Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.441.1
Not analysed yet
τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκεν. (Vers. 604.) Νεκύων δὲ κλαγγὴν ἐνταῦθα εἰπὼν ὡς οἰωνῶν ἐρεῖ ἀλλαχοῦ τρισμὸν ψυχῶν τῶν ἐν Ἅιδου οἷα νυκτερίδων, ὡς ἐκεῖ φανεῖται. (Vers. 605.) Τὸ δὲ ἐοικὼς οὕτω καίριον, ὥστε δὶς αὐτὸ εἶπεν ἐν τῷ, νυκτὶ ἐοικὼς, καὶ βαλέοντι ἐοικώς. ἔνθα καὶ κάλλος ἐστὶν, ὡς ἐν τέλει στίχων κειμένων τῶν τοιούτων μετοχῶν. Γυμνὸν δὲ τόξον λέγει τὸ ἔξω γωρυτοῦ. (Vers. 606.) Ἀορτὴρ δὲ καὶ τελαμὼν ταυτά εἰσι κατὰ πολυωνυμίαν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν ἀορτὴρ, εἶτα πρὸς ἑρμηνείαν ἐπαγαγὼν τὸ, χρύσεος τελαμών. γίνεται δὲ ὁ ἀορτὴρ παρὰ τὸ ἀείρω, τὸ κρεμῶ καὶ μετεωρίζω, καὶ δηλοῖ τὸν κρεμαστῆρα τοῦ ξίφους. (Vers. 610.) Σύες δὲ ἀγρότεροι πρὸς διαστολὴν τῶν οἰκοτραφῶν σιάλων. Χαροποὶ δὲ λέοντες οἱ τοιούτους ἔχοντες τοὺς ὀφθαλμούς. χρώματος δὲ ὀφθαλμῶν δηλωτικὸν καὶ τὸ χαροπὸν, λεγόμενον καὶ ἐπὶ παρδάλεων. ἀπὸ δὲ τῆς τοιαύτης χαροπότητος καὶ χάρων ὁ λέων ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκεῖνο δὲ ἴσως καὶ κατ' ἀντίφρασιν. μᾶλλον γὰρ φοβερὸς ὁ λέων καὶ οὐ χαρὰν ποιῶν, ἤδη δὲ καὶ κατὰ τὸ θανατοποιόν. ἐπεὶ καὶ ὁ Χάρων ἐν Ἅιδου διακονεῖ. (Vers. 611.) Τὸ δὲ ὑσμῖναί τε μάχαι τε ταυτά εἰσιν, ὥσπερ καὶ τὸ, φόνοι τ' ἀνδροκτασίαι τε. (Vers. 613.) Τὸ δὲ ἑῇ ἐγκάτθετο τέχνῃ, δηλοῖ μὲν, ὡς ἐῤῥέθη, κατὰ περίφρασιν τὸ ἐτεχνήσατο. πάνυ δὲ καλῶς ἐνταῦθα ἔχει τὸ ἐγκατέθετο, διὰ τὸ μὴ ῥᾷον καὶ ἀπόνως κατεσκευάσθαι τὸν ἀορτῆρα, ἀλλὰ κειμηλιωθῆναι οἷον εἰς χρονίαν κατασκευήν. (Vers. 616.) Ὅτι ὁ ποιητής τε καὶ ὁ Ὀδυσσεὺς ὁ μὲν συνιστῶν παρὰ Φαίαξιν ἑαυτὸν ὡς Ἡράκλειον ἆθλον μικροῦ ἀνύσαντα καὶ τῶν Ἡρακλέος ἄθλων τὸν δυσκατεργαστότερον, ὁ δὲ τὸ ἄπιστον τῆς εἰς Ἅιδου καθόδου τοῦ Ὀδυσσέως θεραπεύων ῥητορικῷ νόμῳ δι' ὁμοίου διηγήματος ὡς μηκέτι καινὸν ὂν τὸ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλοτε τοιοῦτόν τι γέγονε, πλάττουσι τὸν Ἡρακλέα ἐν Ἅιδου, ὡς ἔγνω τε τὸν Ὀδυσσέα καὶ διογενῆ καὶ πολυμήχανον ὀνομάσας προσφωνεῖ οὕτως· ἆ δειλέ, (Vers. 617.) ἦ δή τινα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις, ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο. Ζηνὸς μέν φησι πάϊς ἦα Κρονίονος. αὐτὰρ ὀϊζὺν (Vers. 620.) εἶχον ἀπειρεσίην. μάλα γὰρ πολὺ χείρονι φωτὶ (Vers. 621.) δεδμήμην. ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους, ὃ δὴ ἔχει τι λέγειν ἀγαθὸς ἀνὴρ ὑποτεταγμένος χείρονι τινὶ καὶ δεινὰ ἐπιτασσόμενος. εἶτα ἐπιφέρει· (Vers. 622. 