# Commentarii ad Homeri Odysseam 1.424.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.424.1

πολλὰ λέγειν ἐτύμοις ὁμοῖα, ὥστε δοκεῖν τὸν ποιητὴν καθηγήσασθαι καὶ τοῦ κατὰ τὸν μῦθον ὁρισμοῦ τοῖς ὕστερον κατὰ τὸ εἰδέναι πλάττειν πιθανῶς τὰ ψεύδη, ὡς εἶναι αὐτὰ ἐτύμοις ὁμοῖα, ὅ πέρ ἐστι καὶ μύθου ἔργον, ὃς λόγος ἔστι ψευδὴς ἀληθείας ἔχων ἔμφασιν. οὕτω καὶ ποιητὴς ἕτερος τὴν γνώμην πρὸ τῶν ὑστέρων ῥητόρων ὁρίζεται ἐν τῷ, εἶπε πρός με βαιὰ ἀεὶ δ' ὑμνούμενα. ὃ προθεωρήσας ἐκεῖνος ἐπάγει γνωμικὸν τὸ, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. εἰ γάρ ἐστι γνώμη παραίνεσις κεφαλαιώδης καθολικὴ, δῆλον ὡς καὶ ἐκεῖνος οὕτω πως τὴν γνώμην ὁρίζεται. τὸ γὰρ καλὸν ἡ σιγὴ ταῖς γυναιξὶ, βαιός ἐστι παραινετικὸς λόγος, ἤτοι κεφαλαιώδης καὶ σύντομος. ὁ δ' αὐτὸς καὶ καθολικὸς διὰ τὸ ἀεὶ ὑμνεῖσθαι. αἰώνια γάρ πως τὰ ἀληθῆ γνωμολογήματα. Ἰστέον δὲ ὅτι εἰ καὶ μὴ νῦν ἴσως δοκεῖ λέγειν ὁ Ὀδυσσεὺς ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, ἀλλ' ὅτε εἰς Ἰθάκην παραγένηται, πολλὰ τοιαῦτα λαλεῖ. ὅθεν καὶ τὰ πολλὰ τῆς ποιήσεως ὕποπτα τίθησι. (Vers. 366.) Τὸ δὲ μορφὴ ἐπέων καὶ φρένες ἐσθλαὶ δηλοῖ δύνασθαι μὲν τὸν Ὀδυσσέα μορφάζειν τὰ ψευδῆ καὶ οὕτως εἰκονίζειν ἀλήθειαν, μὴ ἂν δὲ ποιεῖν τοῦτο εἰκῇ καὶ ἁπλῶς διὰ τὰς ἐσθλὰς φρένας, κατὰ τὸ ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. Τὸ δὲ ἔπι μὲν μορφὴ ἐπέων γράφεται καὶ ἔνι μὲν μορφὴ ἐπέων ὅ ἐστι κάλλος ἢ πιθανότης. (Vers. 368.) Τὸ δὲ πάντων Ἀργείων ἢ παρέλκον ἔχει τὸ πάντων ἢ ἁπλοϊκῶς αὐτὸ λέγει ὁ βασιλεὺς, ὡς καὶ ἐν τῷ, ἀέθλων πειρηθῶμεν πάντων. οὔτε γὰρ ἐκεῖ πάντων ἀέθλων πεῖρα γίνεται, οὔτε ἐνταῦθα πάντων Ἀργείων νόστος κατελέχθη. (Vers. 367.) Σημείωσαι δὲ ὅτι ἁπλοϊκώτερον ὁ βασιλεὺς ἔφη τὸν Ὀδυσσέα ἐπιστημόνως εἰπεῖν ἃ κατέλεξεν. εἰ γὰρ κατὰ τὸν μῦθον ἐκτετόπισται, οὐκ οἶδεν ἄρα. μὴ εἰδὼς δὲ, οὐκ εὖ κρίνει τὸν Ὀδυσσέα λαλεῖν. εἰ δὲ πρὸς ἀκρίβειαν λαλεῖ καὶ εἰδὼς λέγει ὃ λέγει, οὐκ ἄρα που οἰκεῖ ἔκτοπος. (Vers. 372.) Ὅτι ἐθέλων ὁ ποιητὴς δηλῶσαι τὴν ὥραν ὅτε τὰ νῦν ποιούμενα γίνεται, καὶ ὅτι φθινόπωρον ἦν ἢ καὶ περαιτέρω τοιαύτης ὥρας, φησί· νὺξ ἥδε μάλα μακρὴ ἀθέσφατος. Ἀλκίνοος δὲ τοῦτο φησὶ λέγων καὶ ὅτι οὐδέπω ὥρη εὕδειν ἐν μεγάρῳ καθὰ καὶ πρὸ ὀλίγων ἐγράφη. (Vers. 373.) εἶτα ἐνδεικνύμενος, ὅπως χαίρει τοῦ σοφοῦ Ὀδυσσέως ἀκούων, ἐπάγει· σὺ δέ μοι λέγε θέσκελα ἔργα. