσαντα πλεῖν εἰς Ἀθήνας. ὁ δὲ ἀναστὰς ποιεῖ οὕτω. Διόνυσος δὲ καταμαρτυρήσας τῆς γυναικὸς ἀσέβειαν ἐπεὶ ἐν τῷ αὐτῆς ἱερῷ ἐγνώσθη τῷ Θησεῖ, ἐποίησεν ἀναιρεθῆναι αὐτήν. ἔοικε δὲ ἡ γυνὴ αἰφνιδίῳ θανάτῳ ἀπαχθῆναι τοῦ ζῆν. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ καλὸς Θησεὺς περιεῖδε τὴν εὐεργέτιν. καὶ δηλοῖ τὸ τοῦ θανάτου ἀνεπαίσθητον ἡ ἐπιστατοῦσα τοῖς τοιούτοις Ἄρτεμις. φησὶ γὰρ ὁ ποιητὴς συντομώτατα ἱστορῶν οὕτως· ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μὲν οὐδ' ἀπόνητο. (Vers. 323.) πάρος δέ μιν Ἄρτεμις ἔκτα, ἢ ἔσχε, τουτέστιν ἐπέσχε θανάτῳ, τοῦ ἀπεπλεῦσαι, Δίῃ ἐν ἀμφιρύτῃ, Διονύσου μαρτυρίῃσιν, ἤγουν καταμαρτυρίαις κατηγορίαις. (Vers. 324.) οἱ μέντοι νεώτεροι φασὶ τὸν Διόνυσον ἐπιστάντα μετὰ τὸν Θησέως ἀπόπλουν δοῦναι αὐτῇ στέφανον χρυσοῦν, καὶ μιγέντα παραμυθήσασθαι. τὴν δὲ Ἄρτεμιν ἀνελεῖν αὐτὴν ὡς προδοῦσαν τὴν παρθενίαν. ὕστερον δὲ ἐν τοῖς ἄστροις τεθῆναι αὐτήν τε καὶ τὸν ῥηθέντα στέφανον καὶ τὸν αὐτῇ ἀκολουθοῦντα κύνα. (Vers. 321.) Ἰστέον δὲ ὅτι λαβύρινθος οὐ μόνον περὶ Κρήτην, ἀλλὰ καὶ ἐν ἑτέροις τόποις, καθὰ καὶ περὶ Ναυπλίαν οἱ τῶν ἐκεῖσε Κυκλώπων τῶν καὶ ἐγχειρογαστόρων οἰκοδομητοὶ καὶ αὐτοί. περὶ ὧν ἐδηλώθη καὶ ἀλλαχοῦ. Δῆλον δὲ ὅτι καὶ ὁ λαβύρινθος εἶδός τι κοιλίας ὑπογαίου ἢ καὶ ὑπονόμου. ἡ μέντοι γοργύρα ἢ καὶ Ἰωνικῶς γοργύρη ἄλλο τι παντελῶς παρὰ ταῦτα, ὑπόνομος μὲν καὶ αὐτὴ οὖσα, βορβορώδης δέ γε. Ὁ δὲ Μίνως ἐκτείνει τὴν ἄρχουσαν. ὀλοόφρων δὲ ὁ τοιοῦτος. τοῖς κακούργοις δηλαδή. ἐξεκάθῃρε γὰρ λῃστῶν τὴν θάλασσαν, οἳ καὶ φεύγοντες τοῦτον ἐκάλουν κρησφύγετα τὰς καταγωγὰς τῆς ἐκ τοῦ τοιούτου κρητὸς φυγῆς αὐτῶν. Τὸ δὲ πρὸς τοὺς κακοὺς ἀδυσώπητον αὐτοῦ δηλοῖ καὶ ἡ τοῦ Νίσου Σκύλλα. ἣν προδοῦσαν αὐτῷ τὸν πατέρα ἐκεῖνος ἀνεῖλεν, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. (Vers. 322.) Ὅρα δὲ καὶ ὅτι εἰ καὶ κραναὴ κατὰ τὴν ἱστορίαν ἡ Ἀττικὴ, ἀλλ' ὁ ποιητὴς γουνὸν Ἀθηνάων λέγει, σεμνύνων αὐτὴν ὡς γόνιμον, ἀφ' ἧς αἱ τῶν καρπῶν πανταχοῦ διαδόσεις, ὡς δηλοῖ τὰ κατὰ Κελεὸν καὶ Τριπτόλεμον. Καλεῖ δὲ καὶ ἱερὰς τὰς Ἀθήνας διὰ τὰς ἐκεῖ πολλὰς τελετάς. (Vers. 323.) Τὸ δὲ οὐδ' ἀπόνητο, σύνηθες τοῖς παλαιοῖς, καθὰ καὶ τὸ ὀνήμενος. τὸ γὰρ ἀπώνατο καὶ ἀπονάμενος οἱ μεθ' Ὅμηρον λέγουσιν. (Vers. 324.) Ἡ δὲ ῥηθεῖσα νῆσος Δῖα ἱερὰ Διονύσου γενέσθαι λέγεται. περὶ δὲ τοῦ ῥηθέντος Δαιδάλου καὶ ὡς ἄριστος ἦν ἀνδριαντοποιὸς, ἔτι δὲ καὶ περὶ Μινωταύρου δεδήλωται καὶ ἀλλαχοῦ. (Vers. 325.) Ὅτι Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ βασιλέων Ἄργους, καλὴ τὸ εἶδος, παρθενίαν ἑλομένη, συνῆν Ἀρτέμιδι, ἐπεὶ δὲ συνῆλθε Διῒ, ἐξ ὧν Λοκρὸς ὁ τὰς Θήβας συνοικίσας Ζήθῳ καὶ Ἀμφίονι, τοξεύεται ὑπ' Ἀρτέμιδος. ἕτεροι δὲ παρθένον φασὶ τὴν Μαῖραν ἀποθανεῖν. Ὅτι Κλυμένη θυγάτηρ Ἴφιος ἢ Μινύου, ὑπὸ Φυλάκῳ τῷ Δηϊονέως Ἴφικλον τίκτει παῖδα ποδώκη τὸν οὐ πρὸ πολλῶν γραφέντα. ὃν φασὶ διὰ τὴν τῶν ποδῶν ἀρετὴν καὶ ἀνέμοις ἁμιλλᾶσθαι, καὶ ἐπ' ἄκρων ἀνθερίκων θέειν καὶ μὴ κατακλᾶν αὐτούς. Ἡσίοδος δέ φησι προμιγῆναι αὐτὴν Ἡλίῳ καὶ τεκεῖν Φαέθοντα. Ὅτι μάντις ἄριστος καὶ Ἀμφιάραος υἱὸς Ὀϊκλέος, ὃς γήμας Ἐριφύλην γυναῖκα οὐ μόνον καλὴν, ἀλλὰ καὶ ὡς εἰκὸς συνετὴν, θυγατέρα Ταλαοῦ ἀδελφοῦ Ἀδράστου, καὶ διενεχθείς ποτε πρὸς Ἄδραστον, εἶτα διαλυθεὶς, συνέθετο, ὑπὲρ ὧν ἂν εἰς τὸ μέλλον διαφέρωνται αὐτοὶ, κρίνειν αἱρετῶς τὴν Ἐριφύλην αὐτοῖς. καὶ αὐτοὺς στοιχεῖν τοῖς κριθεῖσι. τῆς οὖν ἐπὶ Θήβας στρατείας προκειμένης, Ἀμφιάραος μὲν ἐκώλυεν εἰδὼς τὸ ἐσόμενον, Ἄδραστος δὲ ἤθελε μάχην. Ἐριφύλη δὲ δώροις προληφθεῖσα, τάδε ἦν ὅρμος χρύσεος, δοθεὶς αὐτῇ παρὰ Πολυνείκους ἢ Ἀδράστου, καὶ αἱρεθεῖσα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
