# Commentarii ad Homeri Odysseam 1.44.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.44.1

ἐπ' ἠπείρου ἢ εἰν ἁλὶ κῦμα κυλίνδει, σχῆμά ἐστι περιφράσεως. βούλεται γὰρ εἰπεῖν, βίον ἀνδρὸς ὃς ἐν πλάνῃ θανὼν, οὐκ ἐτάφη. τοῦ γὰρ τοιούτου ἀνδρὸς, ἢ ἐν χέρσῳ ἢ ἐν θαλάσσῃ τὰ ὀστᾶ. Ἐνταῦθα δὲ τὸ ἀνέρος, ἐκτείνει τὴν ἄρχουσαν ὡς καὶ ἀλλαχοῦ. ἐν δὲ ἑτέροις τόποις, τὸ αὐτὸ καὶ συστέλλεται, Τὸ δὲ δή που νῦν μὲν τοπικῶς κεῖται. ἄλλως δὲ παρὰ τοῖς ὕστερον Ἀττικοῖς, καὶ αὐτὸ καὶ τὸ δήπουθεν, βεβαιωτικά εἰσιν. ὥσπερ τὸ δηλαδή. καὶ τὸ πάντως. καὶ τὸ ἀμέλει. καὶ αὐτὸ γὰρ ὡς τὰ πολλὰ καθάπερ ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀντὶ τοῦ πάντως λαμβάνεται, συγκατάθεσιν δηλοῦν. τὸ μέντοι δῆθεν, ἀλλ' αὐτὸ δισταγμοῦ ἐστιν ἐπίῤῥημα. Λευκὰ δὲ ὀστέα λέγει ὡς καὶ ἐν Ἰλιάδι λευκὸν ὀδόντα συὸς, κατὰ κοινὸν ἐπίθετον. καί τοι τινὲς ὑπώπτευσαν, πρὸς ἀντιδιαστολὴν λέγεσθαι, διὰ τὸ καὶ μέλανα ὀστᾶ φαίνεσθαι εἶναι καθά τινες ἐν Ἰλιάδι ἀνέγνων, ἀετοῦ μελανόστου θηρητῆρος, τουτέστιν ὀστᾶ μέλανα ἔχοντος. ὅπερ ἀντιλέγεται. οὕτω καὶ κρῖ λευκὸν εἰπόντος τοῦ ποιητοῦ, δοκεῖ τισι, πρὸς διαστολὴν κρίμνου μέλανος οὕτω ῥηθῆναι. ὡς ὄντος καὶ τοιούτου ἀληθῶς ἔν τισι τόποις, οἷον καὶ τοῖς περὶ Λυκαονίαν. ὁ δὲ ποιητὴς, ἔοικεν ἁπλοϊκῶς καὶ τοῦτο εἰπεῖν, ἐπειδὴ τὸ κρῖμνον οὗ παράγωγον ὁ κριμνίτης πλακοῦς καθὰ καὶ σταιτίτης ὁ ἀπὸ σταιτὸς καὶ μέλιτος, σίτου λευκότερον. (Vers. 163.) Τὸ δὲ κυλίνδω, ἀεὶ παρὰ τῷ ποιητῇ βαρύνεται. εἰ καὶ παρὰ τοῖς ὕστερον περισπᾶται. οἳ κυλινδεῖσθαί φασι καὶ τὰ ὅμοια. Τὸ δὲ ἐν ἁλὶ, εἰν ἁλὶ ὁ ποιητὴς λέγει κατὰ συνήθη ἐπένθεσιν τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι ἡ εν πρόθεσις ταῖς μὲν δισυλλάβοις ἐξομοιοῦται προθέσεσι, τῇ ἐπεκτάσει. οἷον, ἐνὶ προθύροις Ὀδυσῆος. ταῖς δὲ μακραῖς μονοσυλλάβοις, τῇ ῥηθείσῃ τοῦ ι ἐπενθέσει. ταῖς δὲ λοιπαῖς, καθ' ἑαυτὴν οὖσα. (Vers. 164.) Ὅτι προϊὼν μὲν ὁ ποιητὴς, ἐρεῖ. ὡς ἐὰν Ὀδυσσεὺς εἰς τὰ ἑαυτοῦ ἔλθῃ, τὰ τοῦ οἴκου θύρετρα καὶ μάλα εἰς εὖρος ἀναπεπταμένα, στενοχοροῖντο ἂν τοῖς μνηστῆρσι τεθορυβημένως φεύγουσιν. Ὀδυσσεὺς δὲ πρός τινα λαλῶν λέγει. μὴ σύγε τύχης ἐνταῦθα ὅτε Ὀδυσσεὺς ἔλθοι. νῦν δὲ ἄλλως φράζων τὴν ἐσομένην τῶν μνηστήρων ἀγωνίαν, φησίν. (Vers. 164.) ἐὰν ἐκεῖνον ἴδοιεν νοστήσαντα, εὔξαιντο ἂν ἐλαφρότεροι πόδας εἶναι ἤπερ ἀφνειότεροι χρυσοῦ τε ἐσθῆτός τε, καὶ ἔστιν ἀστεῖος πάνυ ὁ λόγος οὗτος. θέλουσι μὲν γὰρ αὐτοὶ, βαρεῖσθαι πολλῷ χρυσῷ καὶ ἐσθῆτι. ἴσως