Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.427.1
Not analysed yet
ἐξ ἔτι κόρης οὔσης αὐτῆς, Ὁμήρῳ μὲν ἀρέσκει, (Vers. 429.) Εὐριπίδης δὲ ἄλλως οἶδεν, ὃς προγαμηθεῖσαν αὐτὴν τῷ Ταντάλῳ γνωρίζει, ἐν οἷς αὐτὴν εἰσάγει λέγουσαν· ἔγημας ἄκουσάν με καὶ λάβες βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών. (Vers. 432.) Τὸ δὲ κατ' αἶσχος ἔχευεν ἤτοι κατέχεεν αἰσχύνην, Ὅμηρος μὲν δοτικῇ ἐνταῦθα συνέταξεν, οἱ δὲ ὕστερον μετὰ γενικῆς ποιοῦνται τὴν σύνταξιν. (Vers. 433.) Τὸ δὲ εὐεργὸς διαφέρει τοῦ εὐεργὴς, καθότι εὐεργὴς μὲν ἡ τεχνικῶς εἰργασμένη εἴτε ναῦς εἴτε οἰκία. οὕτω δὲ καὶ ἅρμα εὐεργὲς τὸ κατὰ τέχνην εἰργασμένον. ἔτι εὐεργὴς καὶ ὁ εὐεργετῶν, ὡς τὸ, οὐκ ἔστι χάρις μετόπισθ' εὐεργέων. εὐεργὸς μέντοι ἐνταῦθα ἡ ἀγαθουργὸς, ὡς εἴρηται. (Vers. 435.) Ὅτι διακόψαντος Ὀδυσσέως τοὺς τοῦ Ἀγαμέμνονος λόγους, καὶ εἰπόντος· ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος Ζεὺς ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς, ἐξ ἀρχῆς. ὃ δύναταί ποτε παρῳδηθῆναι εἴ τις ἀνέκαθεν ὑπὸ γυναικῶν βλάπτοιτο. καὶ προσθεμένου ὡς δι' Ἑλένην μὲν ἀπωλόμεθα πολλοὶ, σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθι ἐόντι, ἔνθα συννοητέον καὶ τὴν τοῦ Ἀτρέως γυναῖκα Ἀερόπην, δι' ἣν καὶ αὐτὴν μοιχευθεῖσαν ὑπὸ Θυέστου πολλὰ ἐγένετο δεινὰ, φησὶν ὁ ἐν Ἅιδου Ἀγαμέμνων παραινετικῶς τῷ Ὀδυσσεῖ ταῦτα διὸ νῦν μή ποτε (Vers. 440.) καὶ σὺ γυναικί περ ἤπιος εἶναι, ἤγουν ἔσο. μὴ δέ οἱ μῦθον ἅπαντα (Vers. 441.) πιφασκέμεν ἤγουν φάσκε ὃν ἂν εὖ εἰδῇς, ἀλλὰ τὸ μὲν φάσθαι, (Vers. 442.) τὸ δὲ κεκρυμμένον εἶναι, ἤγουν τὸ μὲν εἰπὲ διὰ τὴν κατὰ βίον κοινωνίαν, τὸ δὲ ἐπίκρυψον δι' ὑπόνοιαν ἀπιστίας. καὶ ὅρα τὸ κεκρυμμένον εἶναι ἐλλειπτικῶς ῥηθὲν ἀντὶ τοῦ ἐθέλησον κεκρυμμένον εἶναι, ἢ καὶ ἄλλως ἀντὶ τοῦ κεκρυμμένον ἔστω. (Vers. 443.) ἐπεὶ δὲ ἦν ὁ Φαίαξ βασιλεὺς ἕτοιμος ἐπέχειν τῷ Ὀδυσσεῖ τὴν πομπὴν, εἰ οὕτως ἔχει τὰ κατὰ τὴν γυναῖκα ὑπόπτως, ἐπάγει· ἀλλ' οὐ σοί γ' Ὀδυσσεῦ φόνος ἔσται ἔκ γε γυναικὸς, εἰ καὶ τυχὸν ἄλλοθέν ποτε κεῖταί σοι δηλαδὴ τοιοῦτον κακόν. (Vers. 444.) λίαν γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεν. ὃ δὴ ἔπαινός ἐστι σώφρονος γυναικός. (Vers. 446.) εἶτα καὶ ἱστορῶν εὐμεθόδως τὰ κατ' ἐκείνην φησίν· ὡς νύμφην μὲν αὐτὴν νέην κατελείπομεν ἡμεῖς ἐρχόμενοι (Vers. 447.) πόλεμόνδε τὸν εἰς Τροίαν δηλαδή. πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ νήπιος. (Vers. 448.) ὅ που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ, τουτέστι συντιμᾶται