# Commentarii ad Homeri Odysseam 1.426.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.426.1

ἐν λόγῳ πενθίμῳ, γίνεται τῶν ἐφεξῆς, καὶ φησίν· οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικὲς, κουριδίῳ τεύξασα πόσει φόνον. ἤτοι ἔφην γε ἀσπάσιος τοῖς ἐμοῖς οἴκαδ' ἐλεύσεσθαι. ἡ δ' ἔξοχα λυγρὰ εἰδυῖα ἑαυτῇ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ, καὶ ἣ ἂν εὐεργὸς ἔῃσι, τουτέστιν ἀγαθή. (Vers. 413.) ἀληθῶς γὰρ ἐκ τῆς Κλυταιμνήστρας καὶ τῶν κατ' αὐτὴν αἱ γυναῖκες ἅπασαι σκώπτονται. οἴδασι γὰρ καὶ ἐκ τῶν ἅπαξ ποτὲ γενομένων οἱ ῥήτορες ὥσπερ ἐπαίνους οὕτω καὶ ψόγων τόπους πορίζεσθαι. καὶ τοιαύτη μὲν ἡ κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα, ὃς ἐρεῖ καί τινα ἕτερα ἐν τοῖς ἐφεξῆς. (Vers. 420.) Ἰστέον δὲ ὅτι σεμνῶς ἔφη ὡς βοῦν ἐπὶ φάτνῃ τὸν βασιλέα φονευθῆναι, ὃν ἐν ἄλλοις καὶ βοῒ ταύρῳ εἴκασεν ἐκπρεπεστάτῳ ἐν ἀγέλῃ. τοὺς μέντοι ἑταίρους οὐκ ἐσέμνυνε μὲν, οἰκτρῶς δὲ θανεῖν ἔφη κατὰ σύας. ἔχει δὲ οἶκτον πρὸς τῷ σεμνῷ, καὶ εἰ μὴ ἐργαζομένῳ βοῒ ὁ βασιλεὺς παραβάλλεται οὐδὲ μαχομένῳ πρὸς ἀντίπαλον οὐδ' ἄλλο τι ποιοῦντι γενναίου βοὸς ἄξιον, ἀλλὰ πρὸς τῇ φάτνῃ ἀναγκαίως ὄντι καὶ κρύφα πεσόντι, μὴ καὶ αἰσθόμενος ἀμύνηται τοὺς φονευτάς. Τὸ δὲ περὶ βοὸς τοῦτο ῥητὸν ἐχρησίμευσεν ὕστερον εἰς ἀστειότητα ἣν ἱστορεῖ Ἀθήναιος. μεθυσθεὶς γάρ τις ὑπὸ ψάλτου κακοῦ καὶ πεσὼν εἰς βαρὺν ὕπνον, εἶτα ἔξοινος γεγονὼς, καὶ ἐρωτηθείς τί πάθοι, ἔφη ὡς ὁ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτεινέ με. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι φθάσας ἐν δυσὶ στίχοις γοργῶς διηγήσασθαι τὸν τοῦ βασιλέως θάνατον ἐν τῷ δηλῶσαι, ὡς Αἴγισθος αὐτὸν ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, νῦν καὶ ἐν τοῖς ἑξῆς αὐξάνει καὶ πλατύνει τὸ ἁπλῶς ἤδη καὶ συντόμως διηγηθέν. (Vers. 414.) περὶ δὲ γάμου καὶ ἐράνου καὶ εἰλαπίνης ἱκανῶς προείρηται, ἔνθα καὶ παρεσημάνθη καὶ ὡς ὁ ἐνταῦθα ἔρανος οὐκ ἐκ ταπεινῆς εἶναι φαίνεται συμβολῆς ἀλλὰ πολυτελής ἐστιν ὡς ὑπὸ ἀφνειοῦ τινὸς γεγονώς. (Vers. 418.) Κρητῆρα δὲ ἑνικῶς διὰ τὸ μέτρον ἔφη, οὐ γὰρ ἐνεδέχετο κρητῆρας εἰπεῖν. ἄλλως γὰρ οὐκ εἰκὸς ἐν τοσαύταις τραπέζαις κρητῆρα ἕνα εἶναι. καὶ ὅμως τῷ ἑνικῷ ἐμφαίνεται τὸ πλῆθος εἰδικώτερον. Ἐνταῦθα δὲ σημείωσαι τὸ τοῦ παλαιοῦ, ὃς εἰπὼν ἐπιθυμίαν εἶναι μέθης τοῖς δυνάσταις διό φησι ποιεῖ Ὅμηρος τὸν Ἀχιλλέα λοιδορούμενον τῷ βασιλεῖ, οἰνοβαρὲς κυνὸς ὄμμα τ' ἔχων, λέγει καὶ ὡς ἐφ' ὁμοίοις ὁ ποιητὴς καὶ τὸν ἐκείνου θάνατον ἀποσημαίνει ἐν τῷ, ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας