# Commentarii ad Homeri Odysseam 1.425.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.425.1

διαστολὴν ἑτέρας τινὸς μὴ τοιαύτης. (Vers. 383.) Κακῆς δὲ ἰότητα γυναικὸς λέγει ἢ τὴν τῆς ἀρχεκάκου Ἑλένης, δι' ἣν τὰ μεγάλα κακὰ, ἧς ἀπώλοντο εἵνεκα πολλοὶ, ἢ τὴν τῆς Κλυταιμνήστρας ὅσον ἐπὶ τῷ ἀνδρὶ καὶ τοῖς κατ' αὐτόν. ἣν καὶ ἔξοχα λυγρὰ εἰδέναι μετ' ὀλίγα ἐρεῖ Ὀδυσσεὺς, καὶ δόλον ἀρτύσαι τῷ ἀνδρὶ τηλόθ' ἐόντι. ἑρμηνεύων γοῦν μετ' ὀλίγα τὴν γυναικείαν ταύτην ἰότητα ἐρεῖ τὸν τοῦ Ἀτρέως γόον μισηθῆναι ὑπὸ Διὸς γυναικείας διὰ βουλὰς ἐξ ἀρχῆς. Ἑλένης μὲν γὰρ ἀπωλόμεθα εἵνεκα πολλοὶ, τῷ δὲ Ἀγαμέμνονι δόλον ἤρτυεν ἡ γυνὴ τηλόθ' ἐόντι. τινὲς δὲ κακὴν γυναῖκα νῦν τὴν Κασάνδραν φασί. τοῦτο μέντοι οὐ καλῶς. οὐδὲν γὰρ ἡ Κασάνδρα τῷ τῶν Ἀχαιῶν ὀλέθρῳ συνήνεγκεν, ἀλλὰ τοῦ παντὸς κακοῦ αἴτιος ὁ φθείρας αὐτὴν Λοκρός. εἰ δέ γε τὸ, κακῆς ἰότητι γυναικὸς νοηθείη ἀντὶ τοῦ τῆς κακοθείσης Κασάνδρας κατὰ τοὺς παλαιοὺς, ἔχοι ἂν καὶ τοῦτο λόγον. ἡ γὰρ κατὰ τῆς γυναικὸς βουλὴ τοῦ Λοκροῦ πολλοὺς ἐν νόστῳ ἀπώλεσε. διὸ κακὴ λέγοιτ' ἂν καὶ αὐτὴ θυμικώτερον διὰ τὸ ἕνεκα αὐτῆς φαῦλον ἀποτέλεσμα. εἰκὸς δὲ καὶ ἄλλως αὐτὴν κακὴν λέγεσθαι πρὸς τοῦ Ὀδυσσέως, οἷα μισουμένην διὰ τὸ ὑπὲρ Τροίας καὶ τοῦ κατὰ δουρείου ἵππου ταύτης μάντευμα. (Vers. 385.) Ὅτι ἁγνὴν Περσεφόνην λέγει, ὡς ἁγνισμοῦ δεομένων τῶν θνησκόντων κατὰ τὸ, πυρὶ καθήγνισται δέμας. Σοφοκλῆς δὲ ἄλλως λαβὼν ἐντεῦθεν δυσκάθαρτον Ἅιδου λιμένα φησί. τινὰ δὲ τῶν ἀντιγράφων αἰνὴ Περσεφόνη γράφουσιν. (Vers. 390.) Ὅτι θρηνῶδες τὸ, κλαῖε δ' ὅγε λιγέως θαλερὸν κατὰ δάκρυον εἴβων, (Vers. 391.) πιτνὰς, ὅ ἐστι προσπίπτων, εἰς ἐμὲ χεῖρας ὀρέξασθαι μενεαίνων. λέγει δὲ ὀρέξασθαι καὶ νῦν τὸ ἐκτεῖναι. (Vers. 392.) Ὅτι τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς ἔμπεδος οὐδέτι κίκυς οἵηπερ πάρος ἔσκεν ἐνὶ γαμπτοῖσι μέλεσσιν, ἐῤῥέθη μὲν περὶ Ἀγαμέμνονος, ἁρμόσει δέ ποτε ῥηθῆναι καὶ περί τινος ἰσχανθέντος ἢ νόσῳ ἢ γήρᾳ. λέγει δὲ ἶνα μὲν τὴν ἐκ τῶν νεύρων ἰσχὺν, ὡς καὶ προεδηλώθη, ἢ καὶ νεῦρά τινα, κίκυν δὲ τὴν τοῦ κίειν ὅ ἐστι πορευέσθαι δύναμιν. ἔστι δὲ τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς, ἀκόλουθον τῷ, οὐ γὰρ ἔτι σάρκας καὶ ὀστέα ἶνες ἔχουσι. καὶ παραπέφρασται ἐκεῖθεν γοργῶς. ὅτι δὲ καὶ ποταμός τις ἦν καλούμενος Ἲς, ἔστι καὶ ἐκ τοῦ Λυκόφρονος ἀναλέξασθαι. (Vers. 396.) Ὅτι Ὀδυσσεὺς μὲν ἐκ τῶν καθ' ἑαυτὸν στοχαζόμενος ὅμοια παθεῖν τὸν Ἀγαμέμνονα ἐρωτᾷ ἐκεῖνον ἐν Ἅιδου, τίς κὴρ αὐτὸν ἐδάμασε θανάτου; καὶ ἢ Ποσειδῶν ἐδάμασε πλέοντα ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον πνοὴν, ὃ καὶ αὐτὸς ἔπαθεν, ἢ ἀνάρσιοι αὐτὸν ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου, (Vers. 399.) βοῦς περιταμνόμενον, ἤγουν πέριξ τῆς ἀλλοτρίας γῆς τέμνοντα, καὶ οἰῶν πώεα καλὰ, (Vers. 401.) ἢ περὶ πόλεως μαχόμενον καὶ γυναικῶν, (Vers. 402.) ὁποῖα δή τινα ἐποίησεν Ὀδυσσεὺς καὶ ἔπαθε περὶ τὴν τῶν Κικόνων γῆν. καὶ τοιαῦτα μὲν ὁ Ὀδυσσεὺς, (Vers. 399.) ἐν οἷς ἀμέγερτος ἐῤῥέθη πνοὴ ἡ πολλὴ καὶ ἄφθονος ἢ ἄξηλος καὶ ἀφθόνητος. (Vers. 605.) ὁ δὲ Ἀγαμέμνων ὡς ἐν ἠθοποιΐας λόγῳ ἀποφήσας μή τε περὶ θάλασσαν παθεῖν τι δεινὸν μήτε περὶ χέρσον ἐπάγει ὅτι Αἴγισθος αὐτῷ τεύξας θάνατόν τε μόρον τε ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκονδε καλέσσας, δειπνίσσας, καθὰ καὶ προεγράφη, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ, ὣς θάνον φησὶν οἰκτίστῳ θανάτῳ. περὶ δ' ἄλλοι ἑταῖροι νωλεμέως κτείνοντο, σύες ὣς ἀργιόδοντες, οἳ δὴ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο ἢ γάμῳ ἢ ἐράνῳ ἢ (Vers. 414.) εἰλαπίνῃ τεθαλυίῃ, κτείνονται δηλαδή. (Vers. 415.) εἶτα σαφηνίζων τὸ τοῦ πάθους τραγῳδικὸν καὶ οἴκτιστον ἐπιφέρει· ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας (Vers. 416.) μουνὰξ κτεινομένων ἤγουν καταμόνας ἐν μονομαχίᾳ καὶ αὖ πάλιν ἐνὶ κρατερῇ ὑσμίνῃ, ἤγουν τῇ ὁμιλαδὸν μάχῃ. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθ' ἐνὶ μεγάρῳ. δάπεδον δ' ἅπαν (Vers. 419.) αἵματι θῦεν, ἤγουν, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἐθύετο καὶ περιεῤῥεῖτο αἵματι, ἢ φαντασίαν εἶχε τοῦ θύειν ὅ ἐστιν ὁρμᾶν καὶ κινεῖσθαι διὰ τὸ ἐπ' αὐτοῦ ῥέον αἷμα. (Vers. 420.) ἐφ' οἷς ἐπάγων καὶ τὰ οἰκτρότερα φησίν· οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς Κασσάνδρης, ἣν κτεῖνε Κλυταιμνήστρα δολόμητις ἀμφ' ἐμοί. αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον ἀποθνήσκων περὶ φασγάνῳ. ἡ δὲ κυνῶπις νοσφίσατο, οὐ δέ μοι ἔτλη ἰόντι περ εἰς Ἀΐδαο χερσὶ κατ' (Vers. 425.) ὀφθαλμοὺς ἑλέειν ἤγουν καθελεῖν καὶ συγκλεῖσαι, σύν τε στόμα ἐρεῖσαι, ὅ ἐστιν ἁρμόσαι χάριν εὐπρεπείας ὡς μὴ διαχάσκειν. (Vers. 426.) εἶτα διακόπτων τὸ τῆς φράσεως ἀφηγηματικὸν καὶ ὕπτιον ἐπάγει γνωμικόν· ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικὸς, ἥτις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται. (Vers. 428.) καὶ οὕτω γνωματεύσας εὐθὺς, οὐ γὰρ ἔδει πλείω φιλοσοφεῖν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
