# Commentarii ad Homeri Odysseam 1.438.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.438.1

ἑρμηνείαν τὸ, ἀμφὶ δὲ ποσσὶ γαῖα φαίνεσκε, καὶ ἔτι μᾶλλον τὸ, καταζήνασκε δὲ δαίμων, τουτέστιν οὐχ' ἁπλῶς γῆ ἐφαίνετο ἀλλὰ καὶ ξηρὰ, ὥστε ἐν τῷ ὕδωρ ἀναβροχὲν περιττὴ κεῖται ἡ πρόθεσις. οὕτω γάρ ἐστιν ἀναπιεῖν εἰπεῖν τὸ καταπιεῖν. ἴσως δὲ καὶ διὰ τὸ πολλάκις τὴν τοιαύτην βρόξιν γίνεσθαι ἐῤῥέθη τὸ ἀναβροχέν. κεῖται γὰρ μυριαχοῦ ἡ ἀνα πρόθεσις ἐπὶ τοῦ πάλιν καὶ πάλιν τὸ αὐτὸ γίνεσθαι. (Vers. 586.) Τοῦ δὲ ἀζήνασκε πρωτότυπον μὲν ἄζω. παράγωγον δὲ ἀπ' αὐτοῦ τὸ ἀζαίνω. ἀφ' οὗ κατὰ δευτέραν παραγωγὴν τὸ ἀζηνάσκω, λέξις μόνοις ποιηταῖς χρήσιμος. Κατακρῆθεν δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ κατακάρηθεν ἤτοι κατὰ κεφαλῆς. (Vers. 587.) Τὸ δὲ χέε καρπὸν δαψίλειαν ὀπώρας δηλοῖ, ὄμβρου δίκην γινομένης ὑπὲρ κεφαλῆς τοῦ Ταντάλου. (Vers. 588.) Τὸ δὲ ὄγχναι καὶ ῥοιαὶ καὶ ἐφεξῆς οἱ δύο στίχοι ἐν τοῖς περὶ Φαιάκων ἐγράφησαν. (Vers. 590.) Τὸ δὲ ἰθύσει' δηλοῖ μὲν τὸ ὁρμήσει' παραχθὲν ἐκ τοῦ ἰθύω τὸ ὁρμῶ. ἐκτείνει δὲ τὴν ἄρχουσαν. γίνεται δὲ ἀπ' αὐτοῦ τὸ ἰθὺς καὶ τὸ ἰθὺ ἐπιῤῥήματα. Ἰστέον δὲ καὶ ὡς πολλὴ διαφορὰ κήπου Ἀδώνιδος καὶ δένδρων Ταντάλου. διὸ τοῦτο μὲν παροιμιακῶς ἐπὶ τῶν ἀκερδῶν τίθεται, ἐκεῖνο δὲ ἐπὶ τῶν ἀκάρπων καὶ ὠκυμόρων. κῆποι γὰρ Ἀδώνιδος φυτάρια ταχὺ ἀναθάλλοντα ἔσω χύτρας ἢ ἀῤῥίχου, καὶ ὅλως κοφίνου τινὸς, καὶ αὐτίκα ῥιπτούμενα κατὰ θαλάσσης καὶ ἀφανιζόμενα καθ' ὁμοιότητά τινα τοῦ κατὰ τὸν ὠκύμορον Ἄδωνιν θανάτου, ὃς ἀνθήσας νεοτήσιον ταχὺ ἀπήνθησε, καταβληθεὶς ὑπὸ Ἄρεος κατὰ τὸν μῦθον. γυναῖκες δὲ τοὺς τοιούτους τημελοῦσαι κήπους ὡσίουν ἐπιταφίους Ἀδώνιδι. (Vers. 592.) Ὅτι ὁ Σίσυφος, περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ, θανὼν κατὰ μῦθον καὶ δόλῳ αὖθις ἀναβιοὺς οὐκ ἤθελε κάτω ἐλθεῖν, καθὰ συνέθετο, εἰ μὴ βαθὺ γῆρας λαβὸν αὐτὸν κατήγαγεν, ὅθεν κόλασιν εὗρεν ἐν Ἅιδου. διὸ καὶ φαντάζεται αὐτὸν Ὀδυσσεὺς ἐκεῖ κρατερὰ ἄλγεα ἔχοντα λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν, ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον. ἀλλ' ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε κραταιῒς αὖθις, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. αὐτὰρ ὅγε ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς ἔῤῥεεν ἐκ μελέων. κονίη δ' ἐκ κρατὸς ὀρώρει. πολλὰ δὲ τῶν τοιούτων ἐπῶν ἁρμόσοι ἂν καματηρῷ καὶ ἐπιμόχθῳ ἀνδρὶ, ὁποῖός τις ἔοικεν εἶναι καὶ ὁ Σίσυφος, ἀνὴρ φαινόμενος