# Commentarii ad Homeri Odysseam 1.428.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.428.1

καὶ αὐτός. ὁ γάρ τοι Ὀρέστης ἐν τῇ πατρίδι ἐστὶν, ἀνύσας ἅπερ ἤθελεν. (Vers. 462.) Ὀδυσσεὺς δὲ μηδὲν εἰδὼς μήδ' αὐτὸς φησὶν, ὡς οὔ τι οἶδα, ζῴει ὅ γε ἢ τέθνηκε, τουτέστιν ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ ζῇ ὁ Ὀρέστης ἢ τέθνηκεν. (Vers. 463.) ἀπὸ κοινοῦ γὰρ νοητέον τὸ ἢ καὶ ἐν τῷ ζῴει. τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ τὸ, ἑκόντα μήδ' ἄκοντα, ἤγουν μήτε ἑκόντα μήτε ἄκοντα. καὶ ἐκεῖ γὰρ ἐκ τοῦ δευτέρου καὶ εἰς τὸ πρῶτον μεθείλκυσται τὸ μὴ, κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, ἁλὸς ἢ ἐπὶ γῆς, ἤγουν ἢ ἐπὶ ἁλός. εἶτα ἐπαγαγὼν Ὀδυσσεὺς γνωμικὸν σύνηθες τὸ, κακὸν δ' ἀνεμώλια βάζειν, περαιοῖ τὸ κατὰ τὸν Ἀγαμέμνονα. (Vers. 464.) ἐν τούτοις δὲ κεῖται καὶ ἔπος στυγερὸν, οὔτε τὸ μισητὸν οὔτε τὸ φρικτὸν, ἀλλὰ τὸ στυγνόν. φησὶ γὰρ Ὀδυσσεὺς, ὅτι ἡμεῖς μὲν ἱστάμεθα, ἐπέεσσιν ἀμειβόμενοι στυγεροῖσιν. ὃ καὶ ἐφερμηνεύων ἐπάγει· ἀχνύμενοι, (Vers. 465.) θαλερὸν κατὰ δάκρυ χέοντες, ἃ δὴ οἰκεῖα ἐπὶ λυπουμένων λέγεσθαι. (Vers. 466.) Ὅτι πλάττει ὁ ποιητὴς ἐμφανισθῆναι τῷ Ὀδυσσεῖ μετὰ τὸν Ἀγαμέμνονα ἥρωας, τὸν Ἀχιλλέα, τὸν Πάτροκλον, τὸν Ἀντίλοχον, καὶ τὸν Αἴαντα. καὶ περὶ μὲν Ἀχιλλέως, ὃν Ὅμηρος φιλεῖ ἐπιμάλιστα, ὡς ἡ Ἰλιὰς ἐδήλωσε, διηγεῖται πλείονα. περὶ δὲ Πατρόκλου καὶ Ἀντιλόχου οὐδὲν οὐδόλως, ἀλλ' ἀρκεῖται εἰπὼν ἀορίστως καὶ παραλειπτικῶς τὸ, αἱ δ' ἄλλαι ψυχαὶ ἔστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεα ἑκάστη, τουτέστιν ἔλεγον εἴτε τοῦ Ὀδυσσέως ἐρωτῶντος, εἴτε καὶ ἄλλως μὴ ἐρωτώμεναι. τὸν Αἴαντα δὲ πλάττει προσφωνούμενον μὲν, μὴ ἀπαμειβόμενον δὲ, διὰ τὸ πρὸς τὸν Ὀδυσσέα μῖσος περὶ Τροίαν ἐπὶ τῇ τῶν ὅπλων κρίσει. εἰ δὲ ὁ Αἴας μισῶν οὐ προσφθέγγεταί τι, πιθανῶς ἄρα ὁ ποιητὴς οὐ πλάττει ψυχὴν Τρωϊκὴν ἐπιφανεῖσαν τῷ Ὀδυσσεῖ, ὃς ἐπὶ τῷ τῆς Τροίας ἀφανισμῷ ἔσχε πτολίπορθος λέγεσθαι. ἐν δὲ τοῖς ῥηθεῖσι προσώποις Πατρόκλου μὲν πρὸς μόνον ὄνομα ἐμνήσθη, τὸν δὲ Ἀντίλοχον ἀμύμονα ἔφη, καθὰ καὶ τὸν Ἀχιλλέα μετ' ὀλίγα. (Vers. 468.) τὸν δὲ Αἴαντα ἐπαινῶν λέγει· ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, ὃν εὐθὺς καὶ ποδώκη Αἰακίδην φησὶν, ἀνωτέρω Πηληϊάδην Ἀχιλλέα εἰπών. καὶ νῦν μὲν οὕτω τὸν Αἴαντα ὑπήγαγε τῷ Ἀχιλλεῖ, ἄριστον εἶναι εἰπὼν πάντων μετὰ τὸν Ἀχιλλέα. προϊὼν δὲ καὶ πάλιν εἰπών· ὃς πέρι μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, εἶτα καὶ ἶσον μετ' ὀλίγα φησὶν αὐτὸν τῷ Ἀχιλλεῖ, κατά γε τιμὴν, οὐ μὴν κατὰ εἶδος καὶ ἔργα, ἐν τῷ, τοῖος γάρ σφιν πύργος ἀπώλετο. σεῖο δ' Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ ἀχνύμεθα φθιμένοιο διαμπερὲς, ἔνθα καὶ ἐπὶ κακῷ τῶν Ἀχαιῶν ὑποδηλῶν γενέσθαι τὸν τοῦ Αἴαντος θάνατόν φησιν, ὡς ἐκπάγλως ἤχθηρε Ζεὺς Δαναοὺς, καὶ διατοῦτο σοὶ ἐπὶ μοῖραν ἔθηκε, τὴν τοῦ θανάτου δηλαδή. καὶ οὕτω τὸν Αἴαντα σεμνύνας ὁ Ὀδυσσεὺς μειλιχίοις ὅμως οὐκ ἐξίσχυσε πεῖσαι τὸν βαρύμηνιν ὁμιλῆσαι αὐτῷ, οὐδὲ ἀκούσας δάμασον μένος καὶ ἀγήνορα θυμὸν ἐπείσθη. σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι περὶ Αἴαντος καὶ ὅτι τὸ, πέρι μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο, καλλίων ἔπαινος τοῦ, ἄριστος ἔην εἶδός τε δέμας τε. τοῦτο γὰρ οὐ βλάπτει καὶ πράξεων ἀρετήν. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Αἴαντα. (Vers. 477.) τὸν μέν τοι Ἀχιλλέα σεμνολογῶν διὰ τοῦ Ὀδυσσέως ὁ ποιητὴς, ὦ Ἀχιλλεῦ μέγα φέρτατέ φησιν Ἀχαιῶν. καὶ, σεῖο δ' Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε μακάρτατος, (Vers. 482.) οὔτ' ἂρ ὀπίσσω, ἤγουν εἰς τὸ μέλλον, βραχὺν τοῦτον ἔπαινον τοῦ τηλικούτου εἰπὼν, ὅτι μηδὲ ἦν καιρὸς πλείω λαλεῖν. (Vers. 483.) εἶτα καὶ τὸν τοιοῦτον στίχον κατασκευάζων καὶ ἅμα ἐπισυνείρων καὶ παραμυθητικὴν ἔννοιαν, φησί· πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεῷ Ἀργεῖοι. νῦν αὖτε μέγα κρατέεις νεκύεσσι, διὸ μή τι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ. καὶ τοιόνδε μὲν καὶ τὸ ὑπὲρ Ἀχιλλέως. τὸν μέντοι υἱὸν αὐτοῦ πλατὺ ἐγκωμιάσει, ὡς μετ' ὀλίγα εἰρήσεται. (Vers. 473.) Ἰστέον δὲ ὅτι ἀποσεμνύνων καὶ πάλιν ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ τῇ εἰς Ἅιδην καθόδῳ καὶ ἄλλως δὲ εἰπεῖν ἐνδεικνύμενος ὁ ποιητὴς, καθὰ καὶ αὐτὸ προεῤῥέθη, ὡς πάντῃ τολμηρῶς ἡ τοῦ Ὀδυσσέως ἐπλάσθη κάθοδος, ποιεῖ τὸν Ἀχιλλέα ἐρωτῶντα· Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι βροτῶν εἴδωλα καμόντων; Ὅρα δὲ τὸ σχέτλιε, ὡς οὔτε τὸν ἄδικον δηλοῖ· τί γὰρ ἠδίκησεν Ὀδυσσεὺς εἰς Ἅιδου ἐλθών; ἀλλ' οὐδὲ ὅλως ἐπὶ ὕβρει τέθειται. οὐ γὰρ ἂν τὸν διογενῆ καὶ πολυμήχανον φίλον εἰκῇ οὕτως ἔσκωψε. (Vers. 475.) σημαίνει δὲ κἀνταῦθα συνήθως ἡ λέξις τὸν σφοδρὸν καὶ ὁρμητίαν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. διὸ καὶ ἐπήγαγε· πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν. Ἀφραδέες δὲ νεκροὶ κατὰ τοὺς παλαιοὺς,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