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην ὅτε μοι σὺ τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι, ἤτοι τὰ τῶν σῶν ἑτάρων. κοινὰ γὰρ τὰ τῶν φίλων. οὐ γὰρ τὰ ἑαυτοῦ νῦν ἐρεῖ Ὀδυσσεὺς, ἀλλ' ὡς ὁ βασιλεὺς ἀπῄτησε τὰ τῶν ἀντιθέων ἑτάρων, οἳ ἅμα αὐτῷ εἰς Ἴλιον ἑπόμενοι ἔθανον. διὸ καὶ Ὀδυσσεὺς οὕτως ἑρμηνεύων ἐρεῖ· (Vers. 378.) Ἀλκίνοε, ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου, τουτέστιν, ἡ παροῦσα νὺξ ἐξαρκεῖ καὶ εἰς τὸ πολλὰ εἰπεῖν καὶ εἰς τὸ ἱκανῶς ὑπνῶσαι. μάλιστα δὲ γνωμικώτερον, ἔστι μὲν καιρὸς καὶ τοῦ λαλεῖν πολλὰ, οἷον ὁ ἐν ἡμέρᾳ, ἔστι δὲ καιρὸς καὶ τοῦ ὑπνοῦν, ὡς ἄρτι ὁ τῆς νυκτός. (Vers. 379.) εἰ δὲ ἀκουέμεναί γε λιλαίεαι, ὅ ἐστιν εἰ δὲ ἀκούειν ἐπιθυμεῖς, οὐκ ἂν ἔπειτα τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν (Vers. 381.) κήδεα ἐμῶν ἑτάρων, ὥστε τὰ τῶν φίλων ἄρτι λαλήσει ὁ Ὀδυσσεὺς, Ἀγαμέμνονος, Ἀχιλλέως, καί τινων ἑτέρων, πρός γε τὸ παρὸν, ὡς ἐζήτησεν ὁ βασιλεύς. προϊὼν δὲ καὶ ἀλλοῖά τινα εὐμεθόδως ἐκθήσεται καταποικίλλων οὕτω τοὺς λόγους. εἶτα ἑρμηνεύων ποίων ἑτάρων κήδεα ἐρεῖ, φησίν· οἳ δὴ μετόπισθεν ὄλοντο, τουτέστιν ὕστερον, ὡς δηλοῖ καὶ τὸ, οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτὴν, ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός. (Vers. 372.) Ἰστέον δὲ ὅτι τε τὸ μάλα καὶ τὸ ἀθέσφατος εἰς διασάφησιν κεῖνται τοῦ τῆς νυκτὸς μήκους, καὶ ὅτι καθὰ νῦν ὁ βασιλεὺς καὶ ἐς ἠῶ ἀνασχέσθαι λέγει τοῦ Ὀδυσσέως μυθουμένου, οὕτω που καὶ ἐν τοῖς ἑξῆς ἡ Πηνελόπη ἐρεῖ· ὡς εἴ μοι ἐθέλεις ξεῖνε παρήμενος ἐν μεγάροις τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. Ἔτι ἰστέον ὅτι τε Ὁμηρικῷ ζήλῳ λέγει τις παρὰ Ἀθηναίῳ τὸ ὥρη δ' ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι, ᾧ σύγκειται καὶ τὸ ἡνίκ' ἐχρῆν δύνειν, τότ' ἄρχεσθαι ἡδύνεσθαι, ῥηθὲν ἐπὶ γηραιῷ τρυφητῇ. (Vers. 380.) καὶ ὅτι Ὁμήρου εἰπόντος οἰκτρὰ κήδεα, ἐντεῦθεν ἐπορίσατο Φιλόξενος νοῦν ἀστεῖον ὅτε τοῦ τυράννου Διονυσίου τραγῳδίαν οἰκείαν ἀναγινώσκοντος ὑπὸ ἀκροατῇ Φιλοξένῳ μετὰ τὸ ἐπανακληθῆναι τῶν λατομιῶν καὶ ἐρωτήσαντος τὸν Φιλόξενον τί δή ποτέ οἱ δοκεῖ περὶ αὐτῆς καὶ ὁποῖά τις ἂν εἴη, ψέγειν μὲν οὐκ ἔχων τὴν τοῦ τυράννου γραφὴν, ἐπαινεῖν δὲ μὴ ἐθέλων οἰκτρὰ εἶπε. καὶ οὕτω τὸν Διονύσιον ἐσοφίσατο, νοήσαντα ὡς οἰκτηρὰ ἡ τραγῳδία ἐστὶν, ὅ πέρ ἐστιν ἀρετὴ λόγου τραγῳδικοῦ. τὸ δ' ἦν ἄλλως ὑπὸ Φιλοξένου λεχθὲν, ὅτι μοχθηρὰ καὶ οἴκτου ἀξία ἦν ᾧ λόγῳ καὶ οἰκτρὸν ἀνδράποδον λέγομεν. (Vers. 382.) Στονόεσσα δὲ ἀϋτὴ, ἡ μάχη πρὸς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