623.) καὶ ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντα, οὐ γὰρ ἔτ' ἄλλον φράζετο τοῦδέ τί μοι κρατερώτερον εἶναι ἄεθλον. (Vers. 624.) τὸν μὲν ἐγὼν ἀνένεικα, τὸν κύνα δηλαδὴ Κέρβερον, καὶ ἤγαγον ἐξ Ἀΐδαο. (Vers. 625.) Ἑρμείας δέ μ' ἔπεμψεν ὁ κλεπτικὸς καὶ γλαυκῶπις Ἀθήνη. Ἰστέον δὲ ὅτι καὶ Ἡρακλῆς, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, εἰς φιλόσοφον ἄνδρα ἐκλαμβάνεται παρὰ τοῖς παλαιοῖς. διὸ καὶ οὐκ ἀπίθανον Ὀδυσσέα τε καὶ Ἡρακλέα φιλοσοφίας τροφίμους ἄνδρας, τὰ αὐτὰ ποιεῖν ἐνεργήματα. ὅθεν καὶ καθὰ τῷ Ὀδυσσεῖ Ἀθηνᾶ τὰ πλείω κατορθοῖ, δι' ἧς καὶ τῆς Καλυψοῦς ἀπολέλυται συμπράξαντός τι καὶ τοῦ Ἑρμοῦ, οὕτω καὶ τὸν Ἡρακλῆ Ἀθηνᾶ πέμπει καὶ Ἑρμῆς, ἀνάξοντα τὸν θρυλούμενον Κέρβερον. οὗ ἡ ἀλληγορία ἑτέρωθι κεῖται. (Vers. 617.) Ἰστέον δὲ ὅτι τὸ, ἆ δειλὲ καὶ ἆ δειλοὶ, πολλαχοῦ κείμενον πολλάκις καὶ ἐδηλώθη τί δηλοῦν βούλεται. Ἠγηλάζειν δὲ κατὰ τοὺς παλαιοὺς τὸ διώκειν, ἄγειν, φυγαδεύειν, πορθεῖν, ἵνα ᾖ τὸ κακὸν μόρον ἠγηλάζεις ἀντὶ τοῦ κακὴν τύχην ἄγεις, καὶ τὸ πάγχυ κακὸν ἠγηλάζει ἀντὶ τοῦ ὁδηγεῖ, ἄγει. πρωτότυπον δὲ αὐτοῦ, τὸ ἄγειν καὶ τὸ ἐλᾶν, ὅθεν ἀγηλᾶν, καὶ κατὰ παραγωγὴν ἀγηλάζειν, καὶ κατὰ τροπὴν ἠγηλάζειν. διὸ οὐδὲ δασύνεται ἡ ἄρχουσα. ἐκ τοῦ ἄγειν γάρ. χρήσιμον δὲ εἰς τοῦτο καὶ τὸ ἀγηλατεῖν παρὰ Σοφοκλεῖ. ἐκεῖνο μέντοι καὶ δασύνεται παρὰ τὸ ἄγος. (Vers. 618.) Τὸ δὲ ὀχέεσκον ἀντὶ τοῦ ᾤχουν ἤτοι ἔφερον, ἐβάσταζον, καὶ ἔστι τὸ, κακὸν μόρον ἠγηλάζειν, ἤγουν ἄγειν, καὶ κακὸν μόρον ὀχεῖν ἀντὶ τοῦ φέρειν ταυτόσημα. (Vers. 619.) Τὸ δὲ Κρονίονος ἐκτείνει μὲν καὶ ἐνταῦθα κατὰ ἀναχρονισμὸν τὴν προπαραλήγουσαν, συστέλλει δὲ τὴν παραλήγουσαν. (Vers. 620.) Ὡς δὲ πολὺ χείρων Ἡρακλέος ὁ ἐπιτάσσων αὐτῷ Εὐρυσθεὺς, καὶ ὅπως τοῦτο συνέβη, ἡ Ἰλιὰς δηλοῖ. (Vers. 621.) Τὸ δὲ ἐπιτέλλεσθαι διφορεῖται. λέγεται γάρ ποτε καὶ ἐπιτέλλειν ἐνεργητικῶς. (Vers. 622.) Τὸ δὲ ἔπεμψε δὶς ἐνταῦθα λεχθὲν διαφόρως εἴρηται. Εὐρυσθεὺς μὲν γὰρ πέμπει ἤτοι συστέλλει τὸν Ἡρακλέα. Ἑρμῆς δὲ καθ' ὁδηγίαν πέμπει. (Vers. 623.) Δὶς δὲ καὶ τὸ ἔτι ἐνταῦθα εἶπεν ἐν τῷ, οὐ γὰρ ἔτι ἄλλον φράζετο τοῦδ' ἔτι κρατερώτερον ἄεθλον, περιττῶς τοῦτό γε ποιήσας καὶ οὐ κατά τινα διαφοράν. Τὸ δὲ ἀνένεικα ἀντὶ τοῦ ἀνήνεγκα, λέγεται δὲ τὸ αὐτὸ καὶ ἀνενείκασθαι, ὅτε καὶ δηλοῖ τὸ ἀνελθεῖν, ὡς τὸ, ἀνενείκαντο εἰς τὸ Κωρύκιον παρὰ Ἡροδότῳ. ἴσως δὲ καὶ τότε ἀνακομιδήν τινα δηλοῖ