μὲν, κειμηλίοις. ἴσως δὲ καὶ οἷς φοροῦσιν. ἀλλὰ τότε, οὐ μόνον αὐτὰ ἀποθήσονται, ἀλλὰ καὶ ἄλλως ἐλαφρότεροι γενέσθαι εὔξονται ὡς ἂν ῥᾷον ἔχοιεν φεύγειν. ὅπως δὲ καὶ βαροῦνται χρυσῷ καὶ χαίρουσι τοῦτο πάσχοντες οἱ τὸν ἀλλότριον πλοῦτον ἐπαχθιζόμενοι, ὁ τῆς ἱστορίας Ἀλκμαίων δηλοῖ. ὃς τὸν Λυδῶν βασιλέα, γέλωτος ἔπλησεν, ἰδόντα τὸ αὐτοῦ εἰδεχθὲς καὶ κατάπονον ὅτε τοῦ βασιλικοῦ θησαυροῦ ἐξήει γέμων χρυσοῦ. Σημείωσαι δ' ἐνταῦθα ὅτι τὲ βάρος τι ὁ ποιητὴς εἶναι ὑπολαλεῖ ἐν τῷ ἄγαν ἀφνειόν τινα εἶναι, καὶ τὸ ἐλαφρότεροι πόδας ὅ ἐστιν ἐλαφηροὶ καὶ ταχεῖς δίκην ἐλάφου, κυριολεκτεῖται μᾶλλον μεταφορικῶς, ἤπερ τὸ πλέειν ἐλαφρῶς. ὡς τὸ, τά οἱ πλώοιεν ἐλαφρῶς. καὶ μὴν ἐκεῖνο οἰκειοῦται τῇ ἐλάφῳ, οὐχ ὡς ταχυδρόμῳ μέντοι ἀλλ' ὡς κούφῃ νήχεσθαι. (Vers. 167.) Ὅτι τὸ ἡμῖν καὶ ἡμῶν καὶ καὶ ἡμᾶς, ἐγκλίνονται μὲν παρὰ τοῖς παλαιοῖς. οὐκ ἀνακλίνουσι δὲ ἑτέρᾳ λέξει τὸν τόνον, ἀλλ' ἀναπέμπουσιν εἰς τὴν οἰκείαν παραλήγουσαν. οἷον, ἧμιν, ἥμων, ἥμας. ὥσπερ καὶ ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων ἔχουσιν. οὐδέ τις ἧμιν θαλπωρή. μονόχρονος μὲν οὖν ποτε λέξις, ἐγκλιθήσεται. οἷον τὸ τίς. καὶ δίχρονος, οἷον τὸ τινές. καὶ τρίχρονος, οἷον τὸ φημί. καὶ τὸ τινῶν. τετράχρονος δὲ λέξις, οὖκ ἂν ἀπαλλαγείη παντελῶς τοῦ οἰκείου τόνου. ὡς διὰ τὸ βριθὺ τῆς τετραχρονίας, κωλουμένης τῆς προπαροξυτονήσεως. Ὅτι τὸ ἐν πλάνῃ τινὰ θανεῖν, οὕτω φράζει, νῦν δ' ὁ μὲν, ἀπόλωλε κακὸν μόρον. καὶ, τοῦ δ' ὤλετο νόστιμον ἦμαρ. Ὅτι ὁ ἀπελπίσας, εἴποι ἂν, οὐδέ τις ἡμῖν θαλπωρή, ὃ γράφεται καὶ ἐλπωρή. (Vers. 168.) Ἰστέον δὲ ὅτι τὴν χαροποιὸν ἐλπίδα θαλπωρὴν λέγει, ἐπεὶ θάλπει τοὺς πολλοὺς ἡ τῶν ἀγαθῶν ἐλπίς. ὥσπερ αὖ πάλιν ἡ τῶν ἐναντίων, οὐ μόνον ψύχει ἁπλῶς, ἀλλὰ πολλοὺς καὶ ἀπονεκροῖ. καὶ ἡ τραγῳδία δὲ τὸν κενὴν θαλπωρὴν ἔχοντα, κεναῖς ἐλπίσι λέγει θερμαίνεσθαι. καὶ θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχειν. (Vers. 171.) Ὅτι πρὸς τὸν ἐξ ἀλλοδαπῆς νέον ἐλθόντα καὶ ἀγνοούμενον, οἰκεῖον τὸ, τίς πόθεν εἶς ἀνδρῶν πόθι τοι πόλις ἠδὲ τοκῆες. καὶ τὸ, καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον ὄφρ' εὖ εἰδῶ, ἠὲ νέον μεθέπεις ἤγουν εἰς ἡμᾶς ἥκεις, ἢ καὶ πατρώϊος ἐσσὶ ξεῖνος. (Vers. 173.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πόθεν εἶς ἀνδρῶν, εἰ μὲν περισπᾶται τὸ εἶς, δηλοῖ ἂν τὸ ἥκεις, ἀπὸ τοῦ εἶμι ῥήματος ὃ δηλοῖ τὸ ἔρχομαι. εἰ δὲ δίχα τόνου ἐστὶν ὅπερ ἀρέσκει τοῖς ἀκριβεστέροις

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
