# Commentarii ad Homeri Odysseam 1.432.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.432.1

ἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, εἰ πέμψει ἐπὶ συμμαχίᾳ τὸν υἱὸν, φάμενον ἐπὶ τῇ μητρὶ κεῖσθαι τὴν εἰς πόλεμον ἐξέλευσιν αὐτοῦ, ἵνα δηλοῖ ὁ λόγος, ὡς διὰ γυναικὸς δωροδοκίαν Εὐρύπυλος συνεμάχησε. ἄλλοι δέ φασι τῇ Εὐρυπύλου γυναικὶ ὑποσχῆσθαι δῶρα πρὸς Πριάμου, εἰ ἀναπείσει τὸν ἄνδρα συμμαχῆσαι Τρωσίν. ἔδοξε δέ τισι κρεῖσσον ἀποδοῦναι, ὡς ὑπόσχεσιν ἔθετο Πρίαμος Εὐρυπύλῳ, καθὰ καὶ πρὸ αὐτοῦ τῷ Ὀδρυονεῖ, μίαν τῶν θυγατέρων δώσειν ἐπικουρήσαντι. καὶ τοῦτο εἶναι φασὶ τὰ γυναικεῖα δῶρα. ὁ δὲ γεωγράφος εἰς ταῦτα γράφει τοὺς παρ' Ὁμήρῳ κητείους μὴ εἰδέναι οὓς δεῖ δέξασθαι ἤτοι νοῆσαι, οὐδὲ τὸ γυναίων εἵνεκα δώρων, τοὺς δὲ γραμματικοὺς μυθάρια παραβάλλοντας εὐρεσιλογεῖν μᾶλλον ἢ λύειν τὸ ζητούμενον. λέγει δὲ καὶ τὸν Κήτειον ποταμὸν ῥέειν εἰς τὸν Κάικον, οὗ περὶ τὴν Ἴδην αἱ πηγαί. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῇ δεδηλωμένῃ Ἀστυόχῃ δῶρον ἴσχυσε κατὰ φίλου παιδὸς, ἀλλὰ καὶ ἐπὶ Ἐριφύλῃ κατὰ ἀνδρὸς τοῦ καλοῦ Ἀμφιάρεω. ἦν δὲ τὸ ἐπὶ ταύτῃ δῶρον ὅρμος χρυσοῦς ὃς ὕστερον περιῆλθε τῷ Φοίβῳ ἐξ αἰτίας τοιαύτης. Ἀλκμαίων ὁ ἐξ Ἀμφιάρεω καὶ Ἐριφύλης, τὴν μητέρα κτανὼν χόλῳ τῷ ὑπὲρ τοῦ πατρὸς ὁμοίως Ὀρέστῃ καὶ διατοῦτο μανίᾳ περιπεσὼν, καθὰ καὶ ἐκεῖνος, εἶτα τοῦ μεμηνέναι ἀπαλλαγεὶς καὶ εὐχόμενος μηκέτι ταυτὸ παθεῖν, καὶ ἀκούσας ἐξ Ἀπόλλωνος τὸ, τιμῆέν μ' αἰτεῖς δῶρον μανίης ἀποπαῦσαι καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ' ὑπὸ γαῖαν αὐτοῖσι σὺν ἵπποις, ἔδωκε τὸν ζητηθέντα χρύσεον ὅρμον τῆς Ἐριφύλης καὶ ἀπηλλάγη. ἔοικε δὲ χαίρειν τὸ ῥηθὲν δαιμόνιον ἄλλοις τε ἀναθήμασιν, ὡς πολλαχοῦ δηλοῦται, καὶ κόσμοις δὲ γυναικῶν. Μενελάῳ γοῦν ἐρομένῳ τὸν Πύθιον πῶς ἂν Ἀλέξανδρον τίσαιτο, ἔφη ἐκεῖνος οὕτω· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σοῦ ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ' Ἑλένῃ μέγα χάρμα. ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. καὶ ἀνέθηκεν ἐκεῖνος τὸν ζητηθέντα ὅρμον καὶ ἀπηλλάγη τέλεον. (Vers. 521.) κάλλιστον δὲ ὁ ποιητὴς τὸν Εὐρύπυλον ἱστορεῖ μετά γε τὸν Αἰθίοπα Μέμνονα περὶ Τρωϊκῶν ἐπικούρων λαλῶν. ἦν δὲ πάντως τοιοῦτος καὶ ὁ Νεοπτόλεμος, οὗ χρόα κάλλιμον φησί. Περιᾴδεται δὲ ὁ Μέμνων, καὶ δοκεῖ διὰ τὸ κάλλος ἡμέρας υἱὸς εἶναι, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. ὡς δὲ καὶ Τιθωνοῦ ἦν υἱὸς, καὶ ὡς ἐξ Αἰθιόπων ἐπικουρήσων ἦλθεν εἰς