ἐγχειρεῖν μὲν ἀεὶ μοχθηραῖς πράξεσι καὶ ὡς οἷον εἰπεῖν ἀναγωγοῖς, μὴ ἀνύειν δὲ τὰ ἐγχειρούμενα διὰ τὸ δυσκατέργαστον, καὶ θέλει μὲν εἶναι μεγαλουργὸς, μὴ ἔχειν δὲ τοῦ τοιούτου τέλους τυχεῖν, ἀλλὰ πονεῖν ἄπρακτα. διὸ καὶ φαντασίαν τοιαύτην ἐν Ἅιδου πέμπει τῷ βλέποντι. ὅτι δὲ κλεπτίστατος ἦν ἀνθρώπων καὶ ὅτι βασιλικὸς ἀνὴρ καὶ ὡς διαβάλλεται Ὀδυσσεὺς ἐξ αὐτοῦ εἶναι, διὸ καὶ Σισυφίδην αὐτὸν ὁ παρὰ τῷ Σοφοκλεῖ χορὸς καλεῖ εἰ καὶ Λαερτιάδης λέγεται, πολλαχοῦ δηλοῦται. ὁ δὲ θάνατος αὐτοῦ καὶ ἡ αὖθις ἀναβίωσις κρύψιν τινὰ δηλοῖ τοῦ ἀνδρὸς δολερὰν καὶ ἀνδρὶ κλέπτῃ πρέπουσαν, καθὰ καὶ Ζάμολξις κατάγαιον φασὶν οἴκημα πεποιηκὼς, ὡς καὶ Πυθαγόρας, καὶ ἀφανισθεὶς ἐκ Θρᾳκῶν αἰφνίδιος τετάρτῳ ἔτει ἐφάνη, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα τὰ κατ' αὐτοὺς ἐπίστευσαν, ὅτε καὶ ἦν εἰκὸς λογίσασθαι καὶ αὐτὸν τὸ Σοφόκλειον καὶ εἰπεῖν· τί γάρ με λυπεῖ τοῦθ' ὅταν λόγοισι θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; εἰκὸς δὲ καὶ νόσῳ θανασίμῳ κάτοχον γεγονότα τὸν Σίσυφον, εἶτα δὴ ἀνασφήλαντα φήμην πέμψαι, ὡς ἐξ Ἅιδου πέφευγε. δῆλον δὲ καὶ ὅτι Δωρικὸν ἅμα καὶ Αἰολικὸν ὄνομα τὸ Σίσυφος. σιοὺς μὲν γὰρ οἱ Δωριεῖς φασὶ τοὺς θεοὺς, ὡς καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ, ναὶ τὼ σιὼ, ἀντὶ τοῦ νὴ τοὺς θεοὺς ἢ τὰς θεάς. σύφος δὲ ὁ σοφὸς παρὰ Αἰολεῦσιν. ὅθεν Σίσυφος ὁ θεόσοφος. καὶ εἰκὸς Κορινθίων διαλέκτου εἶναι τὴν λέξιν, παρ' οἷς δωρίζουσιν ἦρχεν ὁ Σίσυφος. ὡς δὲ οἱ Δωριεῖς ἔχαιρον καὶ αἰολίζοντες, δηλοῖ Πίνδαρος ἀναμὶξ οὕτω ποιῶν, ἤτοι καὶ Δωρικῶς γράφων καὶ Αἰολικῶς. ὡς δὲ καὶ τὸν θάνατον ὁ Σίσυφος ἔδησεν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τοῦ δὲ εἰρημένου σιοῦ παράγωγον καὶ ὁ θίασος, καθὰ δηλοῖ ὁ δειπνοσοφιστὴς, λέγων, ὅτι ἔρανοι εἰσὶ κατὰ τοὺς πολλοὺς αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ἀπὸ τοῦ συνερᾶσθαί φησι καὶ συμφέρειν ἕκαστον. ἐκαλοῦντο δὲ καὶ θίασοι. καὶ οἱ συνιόντες ἐπὶ τὰ τοιαῦτα ἐρανισταὶ καὶ συνθιασῶται. ἐκαλεῖτο δέ φησι θίασος καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος ἀπὸ τοῦ θεοῦ ὃν σιὸν ἐκάλουν οἱ Λάκωνες. οὐκοῦν σίασος καὶ τροπῇ θίασος, καθὰ καὶ ὁ βρυχησμὸς ὡς μαχησμὸς, καὶ τροπῇ ὁμοίᾳ βρυχηθμός. οὕτω δὲ καὶ ὠρύω ὠρυσμὸς, ὡς ῥύω καὶ ξύω ῥυσμὸς καὶ ξυσμὸς, καὶ μεταβολῇ ὁμοίᾳ τοῦ σ εἰς θ ὠρυθμὸς παρὰ Κοΐντῳ. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ συνερᾶσθαι καινὸν ὄν. καὶ ἴσως ἀπ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