τοῖς ἀνδράσι ἢ ἐν ἀνδράσι τελείοις τέτακται αὐξηθείς. ὄλβιος, ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθὼν, καὶ κεῖνος πατέρα προσπτύξεται, ᾗ θέμις ἐστί. (Vers. 449.) καὶ ὅρα ὡς ὄλβιον εἶπεν υἱὸν ἐνταῦθα, ὃς ἂν ἀξιωθῇ ἀγαθὸς ὢν ἀγαθῷ συνεῖναι πατρί. (Vers. 451.) ὃ μὴ σχὼν ὁ Ἀγαμεμνονίδης Ὀρέστης εἴη ἂν ἄνολβος. φησὶ γοῦν, ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἤγουν τοῦ υἱοῦ ἐμπλησθῆναι ἄκοιτις ὀφθαλμοῖσιν ἔασε, πάρος δέ με πέφνε καὶ αὐτόν. (Vers. 453.) οἷς πάλιν ἐπιπλέκων παραίνεσιν καὶ τῷ παθητικῷ εἴδει τοῦ λόγου συγκεραννὺς βουλὴν φησίν· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι, κρύβδην μὴ δ' ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν νῆα κατισχέμεναι, ἤτοι κάτισχε καὶ ἐλλιμένιζε, ἐπεὶ οὐκέτι πιστὰ γυναιξί. (Vers. 455.) τοῦτο δὲ ὡς οἷον γνωμικῶς ῥηθὲν ἐλλειπτικῶς πέφρασται, ἵνα λέγῃ ὅτι οὐκέτι πιστὰ ἐστὶ τὰ τῶν γυναικῶν, ὃ ταυτόν ἐστι τῷ, οὐκέτι πιστευτέον γυναιξί, μηδὲ συγχωρητέον αὐταῖς ἐξονυχίζειν ὃ δὴ λέγεται, πάντα τὰ προσπίπτοντα τοῖς ἀνδράσιν. ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῶν εἰσέπειτα, ὡς τοῦ Ὀδυσσέως μὴ παῤῥησιασομένου τὴν οἴκοι ἔλευσιν. (Vers. 457.) εἶτα καὶ ἐρωτᾷ ὁ ἐν Ἅιδου Ἀγαμέμνων ὡς εἰκὸς περὶ τοῦ υἱοῦ, εἴ που ἔτι ζῶν ἐκεῖνος ἀκούεται, ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἤ που παρὰ Μενελάῳ ἐν Σπάρτῃ. οὐ γάρ που φησὶ τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης, ὃ πρὸ τούτων ἔφη τις ἐπὶ Ὀδυσσέως. λέγει δὲ ὁ Ἀγαμέμνων οὕτως οὐ μαντευόμενος. Τειρεσίᾳ γὰρ τοῦτο καὶ μόνῳ δέδοται, ὃς οἶος ἐν Ἅιδου πέπνυται, ἀλλ' ὅτι οὐκ οἶδε τὸν υἱὸν ἔτι αὐτὸς ἐν Ἅιδου, διὸ οἶδε ζῆν ἐκεῖνον. (Vers. 458.) Ἰστέον δὲ ὅτι ἐν Πύλῳ μὲν στοχάζεται κατὰ τὸ εἰκὸς εἶναι τὸν Ὀρέστην ὁ πατὴρ διὰ τὴν τοῦ φιλοβασιλέως Νέστορος φιλίαν. (Vers. 459.) παρὰ δὲ Μενελάῳ διὰ τὴν ἀδελφικὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὸ πάνυ ἀσφαλὲς τοῦ τόπου καὶ ἄσυλον. ἔνθα καὶ τὰ τῶν πέριξ πόλεων ἀπετίθεντο χρήματα ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. τῷ ὄντι γὰρ ἐχρῆν τὸν Ὀρέστην ἢ παρὰ γνησίῳ συγγενεῖ φυλάττεσθαι, ἢ παρὰ φίλῳ ἀγαθῷ, ἢ παρὰ ἀλλοτρίῳ ἐν τόπῳ ἐχυρῷ, οἷος καὶ ὁ Ὀρχομενός. καὶ τοῦτο μὲν κατὰ φύσιν ἐνταῦθα ἐγράφη. Ὅμηρος δὲ προτάσσει μὲν τὸν Ὀρχομενὸν, δεύτερον δὲ τίθησι τὴν Πύλον, τρίτην δὲ τὴν τοῦ Μενελάου Σπάρτην, οὕτω δόξαν αὐτῷ διὰ τὸ καινότερον. Ἰστέον δὲ ὡς εἰ καὶ πιθανῶς ἐνταῦθα στοχάζεται ὁ βασιλεὺς, ἀλλ' οὐχ' εὑρίσκει τὸ ἀληθὲς, οἷα σκιά τις ἀΐσσων