Τροίαν, καὶ ὡς Ἀχιλλεὺς αὐτὸν κατέῤῥιψε κρατερῶς ἀνθιστάμενον τοῖς Ἀχαιοῖς, τοῖς ἱστοροῦσι τεθρύληται. ὅτι δὲ ὁ τοιοῦτος Μέμνων καὶ τὸν καλὸν ἀνεῖλε Νεστορίδην Ἀντίλοχον, ἡ ἱστορία δηλοῖ. περὶ οὗ ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ὡς χρησμοῦ δοθέντος Νέστορι, φυλάττεσθαι ἐπὶ τῷ υἱῷ Ἀντιλόχῳ τὸν Αἰθίοπα, ἔδοτο αὐτῷ μνήμονα ὁ πατὴρ καὶ ὑπασπιστὴν Χάλκωνα Κυπαρισσέα, ὃς ἐργασθεὶς Πενθεσιλείας καὶ βοηθῶν αὐτῇ ἀνῃρέθη ὑπ' Ἀχιλλέως, καὶ τὸ σῶμα ὑπ' Ἑλλήνων ἀνεσκολοπίσθη. ἐδόθησαν δὲ καὶ ἄλλοις τῶν ἡρώων μνήμονες, οἷον τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς, ὡς ἱστορεῖ καὶ Λυκόφρων. καὶ τῷ Πατρόκλῳ δὲ ὑπ' Ἀχιλλέως Εὔδωρος μετὰ τὴν μῆνιν ἐν τῇ ναυμαχίᾳ, ὥστε μὴ πρόσω χωρεῖν. ἀναιρεθῆναι δ' αὐτὸν εὐθὺς ἐν τῇ συμβολῇ ὑπὸ Πυραίχμου, διὸ καὶ αὐτὸν πρῶτον ἀναιρεθῆναι ὑπὸ Πατρόκλου ἱστορεῖ Τιμόλαος ὁ Μακεδών. Ἀντίπατρος δὲ ὁ Ἀκάνθιος φησὶ καὶ τῷ Ἕκτορι Δάρητα Φρύγα δοθῆναι μνήμονα, μὴ ἀνελεῖν φίλον τοῦ Ἀχιλλέος, Ἀπόλλωνος τοῦ Θυμβραίου τοῦτο χρήσαντος, τὸν δὲ αὐτομολήσαντα ὑπὸ Ὀδυσσέως ἀναιρεθῆναι. Ἐρέσιος δὲ ἱστορεῖ καὶ Πρωτεσιλάῳ δοθῆναι μνήμονα Δάρδανον Θετταλὸν, δοθέντος χρησμοῦ Φυλάκῳ τῷ πατρὶ, ἀναιρεθῆναι εἰ προπηδήσει, ὃ καὶ γέγονε. μή ποτε οὖν φασὶ παρ' Ὁμήρῳ οὕτω λύεται τὸ, τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ, ὡς τοῦ Δαρδάνου μὴ ἐνθυμήσαντος αὐτὸν τὴν ἀπόβασιν. καὶ μὴν Φιλόστρατος ὑπὸ Ἀχάτου φίλου Αἰνείου τὸν Πρωτεσίλαον ἀναιρεῖ. καὶ οὗτός ἐστι κατ' αὐτὸν ὁ παρ' Ὁμήρῳ Δάρδανος ἀνὴρ, εἰς δὲ τοῦτο πλείω ἐν τῇ Ἰλιάδι γέγραπται. καὶ οὕτω μὲν καὶ ταῦτα. (Vers. 522.) Τὸ δὲ εἰς ἵππον κατεβαίνομεν, τὸν δούρειον δηλαδὴ, σχήματι ἐμφάσεως ἤτοι συλλογισμοῦ, ὧν ἴδιον δι' ὑπονοίας αὔξειν τὸ δηλούμενον, βάθος δηλοῖ καὶ εὐρυχωρίαν τῆς ἐκείνου γαστρός. φασὶ δὲ τοὺς εἰς αὐτὸν καταβάντας τινὲς μὲν, ὧν καὶ Στησίχορος, ἑκατὸν εἶναι, ἕτεροι δὲ δώδεκα, Μενέλαον, Διομήδην, Φιλοκτήτην, Μηριόνην, Νεοπτόλεμον, Εὐρύπυλον, Εὐρυδάμαντα, Φείδιππον, Λεοντέα, Μέγητα, Ὀδυσσέα, καὶ Εὔμηλον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ποῦ ἔστιν Ἄντικλος οὗ φθάσας ἐμνημόνευσεν ὁ ποιητής; Τὸ δὲ ὃν κάμ' Ἐπειὸς, ἀντὶ τοῦ, περὶ ὃν ἔκαμεν, ἢ καὶ ἄλλως ἀντὶ τοῦ, ὃν καμὼν ἐποίησε, κατὰ τὸ, ὃν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ. (Vers. 524.) Τὸ δὲ ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἀναθεῖναι παρῴδηται ἀπὸ τῆς Ἰλιάδος ἐκ τοῦ, ἠμὲν ἀνακλῖναι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
