# Commentarii ad Homeri Odysseam 1.439.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.439.1

αὐτοῦ γίνεται κατ' ἔννοιαν ἐναντίαν τὸ ἐξερᾶν, οὗ πλείων χρῆσις, ἔτι δὲ καὶ τὸ συμφέρειν γλυκέως ῥηθὲν καὶ δηλοῦν τὸ συνάγειν, ὅπερ ἐπὶ βαστάγματος συνδιαφέρειν λέγεται. ἀφ' οὗ τροπικῶς εἴρηται τὸ, συνδιαφέρει ὁ δεῖνα τῷ δεῖνι τὴν ἀρχήν. ἔτι ὅρα καὶ τὸ, αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ὅ πέρ ἐστι περίφρασις τοῦ, αἱ συμβολαὶ, αἱ συμποσιακαὶ δηλαδὴ, ὧν δήλωσις καὶ ἐν τῇ α ῥαψῳδίᾳ τέθειται. (Vers. 598.) Τὸ δὲ λᾶαν βαστάζειν καὶ τὸ ὠθεῖν ἐοίκασιν ἀντικειμένως ἔχειν. βαστάζεται μὲν γὰρ τὸ φερόμενον, ὠθεῖται δὲ τὸ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω βιαζόμενον. πῶς οὖν τὸν αὐτὸν λίθον καὶ βαστάζει καὶ ὠθεῖ ὁ Τάνταλος; ἔστι δὲ εἰπεῖν ὡς ἴσως εἰς μὲν τὸν λόφον ὤθει, ὅτε δὲ κατακυλισθεὶς ὁ λίθος ἀπεστράφη πέδονδε, τότε βαστάζων αὐτὸν ἕως τῶν ποδῶν τοῦ λόφου εἶτα πάλιν ὤθει ἄνω. (Vers. 594.) Τὸ δὲ σκηρίπτεσθαι, ἀφ' οὗ συγκοπὲν τὸ σκήπτεσθαι ποιεῖ τὸ σκῆπτρον καὶ τὸ σκηπάνιον, ἀντέρεισιν δηλοῖ. (Vers. 595.) Τὸ δὲ λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον, ἐπαινεῖται χάριν τῆς συνθήκης. ἐμφαίνει γὰρ τὴν δυσχέρειαν τοῦ τῆς ὠθήσεως ἔργου τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ, δι' ὧν ὀγκούντων τὸ στόμα οὐκ ἐᾶται τρέχειν ὁ λόγος, ἀλλ' ὀκνηρὰ βαίνει συνεξομοιούμενος τῇ ἐργῳδίᾳ τοῦ ἄνω ὠθεῖν. (Vers. 597.) ἀμέλει τὸ, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδὴς ἀχάσμητον ὂν καὶ διατοῦτο οἷον τροχαστικὸν τῇ φράσει, τὸ εὐπετὲς δηλοῖ τῆς τοῦ λίθου καταφορᾶς. Λᾶας δὲ οὐ μόνον λίθος ἐνταῦθά τε καὶ ἀλλαχόθι μυριαχοῦ κλινόμενος λάαος καὶ κατὰ κράσιν λᾶος, ἀλλὰ καὶ Ἤλιδος ἐπίνειον κατὰ τοὺς παλαιοὺς, οὗ μέμνηται καὶ Λυκόφρων κατὰ κράσιν ἐν τῷ· καὶ Λᾶν περήσεις. Λόφος δὲ δῆλον ὡς οὐ μόνον γῆς ὕψος, ἀλλὰ καὶ μέρος ποτὲ τραχήλου ζωϊκοῦ, ἐξ οὗ καὶ καταλοφάδια, ὡς καὶ προεδηλώθη, ἀντὶ τοῦ κατὰ τοῦ τραχήλου. ὅθεν καὶ λωφῆσαι φασὶ κυρίως τὸ ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἐκταθείσης δηλαδὴ τῆς ἀρχούσης, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται. (Vers. 596.) Ἄκρον δὲ ὑπερβαλεῖν τὸ ὑπὲρ ἄκρον λόφον ῥῖψαι τὸν λίθον, τουτέστιν ἐπὶ τὸ ἐκεῖθεν μέρος τοῦ λόφου. καὶ ἔστιν ἡ μεταφορὰ ἐκ τῶν ἀκοντιζόντων καὶ τῶν τοιούτων, οἳ κατ' ἐπίτασιν βολῆς ὑπερβάλλουσι τὸν σκοπόν. Τὸ δὲ κραταιῒς, ἐπίῤῥημά ἐστιν ἀντὶ τοῦ κραταιῶς. ἀναλογεῖ δὲ τῷ λικριφὶς καὶ τοῖς τοιούτοις. γράφεται δὲ καὶ ἐν δυσὶ λέξεσι, κραταῖ' ἲς, ἤγουν ἡ κραταιὰ ἰσχὺς τοῦ λίθου. εἰ δὲ ἶνα λέγει ἐπὶ λίθου ποιητικώτερον, καινὸν οὐδὲν, εἴγε καὶ ἀναιδῆ τὸν τοιοῦτον λέγει, ἐκ τῶν ἐμψύχων καὶ τοῦτο μεταγαγών. εἰ δὲ τὸ μακρὸν α τοῦ κραταιὰ ἐξεθλίβη, καινὸν οὐδὲ αὐτὸ τάγε εἰς ποίησιν. ἐνθυμητέον γὰρ ἐνταῦθα δίχα μυρίων ἄλλων καὶ τὸ, ἐὰν χρεῖ' ᾖ, ἤγουν εἰ χρεία ὑπάρχει. Ἰστέον δὲ καὶ ὅτι ὁ τὴν Ὀδύσσειαν παραφράσας καλὸς ῥήτωρ τὸ κραταῖ' ἲς οὐ φιλεῖ, ἐθέλει δὲ ἢ κραταιῒς γράφειν ἢ γοῦν ἀλλὰ κραταῒς ὥς τινα τῶν ἀντιγράφων φέρει. γράφει γὰρ οὕτως. Ὁ Σίσυφος ἐώθει πρὸς τὸν ὦμον πέτρον μέγαν καὶ ἐμβριθῆ, χαλεπωτάτην δὴ καὶ οὗτος αὖ συμφορὰν διαντλῶν. κυλινδεῖν γὰρ ἦν ἀνάγκη αὐτῷ πρός τινα ὄρθιον καὶ ὑψηλὴν λόφου ἄκραν τὸν λίθον. καὶ ἐποίει τοῦτο τοῖς ποσὶ καὶ ταῖς χερσὶ γλίσχρως καὶ χαλεπῶς ἀντιλαμβανόμενος, ὡς δὴ ὑπερκυλίσων τῆς ἄκρας εἰς τὸ ἐπίκεινα, ὁπότε δὲ ἐγγυτάτω γένοιτο τῇ ἐλπίδι κατειργάσασθαι τοῦτο, δαίμων τις ἰσχυρὸς ὀνόματι Κραταῒς ὑποφέρεσθαι ἐποίει κάτω τὴν πέτραν ἀποστρέψασα. (Vers. 598.) Τὸ δὲ τιταινόμενος σχῆμα ὠθοῦντος δηλοῖ, ὃς χεῖράς τε καὶ πόδας τιταίνει βιαζόμενος τὸ ὠθούμενον. (Vers. 597.) Ὅρα δὲ φανερὰν καὶ ἐνταῦθα διαφορὰν τοῦ κυλίειν καὶ τοῦ ὠθεῖν. ὠθεῖται μὲν γὰρ λίθος κάτωθεν ἄνω, κυλίνδεται δὲ ἀνάπαλιν. (Vers. 598.) ὁ δὲ καταῤῥέων ἱδρὼς φάντασμα καὶ αὐτὸς καὶ οὐκ αὐτόχρημα ἱδρώς. (Vers. 600.) Ὅτι ἐκ τοῦ γνωρίμου Ἀγαμέμνονος Ὀδυσσεὺς ἀρξάμενος λαλεῖν τὰ περὶ ἡρώων εἰς τὸν ἀνδρειότατον Ἡρακλέα παύει τὸν λόγον, ὃν καὶ σκιαγραφεῖ ἐν Ἅιδου δεινὸν, καὶ κατ' αὐτὸ τοῦτο ἐοικότα νυκτὶ, καὶ δεινὸν παπταίνοντα, καὶ τόξον ἔχοντα γυμνὸν, ὡς καὶ δοκεῖν βαλεῖν ἂν, καὶ τελαμῶνι χρώμενον, ὃς τῷ Ἡρακλεῖ συνεξηγρίωτο οἷς ἔφερε δεινοῖς ποικίλμασιν, ἵνα φαντάζοιτο καὶ αὐτὸς καθ' ἣν ἐν ζῶσιν εἶχε σμερδαλεότητα. διαβάλλουσι δὲ καὶ τὸν τοιοῦτον τόπον οἱ ὁμηρομάστιγες διὰ τὸ εἰπεῖν τὸν ποιητὴν ὅτι τε τὴν Ἥβην ἔχει τὸν Διὸς καὶ Ἥρας θυγατέρα κατὰ τὸν μῦθον, καὶ ὅτι εἴδωλον μὲν αὐτοῦ ἐν Ἅιδου, αὐτὸς δὲ σὺν θεοῖς ἄνω τέρπεται, καὶ ὅτι ὁπλοφορεῖ, ὡς ἐῤῥέθη, καὶ ὅτι αὐτίκα ἰδὼν τὸν Ὀδυσσέα λαλεῖ πρινὴ πιεῖν αἵματος. ἀλλὰ τοῦτο μὲν λυθείη ἂν διὰ τοῦ νοηθῆναι ὡς κατὰ τὸ σιωπώμενον ἔπιε. πρὸς δὲ τὰ ἄλλα ὅσα φασὶν ἐκεῖνοι, ὅτι δηλαδὴ οὐκ ἂν πιθανῶς λέγοι τὴν Ἥβην Ἡρακλέος γυναῖκα ἣν ὁ μῦθος θεοῖς φησὶ παρθένον οὖσαν οἰνοχοεῖν, καὶ πῶς οἷόν τε τὸν αὐτὸν ἐν Ἅιδου τε εἶναι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
