# Commentarii ad Homeri Odysseam 1.43.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.43.1

ἐξ οὗ καὶ παραβαλέταιρος ὁ ἀπατῶν τοὺς φίλους, ἀλλὰ καὶ τὸ ἁπλῶς παρατιθέναι. ἀφ' οὗ καὶ παράβλημα κοινῶς, τὸ ζῴοις εἰς τροφὴν παρατιθέμενον. ἐκεῖθεν καὶ ὁ παράβολος ἄνθρωπος ὁ κινδύνοις ἑαυτὸν παραβάλλων ὅ ἐστι παρατιθείς. καὶ πρᾶγμα παράβολον ὅπερ ὁ τοιοῦτος ποιεῖ. ἀντιβάλλειν δὲ δὲ τὸ ἀντιθέναι οἷον λόγους ἤ τι τοιοῦτον. σύστοιχον δὲ τούτῳ, καὶ τὸ ὡς ἐῤῥέθη ἀντιβολεῖν. καὶ ἀντιβολία ἡ δέησις. Εὔπολις. κατ' ἀντιβολίαν δέκα τάλαντ' ἀπετισάμην. τὸ δὲ ἐπιβάλλειν, πρόθεσίν τινα δηλοῖ καὶ περιττότητα ἐπιτευτικὴν. ἐπιβάλλει γοῦν τις νοήματι, ἢ ἔργῳ. ἤγουν ἠκριβωμένος ἐγχειρεῖ καὶ ἐπιτυχῶς νοεῖ. ὃ καὶ ἐπηβόλως φαμέν. λέγεται δὲ καὶ ἐπιβάλλεσθαι τὸ ἐπιθυμεῖν. οἷον, μεγάλων ἔργων ἐπιβαλλόμενος. περιβάλλειν δὲ, τὸ περιττὰ τιθέναι ἤτοι περισσὰ ἐμβάλλειν. ὅθεν καὶ περιβολὴ, λόγου ἰδέα. καὶ λόγος ἐμπερίβολος. λέγεται δὲ περιβάλλειν, καὶ τὸ ἐνδύειν. ὅθεν καὶ περιβολὴ ἀφ' ἧς περιβόλαιον τὸ ἔνδυμα ὡς κεφαλὴ κεφάλαιον. τὸ δ' αὐτὸ, καὶ περίβλημα. καὶ περίβολος δὲ οἴκου ἢ κήπου, ὁ περιβάλλων ἤτοι ἐνδύων τὰ φυλασσόμενα κύκλῳ. ὅθεν καὶ πόλεως ἐσθὴς τὸ τεῖχος. περιβάλλει δέ τις καὶ πέδην κατὰ τὸν Κίλικα ποιητήν. ἀμφιβάλλειν δὲ, οὐ μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ καὶ τὸ ἑκατέρωθεν βάλλειν. ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος. ὃς παρά τε Ἀῤῥιανῷ καὶ ἑτέροις, τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει. δηλοῖ δὲ καὶ τὸ περιβάλλειν ἤγουν κυκλοῦν. ὅθεν τὸ ἀμφίβληστρον. ἀποβάλλειν δὲ, τὸ ἀποῤῥίπτειν. ὅθεν καὶ ὁ ἀπόβλητος. τὸ δὲ ὑποβάλλειν, ὑπουλότητά τινα ἐμφαίνει καὶ δολιότητα. ὑποβάλλει γοῦν ὀφθαλμοὺς, ὁ ὑπούλως βλέπων καὶ ὡς εἰπεῖν ὑποβλὼψ καθ' ὁμοιότητα τοῦ παραβλώψ. ἔτι δὲ καὶ τοῦ βλοσυρός. ὃς δηλαδὴ τὸ βλέμμα ὑποσύρει. ἐκ τοιαύτης ἐννοίας. καὶ ὑπόβλητος ὁ καὶ ὑποβολιμαῖος λόγος, ὁ μὴ τῇ ἀληθείᾳ ὅσα καὶ μητρὶ γνήσιος. καὶ ὑποβολιμαῖον βρέφος, τὸ ὑποβληθὲν λάθρᾳ τῇ γεννώσῃ, οὐ μὴν γεννηθὲν ὑπ' αὐτῆς. καθυποβάλλει δέ τις καὶ βλάβη τινὰ, ἤγουν λεληθότως βλάπτει. λέγεται δὲ ὑποβάλλειν, καὶ τὸ ὑποκρούειν ὅ ἐστιν ἐμποδίζειν ἐν τῷ λέγειν, καὶ τὸ δι' ἑρμηνέως λαλεῖν. ἐξ ὧν τὸ ὑββάλλειν παρὰ τῷ ποιητῇ. καὶ ὑποβολεὺς. ὁ ἑρμηνεύς. ἐξ αὐτοῦ δὲ καὶ ὑπόβολον οὐ μόνον τὸ νομικὸν ὡς ἐῤῥέθη, ἀλλὰ καὶ τὸ ἐπὶ τόκῳ ἐνεχυρασθὲν ὡς καὶ αὐτὸ προγέγραπται. καὶ τὸ ὑποβλήδην δὲ λαλεῖν, ἐξ αὐτοῦ προάγεται. ᾧ σύστοιχόν ἐστι καὶ τὸ, ὑποβαλὼν λόγον. ἀντὶ τοῦ, λαλήσας πρὸ τοῦ λαβεῖν τέλος τὰ προλαλούμενα. τοῦτο δὲ, καὶ ὑπολαβεῖν λέγεται. οἷον, ὑπολαβὼν δὲ ὁ δεῖνα εἶπεν, ὑπερβάλλειν δὲ καὶ ὑπερβολὴ, κυρίως μὲν, ἐπὶ τοῦ ὑπερακοντίζειν ἢ ὑπεροϊστεύειν, ἢ ὑπὲρ μέτρον δισκεύειν. μεταφορικῶς δὲ, καὶ ἐπὶ ἑτέρων ὑπεροχῶν ἢ καὶ ἐπὶ ἀσυμμετριῶν. καὶ ταῦτα μὲν τὰ περὶ τῆς πολυκινησίας τοῦ βάλλειν. ἧς μέρος τι, καὶ τὸ ἀνεβάλλετο καλὸν ἀείδειν. εἰ δὲ τὸ ἀνεβάλλετο ταυτόν ἐστι τῷ ἀνενέγκατο ὡς τὸ, ἀνενείκατο φώνησέν τε, τοσοῦτον ἄρτι καὶ μόνον ῥητέον, ὅτι ταυτόν ἐστιν εἰπεῖν, ἀνεβάλλετο καὶ ἀνενείκατο καὶ ἀνεφύσησε. μουσικὴ γὰρ λέξις καὶ ἡ ἀναφύσησις. φησὶ γοῦν Παυσανίας, ὅτι γρόνθων, ἀναφύσησίς τις ἣν πρώτως μανθάνουσιν οἱ αὐληταί. τούτοις δὴ συνεπιλεκτέον καὶ ὅτι τὸ βάλλειν, ποτὲ μὲν, φυλάσσει τὸ ἄλφα ἐν ταῖς ἀπ' αὐτοῦ κινήσεσι. ποτὲ δὲ, ἀντ' αὐτοῦ ἔχει τὸ ο ἴσως μὲν, τοῦ ἄλφα τραπέντος εἰς αὐτὸ, ἴσως δὲ καὶ προϋποκειμένου ἀῤῥήτου ῥήματος τοῦ βέλλω ἐξ οὗ τὸ βέλος. παράδειγμα τῶν μὲν φυλασσόντων τὸ ἄλφα, ἡ βαλιὰ ἔλαφος. καὶ τὸ ἀρσενικὸν αὐτῆς ὁ βαλιὸς ὀξυτόνως. καὶ βαλιὸς ἵππος βαρυτόνως, ὁ τοῦ Ἀχιλλέως. καὶ βαλάντιον. καὶ ἀρύβαλος ὁ πρὸ βραχέων γραφείς. τῶν δὲ ἐχόντων ἀντεγκείμενον τὸ ο, ἡ βολὴ, καὶ ἡ βολὶς, καὶ ὁ ἔμβολος. καὶ ὁ ἀναγεγραμμένος διάβολος. κατὰ δὲ τὴν τοιαύτην ἀκολουθίαν τοῦ βάλλειν, καὶ τὸ λέπω, πῇ μὲν φυλάσσει τὸ ε, πῇ δὲ ἀντιπαρακείμενον ἔχει τὸ ο καθὰ καὶ ἐν τοῖς ἑξῆς φανεῖται. ὅτι δὲ τὸ α εἰς ο μεταβάλλεται, δηλοῖ σὺν ἄλλοις καὶ ἡ ἀσταφίς. λέγεται γὰρ καὶ ὀσταφίς. οὕτω δὲ καὶ ἡ μαλάχη, μολόχη ὡς καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. οἷον, τρώγοντας μολόχης ῥίζαν. καὶ πάμα, πρᾳότερος ἔγωγε μολόχης. (Vers. 158.) Ὅτι μυστηριαζομένῳ οἰκεῖον τὸ, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. τὸ δὲ πευθοίατο μετὰ τῶν ἐφεξῆς τοῦ ἰδοίατο καὶ ἀρησαίατο, ποιητικὸν κάλλος ἐν παρισώσει ποιεῖ. (Vers. 159.) Ὅτι ὁ εὐλαβῶς σκώπτων, προοιμιάσαιτο ἄν ποτε πρὸς τὸν ἀκροατὴν, οὕτω. ξεῖνε φίλε, εἰ καί μοι νεμεσήσεαι ὅττικεν εἴπω; λέγει δὲ τοῦτο Τηλέμαχος πρὸς τὸν Μέντην, ὅτε πρινὴ ἐρωτηθῆναι ὑπὸ τῆς Ἀθηνᾶς, σκώπτει τοὺς μνηστῆρας. ἐμφαίνοντος τοῦ ποιητοῦ, φορτικὸν εἶναι τὸ ἁπλῶς κωμῳδεῖν. (Vers. 162.) Ὅτι τὸ, βίον ἀνέρος οὗ δήπου λευκὰ ὀστέα πύθεται ὄμβρῳ κείμενα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
