# Commentarii ad Homeri Odysseam 1.440.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.440.1

καὶ ἐν οὐρανῷ, καὶ ὡς οὐδὲ πιθανὸν οὐδὲ τὸ τοιαύτην ἔχειν σκευήν. καὶ τοιαῦτά τινα ἐγχειροῦσιν ἕτεροι λυτικῶς ὡς αὐτοὶ ἐθέλουσι. Σημειοῦνται δὲ οἱ παλαιοὶ, ὅτι τε διάφοροι Ἡρακλεῖς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ὧν εἷς καὶ ὁ Διὸς καὶ Ἀστερίας, ὅς φασι πορευόμενος εἰς Λιβύην ἀνῃρέθη μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δ' αὐτῷ προσενεγκόντος ὄρτυγα ὀσφρανθεὶς ἀνεβίω. ἔχαιρε γάρ φασι καὶ περιὼν τῷ ζῴῳ τούτῳ, καὶ ὅτι ἐνταῦθα μόνον παρὰ τῷ ποιητῇ θεὸς Ἡρακλῆς πέπλασται. παραπηγνύουσι δὲ τῷ εἰρημένῳ περὶ ὄρτυγος λόγῳ, ὅτι καὶ ὀρτύγιον λέγεται παρὰ τοῖς κωμικοῖς ὑποκοριστικῶς, οὗ χρῆσις τὸ, τίσυον ποιεῖν δύνασαι ὀρτυγίου ψυχὴν ἔχων. φράζει δὲ τὸν περὶ Ἡρακλέος τόπον ὁ ποιητὴς οὕτω, εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον, αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίῃς. καὶ ἔχει καλλίσφυρον Ἥβην παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὣς, (Vers. 605.) πάντοσε ἀτυζομένων ἤτοι ταρασσομένων, ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικὼς, γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῇφιν ὀϊστὸν, δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικὼς, σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ, χρύσεος ἦν τελαμὼν, ἵνα θέσκελα ἔργα τέτυκτο. ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε, φόνοι τ' ἀνδροκτασίαι τε. (Vers. 612.) εἶτα ἐπισημαινόμενος καινόν τι καὶ ἐπιτυχὲς χρῆμα τὸν ἀορτῆρα εἶναι φησί· (Vers. 613.) μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ, τουτέστιν, ὃς ἐκεῖνον τὸν τελαμῶνα ἐποίησε, τοῦτο γάρ ἐστι περιφραστικῶς τὸ, ἑῇ ἐγκάτθετο τέχνῃ, ἐκεῖνος τεχνήσαιτο ἤτοι ἐτεχνήσατο αὐτὸν, μὴ τεχνησάμενος μήδ' ἄλλο τι, τουτέστιν οὐδὲν ἄλλο διὰ βίου ποιήσας ἔργον ἀλλ' ἢ μόνον ἐκεῖνον, ἢ καὶ ἄλλως, οὐδὲν ἕτερον τοιοῦτον ἔργον τεχνησάμενος. ὡς εἴτις φασὶν εἴποι ὅτι Φειδίας ποιήσας τὸν Δία τοιοῦτον οὐδὲν ἄλλο τῇ ἑαυτοῦ τέχνῃ ἐγκατέθετο. Ἕτεροι δὲ τὸν λόγον εἰς ἀρᾶς δεξάμενοι σχῆμα φασὶν ὡς μὴ γένοιτο τῷ τεχνησαμένῳ τὸν τελαμῶνα ἐκεῖνον ἄλλο τι τεχνήσασθαι, ὃς οὕτω σμερδαλέον καὶ φοβοποιὸν πρᾶγμα ἐσκεύασεν, ἢ μᾶλλον, μὴ ὁ τεχνησάμενος ποιήσοι τι ἕτερον ἔργον, ὃς περὶ ἕνα μόνον ἐκεῖνον τὴν τέχνην ἀνάλωσε καὶ οὐ πολλοὺς τοιούτους ἀσχοληθεὶς ἐτεχνήσατο. καὶ ἔστι τὸ μὴ τεχνησάμενος μήδ' ἄλλο τι τεχνήσαιτο περιττότητα ἔχον τοῦ ἑνὸς ἀπαγορευτικοῦ ἐπιῤῥήματος. ἤρκει γὰρ εἰπεῖν, μὴ τεχνησάμενος ἄλλο τι, ἢ τεχνησάμενος μήδ' ἄλλο τι. ὁ δὲ, τὴν ἄκραν ἐμφαίνων ἀπαγόρευσιν, ἐδίπλασε τὸ μη καθ' ὁμοιότητα τοῦ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς, καὶ τῶν τοιούτων. τινὲς δὲ τὸν τοιοῦτον στίχον δυσσὶ κόμμασι μερίσαντες τὸ μὲν πρῶτον ἐλλειπτικῶς νοοῦσι, τὸ δὲ δεύτερον ἐντελῶς, ἵνα ᾖ, μὴ τεχνησάμενος εἴη, μήδ' ἄλλο τι τεχνήσαιτο. καὶ ἔστιν ὅμοιον τῷ, μὴ μνηστεύσαντες μήδ' ἄλλοθ' ὁμιλήσαντες. καὶ ἐκεῖνο γάρ τινες τοιῶσδε εἶπον, μὴ μνηστεύσαντες εἶεν καὶ ἑξῆς. (Vers. 600.) Σημείωσαι δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἡρωϊκοῖς προσώποις τοῖς ἀπὸ τοῦ ἰδεῖν ἐχρᾶτο ῥήμασιν ὁ ποιητὴς, οἷον· τὰς δεῖνα ἴδον, ἢ εἰσεῖδον, ὁμοίως καὶ τοὺς δεῖνα, ἐπὶ δέ γε Ἡρακλέος καὶ Ὠρίωνος τὸ εἰσενόησα εἶπε. καὶ ὅτι καθὰ περὶ τὸν Ἀγαμέμνονα ψυχαὶ ἄλλαι ἀγειγέρατο ὅσαι ἅμα αὐτῷ ἔθανον, καὶ τῷ πελωρίῳ δὲ Ὠρίωνι θῆρες οὓς αὐτὸς κατέπεφνε, οὕτω καὶ περὶ τὸν Ἡρακλέα, τρόπον μέντοι ἄλλον, θῆρες φαίνονται, οὐ παρ' αὐτοῦ πεσόντες, ἀλλὰ τῷ παρ' αὐτῷ τελαμῶνι σκιαστικῶς ἐμφαινόμενοι. (Vers. 605.) Καὶ ὅτι τὸ, ἐρεμνῇ νυκτὶ ἐοικὼς καὶ ἑξῆς ἕως τοῦ, βαλέοντι ἐοικὼς, χρήσιμον εἰς τὸν ἀπειλούμενον ἀτέλεστα, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος ἐν Ἅιδου εἴδωλον οὐκ εἶχε βλάπτειν εἰ καὶ βαλέοντι ἐῴκει. σπαταλῶντα δέ τινα δηλοῖ τὸ, αὐτὸς δὲ τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. (Vers. 600 et 601.) Τὸ δὲ βίην Ἡρακληείην, εἴδωλον, ἦν μὲν ἂν κοινὸν εἴπερ ἐγράφη βίης Ἡρακλέος εἴδωλον. ὡς δὲ νῦν κεῖται, Ὁμηρικόν ἐστι καὶ Ἀττικὸν, τελείας μὲν στιζομένης ἐν τῷ βίην Ἡρακληείην, εἶτα πρὸς σαφήνειαν ἐπαγομένου τοῦ εἴδωλον, ἵνα μὴ νοοῖτο ἄρτι Ἡρακλῆς αὐτὸς ἐκεῖνος, ἀλλὰ τὸ αὐτοῦ εἴδωλον, ὡς τοῦ μὲν σώματος καυθέντος κατὰ τὴν Τραχινίαν Οἴτην, τῆς δὲ ψυχῆς ἄνω οὔσης, τοῦ δὲ εἰδώλου περὶ τὸν Ἅιδην, οὗ καταπαίζει εὐφυῶς ὁ Λουκιανός. (Vers. 603.) Ἡ δὲ Ἥβη ἀλληγορικῶς Διὸς καὶ Ἥρας λέγεται διὰ τὸ ἀκάματον καὶ ἀεὶ νεάζον τῶν στοιχείων εἰς ἅπερ ἀλληγορεῖται Ἥρα καὶ Ζεύς. ἀπὸ Ἥβης δὲ οὐ ταύτης τῆς μυθικῆς οὐδὲ μὴν τῆς καθ' ἡλικίαν, ἀλλὰ τῆς κατὰ μέρος σωματικὸν, ὅθεν καὶ τὸ ἐφήβαιον, ἔτι δὲ καὶ τὸ ἡβυλλιᾶν παρὰ τῷ κωμικῷ, ἔπαιξέ τις τῶν παλαιῶν ἐξ ἀφορμῆς τῆς κατὰ τὸν μῦθον Ἥβης οὕτως· ἐκαυχήσατό τις φιλεῖν τράχηλον γυναικὸς καὶ τιτθοὺς καὶ ὀμφαλόν. καὶ αὐτὸς μὲν οὕτως ἔφη, ὁ δὲ ἀκούσας εἶπεν ὡς πονηρὸν τοῦτ' ἤδη. καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
