# Commentarii ad Homeri Odysseam 1.431.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.431.1

τῆς πολιορκίας καὶ τοῖς ἐν αὐτῇ καὶ μετ' αὐτὴν ἐγκώμιον, οὗ τὸ κεφάλαιον τὸ καὶ λόγοις αὐτὸν ἐμπρέπειν καὶ ἔργοις ἐνευδοκιμεῖν. καὶ ὀξύτητα δὲ νοὸς αὐτῷ ἐπιμαρτύρεται τὸ ἀεὶ πρῶτον βάζειν, εὐμάθειαν δὲ καὶ ἀγχίνοιαν τὸ μὴ ἁμαρτάνειν μύθων. ἄλλως γὰρ πολλοὶ πρῶτοι μὲν βάζουσι προπετεῖς ὄντες, ἁμαρτάνουσι δὲ μύθων, πιστούμενοι μὴ ἀσφαλεῖς εἶναι τοὺς φρονεῖν ταχεῖς κατὰ τὸν τραγικόν. εἰ δὲ τοῦ ἀντιθέου Νέστορος καὶ τοῦ πολυμηχάνου Ὀδυσσέως δεύτερος ἐξέπιπτεν ἐν βουλαῖς ὁ Νεοπτόλεμος, οὐκ ἂν εἴη μεμπτέος, εἴγε ἡ ἐμπειρία ἔχει τι λέγειν τῶν νέων σοφώτερον. Ἔστι δ' εἰπεῖν ἐνταῦθα καὶ ὅτι πάνυ φιλαχιλλεὺς ὢν ὁ ποιητὴς, ὡς ἡ Ἰλιὰς ἔδειξε, καὶ τὸ τῆς ἱστορίας βαθὺ φρέαρ τῆς ἐπ' ἐκείνῳ ἐξηντληκὼς ἐκεῖ ἐνταῦθα βραχὺ μέν τι ἐλάλησεν ἐπὶ τῷ πατρί. φιλοτιμεῖται δὲ σεμνύναι τὸν υἱὸν, ὡς ἐγχωρεῖ, οἷα πατρῴζοντα, μεθοδεύσας δεξιῶς καὶ τῷ μεγάλῳ Αἴαντι τοῦτον παραβαλεῖν, εἴγε ὥσπερ ἐκεῖνος παραδέδοται μὴ παθεῖν πληγὴν ἓν ὅλῳ τῷ Ἰλιακῷ πολέμῳ οὕτως ἐξέβη καὶ ὁ Νεοπτόλεμος εἴτουν Πύῤῥος, ὃν φάμενοί τινες πρῶτον τοῦ δουρείου ἵππου ἐκπηδῆσαι αὐτῷ παρονομασθῆναι τὸν δίβραχυν πυῤῥίχιον ᾠήθησαν. παρ' οἷς καὶ ὕμνος αὐτῷ ἐτίθη μέτρῳ πυῤῥιχιακῷ χρησίμῳ καὶ εἰς πυῤῥίχην ὄρχησιν, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (Vers. 510.) Τὸ δὲ οὐχ' ἡμάρτανε μύθων οὐκ ἀφαμαρτοεπῆ τὸν Νεοπτόλεμον εἶναι δηλοῖ, ὅπερ ἐν Ἰλιάδι τῷ Μενελάῳ ἐπεμαρτυρήθη. (Vers. 513.) Τὸ δὲ οὐκ ἐν πληθύϊ οὐδ' ἐν ὁμίλῳ, ἀντὶ τοῦ οὔτε ἐν τῷ κοινῷ τῶν Ἀχαιῶν ὄχλῳ, οὔτε ἐν τοῖς κατὰ ἴλας μαχομένοις. ἴσως δὲ καὶ ταυτὸν ἐκ παραλλήλου τὸ ἐν πληθύϊ καὶ τὸ ἐν ὁμίλῳ. (Vers. 514.) Τὸ δὲ ἑὸν μένος, ἢ τοῖς ὄπισθεν συντακτέον, ἵνα λέγῃ ὅτι πολὺ προθέεσκε κατὰ τὸ ἑὸν μένος, ἢ τοῖς ἐφεξῆς ἵνα ᾖ, οὐδενὶ εἴκων τὸ ἑαυτοῦ μένος. δῆλον δὲ ὅτι ὁ πολὺ προθέων τῶν ἄλλων οὔτε ἐν πληθύϊ μένει οὔτε ἐν ὁμίλῳ. (Vers. 515.) Τὸ δὲ πολλοὺς ἔπεφνεν ἀναγκαίως ἐπῆκται. πολλοὶ γὰρ προθέουσι μὲν, πέφνουσι δὲ οὐδένα. εἰ δὲ καὶ ἀλογίστως προθέουσιν, οἱ τοιοῦτοι ὡς ταπολλὰ καὶ προπίπτουσι. Τὸ δὲ πολλοὺς ἔπεφνεν ἐφερμηνεύων ἔφη τὸ, πάντας οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσσον λαὸν ἔπεφνεν. (Vers. 518.) Ὅτι δὲ περιώνυμος ἐν ταῖς ἱστορίαις ὁ Τήλεφος, ὃς καὶ παροιμίαν παρήγαγε τὴν, ὁ τρώσας ἰάσεται, καὶ ὅτι ἀνδρεῖος καὶ ὁ Τηλεφίδης Εὐρύπυλος, πολλαχοῦ δηλοῦται. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὡς ἐν τοῖς περὶ Κάϊκον τόποις φαίνεται βασιλεύειν καθ' Ὅμηρον ὁ Εὐρύπυλος. ὃς δὴ Κάϊκος διέχει φασὶν Ἐλαίας Αἰολικῆς πόλεως σταδίους δώδεκα. ἡ δὲ Ἐλαία διέχουσα τοῦ Περγάμου σταδίους ἑκατὸν εἴκοσιν ἐπίνειον εἶναι λέγεται Περγαμηνῶν. (Vers. 519.) Ἐν δὲ τῷ, ἥρω Εὐρύπυλον, οἱ μὲν ἥρωα νοοῦσι κατ' ἔκθλιψιν, οἱ δὲ ἥρω φασὶ δισυλλάβως ἢ κατὰ κλίσιν ἰσοσύλλαβον, ἢ μᾶλλον κατὰ ἀποκοπὴν, ὁμοίως τῷ γέλω ἔκθανον. Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν τὸ κύριον, τὸ δὲ ἐπιθετικὸν εὐρυπυλὲς, ὡς δηλοῖ τὸ, εὐρυπυλὲς Ἄϊδος δῶ. ἔχει δέ τινα ὁμοίαν διφόρησιν καταλήξεως καὶ τὸ ἄτερπος καὶ ἀτερπὴς, ὧν τοῦ μὲν χρῆσις ἐν τῷ, ἀτέρπου ὀϊζύος, τοῦ δὲ ἐν τῷ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (Vers. 520.) Κήτειοι δὲ κατὰ μὲν Ἀρίσταρχον οἱ μεγάλοι παρὰ τὸ κῆτος, κατὰ ἀναλογίαν τοῦ, κῆδος κήδειος καὶ τῶν ὁμοίων. ἐν οἷς καὶ ἀπὸ τοῦ γῆρος ἀκάνθης ἐξάνθημα παρὰ τῷ Ἀράτῳ τὸ γήρειον, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα διεσαφήθη. ἐν δὲ τοῖς τοιούτοις εἰ ζητεῖται διὰ τί τὸ σκότιος, οἷον, σκότιον δὲ ἐγείνατο μήτηρ, ἔτι δὲ καὶ τὸ, σκοτίους ἀπιόντας διὰ τῆς πολεμίας, οὐκ ἐγράφησαν διὰ τῆς ει διφθόγγου ὡς ἀπὸ τοῦ σκότος, ὁμοίως τῷ, κῆτος κήτειος καὶ τοῖς κατ' αὐτὸ, ῥητέον ὅτι γίνεται μὲν σκότιος ἐκ τοῦ σκότος, πλὴν οὐκ ἐκ τοῦ οὐδετέρου ἀλλὰ τοῦ Ἀττικωτέρου ἀρσενικοῦ, κατὰ τὸ, δόλος δόλιος, νόμος νόμιος. Ἔτι ἰστέον καὶ ὅτι κητείους τοὺς μισθωτοὺς εἶπον διὰ τὸ ἀκόρεστον ἐκ μεταφορᾶς κήτους. ἕτεροι δὲ ἔθνος Μυσίας φασὶ τοὺς ὕστερον Ἐλεάτας ἀπὸ Κητείου ποταμοῦ χειμαῤῥώδους ἐν τῇ Ἐλεάτιδι, ὃν καὶ κητώεντα φασίν. ἄλλοι δὲ κητείους τοὺς Περγαμηνοὺς ἐνόησαν. ἔνιοι δὲ γράφουσι κήδειοι, τουτέστι κηδεσταὶ, συγγενεῖς, ἢ καὶ ἄλλως εἰπεῖν, κήδιστοι. εἰσὶ δὲ οἳ γράφουσι καὶ χήτειοι γυναίων εἵνεκα δώρων, τουτέστιν ἐστερημένοι γυναικῶν ἕνεκα δώρων ἤγουν μισθοῦ. ἐπεὶ δώροις ὁ Ἕκτωρ καὶ ἐδωδῇ κατέτρυχε τοὺς λαοὺς, διὰ τοὺς συμμάχους, ὧν εἷς καὶ ὁ Εὐρύπυλος. τινὲς δὲ τὸ γυναίων καὶ τὸ δώρων ὁμοῦ ἀναγινώσκουσι, νοοῦντες κτητικῶς γύναια δῶρα, τουτέστι γυναικεῖα, ἢ τὸν Ἑρμιόνης γάμον, ὃν ἐν Τροίᾳ τῷ Νεοπτολέμῳ ὑπέσχετο καὶ κατένευσεν ὁ Μενέλαος, ἢ χρυσῆν τινά φασιν ἄμπελον, ἣν Ζεὺς μὲν ἐχαρίσατο ἀντὶ Γανυμήδους τῷ πατρὶ Τρωΐ, Πρίαμος δὲ ἐκ διαδοχῆς ἐλθοῦσαν εἰς αὐτὸν ὑπέσχετο Ἀστυόχῃ τῇ ἑαυτοῦ μὲν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