ἐκείμεθα. καὶ ἔστι γελοῖον καὶ ἐν Ἅιδου τοιούτων μεμνῆσθαι τὸ τοῦ βασιλέως εἴδωλον, ὡς οἷον ἐν οἴκτῳ μεμνημένου τῆς ὑπὲρ γῆν τρυφῆς. Τράπεζαι δὲ πλήθουσαι καθ' ὁμοιότητά τε ποταμοῦ πλήθοντος, καὶ πρὸς διαστολὴν δὲ τῶν κενῶν, ὡς τὸ, κεναῖς δ' ἀμφίσταμαι τραπέζαις. ἡ δὲ Ἰλιὰς καὶ σελήνην οἶδε πλήθουσαν. ὅθεν τοῖς ὕστερον συντέθειται τὸ πλησισέληνον, ὅπερ ἄλλοι μετέλαβον εἰς τὸ πλησιφαές. (Vers. 418.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι δάπεδον καὶ νῦν ἴσως τὸ τοῦ μεγάρου ἔδαφος εἶπεν, ἔνθα καὶ αἱ τράπεζαι καὶ οἱ κρατῆρες. (Vers. 422.) Τὸ δὲ ἔκτεινεν ἀμφ' ἐμοὶ, ἢ ἀντὶ τοῦ δι' ἐμὲ ἀνεῖλε τὴν Κασάνδραν, ἢ ἀντὶ τοῦ ἐπ' ἐμοὶ, τουτέστιν ἐπάνω ἐμοῦ ὡς οἷα ἐπί τινος ἐπιξήνου, ὅ ἐστιν ἐπικόρμου, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι γίνεται. (Vers. 420.) Τὸ δὲ αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον καὶ ἑξῆς, καὶ πρὸ αὐτῶν δὲ τὸ, οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρης, ἀμφιβόλως ἔχουσι. τὸ μὲν γὰρ οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρας ἣν κτεῖνε Κλυταιμνήστρα ἀμφ' ἐμοὶ, διττὴν ἔννοιαν προβέβληται. ἢ γὰρ οἰκτράν φησιν ἤκουσα φωνὴν τῆς Πριαμίδος ἐπ' ἐμοὶ, ὡς ἐῤῥέθη, ἢ οἰκτροτάτην περὶ τῆς Πριάμου ἤκουσα φωνὴν διὰ τὸ ὡς εἰκὸς ὑπὸ Κλυταιμνήστρας ὀνειδίζεσθαι αὐτὴν ἀμφ' ἐμοί. καὶ τοῦτο μὲν οὕτω διπλοῦν κατὰ ἔννοιαν, ἐπίτηδές ποτε καὶ τοιαῦτα τεχνωμένου τοῦ ποιητοῦ χάριν ποικιλίας κατὰ λόγον δεινότητος. ὅμοια δὲ καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων ἔβαλλον ἀποθνήσκων περὶ φασγάνῳ, ἡ δὲ κυνῶπις νοσφίσατο. (Vers. 422.) ἢ γὰρ λέγει ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ θνήσκων ἐπέβαλλον χεῖρας αἴρων πρὸς τῷ φασγάνῳ ὡς ἐπὶ ἀμύνῃ, ἡ δὲ Κλυταιμνήστρα φθάσασα ἐστέρησέ με τοῦ ἀμυντηρίου, νόσφι ἐμοῦ ποιησαμένη αὐτὸ, ἢ ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ τὰς χεῖρας αἴρων ἔβαλλον σφαδαστικῶς προσαρμόττων ἐν τῷ θνήσκειν περὶ φασγάνῳ. ἡ δὲ γυνὴ ἐχωρίσθη νόσφι γενομένη καὶ μὴ τὰ ὅσια ἐπ' ἐμοὶ τελέσασα. διὸ ἐπάγει· οὐ δέ μοι ἔτλη ἀπιόντι τούς τε ὀφθαλμοὺς καθελεῖν καὶ τὸ στόμα συνερεῖσαι. Ὅρα δὲ τὴν ἡρωϊκὴν καὶ ἐν τοῖς ῥηθεῖσι σεμνότητα. τὴν γὰρ χειρίστην γυναῖκα ἠρκέσθη ὁ παθὼν οἴκτιστα βασιλεὺς οὐλομένην μόνον προσειπεῖν καὶ κυνώπιδα. Τὸ δὲ κύντερον πάνυ ἐνταῦθα προσφυὲς τῇ ὡς ἐῤῥέθη κυνώπιδι Κλυταιμνήστρᾳ. (Vers. 426.) Κουρίδιον δὲ πόσιν τὸν Ἀγαμέμνονα τῇ Κλυταιμνήστρᾳ εἶναι, τουτέστιν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
