# Commentarii ad Homeri Odysseam 1.442.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.442.1

ὡς καὶ τὸ, ἐς Σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. τοιοῦτον δέ τι καὶ τὸ ἀνενείκατο φώνησέν τε, ἤγουν ἀναγαγὼν πνεῦμα, ἐμελῴδησεν. (Vers. 629.) Ὅτι ἐμφαίνων ὁ ποιητὴς πολλὰ μὲν ἔτι ἔχειν διηγήσασθαι περὶ παλαιῶν ἡρώων, οἷον καὶ τὰ κατὰ Θησέα καὶ Πειρίθοον, περιττὸν δὲ κρίνειν ἐμβραδύνειν τοῖς κάτω, ὃς καὶ Πατρόκλου καὶ Ἀντιλόχου πρὸ βραχέων μνησθεὶς, οὐδὲν ἱστόρησε περὶ αὐτῶν, ὡς ἂν μὴ ἐπιπολὺ παρατείνῃ τὸ ἐπεισόδιον, φησί· καὶ δὴ ἂν ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα. (Vers. 631.) ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. τοῦτο δὲ παρῳδηθῆναι δύναται εἴς τινα δεινὴν πολυπλήθειαν. (Vers. 630.) Ἀοίδιμος δὲ ἐν ἱστορίαις καὶ ὁ Πειρίθοος καὶ ὁ Θησεύς. οὓς καὶ ἐθέλειν διατοῦτο ἰδεῖν εἶπεν ὁ Ὀδυσσεύς. (Vers. 632.) χλωρὸν δὲ καὶ νῦν δέος τὸ χλωροποιὸν ἤτοι ὠχροποιὸν, ὡς καὶ οἶνος ἐρυθρὸς κατὰ τοὺς παλαιοὺς οὐ μόνον ὁ μέλας, ἀλλὰ καὶ ὁ ἐρυθροποιὸς τοῖς πίνουσιν. (Vers. 633.) Ὅτι δέδιεν Ὀδυσσεὺς ἐν Ἅιδου, μή μοι γοργείην κεφαλήν φησιν δεινοῖο πελώρου ἐξ Ἀΐδος πέμψειεν ἀγαυὴ Περσεφόνεια βραδύνοντι κάτω. Λέγει δὲ γοργείαν κεφαλὴν δαιμόνιόν τι φοβερὸν, ὅλην γοργόνα, κατὰ τὸ, Τεῦκρε, φίλη κεφαλή. φασὶ δὲ οἱ παλαιοὶ γελοῖον εἶναι τὸν φόβον, ὡς εἴπερ μὴ εἴδωλον καὶ ἡ γοργὼν ἐν Ἅιδου ἦν, ἀλλ' αὐτὴ ἐκείνη, ἐμφαίνει δὲ ὅμως Ὀδυσσεὺς ἀκολούθως τοῖς πεπλασμένοις, ὡς δεινὴ κατὰ τὴν ποτὲ ἀληθῆ γοργόνα, οὕτω καὶ ἡ τῆς Γοργόνος εἰκασία, γοργείην γὰρ κεφαλὴν οἱ παλαιοὶ τὴν τῆς Γοργόνος εἰκόνα φασί. κεῖται δὲ περὶ γοργείας κεφαλῆς καὶ ἐν Ἰλιάδι, ὅπου περὶ τῆς κατὰ τὴν Ἀθηνᾶν αἴγιδος ἐῤῥέθη. ἔνθα ὥσπερ ἡ ἔρις καὶ ἡ ἀλκὴ οὐκ αὐτὰ ἐκεῖνα εἰσὶ τὰ σωματοειδῆ, οὕτως οὐδὲ γοργεία αὐτόχρημα κεφαλὴ τῇ αἰγίδι ἐντέθειται, ἀλλὰ ἢ ἀντίμιμόν τι αὐτῆς, ἢ κατάπληξις δηλοῦται γινομένη διὰ τῆς αἰγίδος οἷα καὶ Γοργόνος τινός. Ἰστέον δὲ ὅτι τε καὶ πᾶς ἄγριος ἀνὴρ καὶ φοβερὸς λέγοιτο ἂν γοργείη κεφαλὴ δεινοῖο πελώρου. καὶ ὅτι ἄλλων ἄλλα φαμένων περὶ Γοργόνος ἤτοι Γοργοῦς, διττὴ γὰρ αὐτῆς ἡ κλίσις καθὰ καὶ τῆς ἀηδόνος καὶ τῆς χελιδόνος, Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι τὴν Γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπτα ἢ κατώβλεπτον. ἔστι δὲ προβάτῳ ἀγρίῳ ὅμοιον, κατὰ δέ τινας μόσχῳ. τῇ δ' ἀναπνοῇ πάντα τὰ ἐντυχόντα διαφθείρει. καὶ ἐμβλέψαν δὲ κτείνει, οὐ πνεύματι ἀλλὰ τῇ γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ. τοιούτῳ δ' ἂν εἰκάζοιτο ζῴῳ πᾶς ὁ κατὰ πρόσχημα μὲν ἀρετῆς κάτω νεύων εἰς γῆν, ἄλλως δὲ πῦρ, ὅ φασιν ὢν εἰς φθοράν. Ἰστέον δὲ ὅτι ἐκ τῆς ἐνταῦθα γοργείας κεφαλῆς καὶ ἐκ τοῦ ἐπέῤῥεεν ἔθνεα νεκρῶν λαβὼν ὁ Πλάτων ἔφη τὸ, ἐπιῤῥεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἑξῆς. παράγωγον δὲ ἡ γοργεία κεφαλὴ ἢ τῆς Γοργοῦς ἢ ἀλλὰ τῆς Γοργόνος, (Vers. 634.) ἵνα ᾖ γοργονείη καὶ ἐν συγκοπῇ γοργείη. Γοργόνος δὲ παράγωγον κτητικῷ τύπῳ καὶ τὸ γοργόνειον, εἴδωλόν τι αὐτὸ Γοργόνος ἀνακείμενον Ἀθηνᾷ πολιάδι, οὗ χρῆσις ἐν τῷ, τῆς θεοῦ τὸ γοργόνειον ἐκ τῆς ἀκροπόλεως ὑφελόμενος. ὅτι δὲ ἡ Περσεφόνη καὶ κόρη παρὰ τοῖς ὕστερον φέρεται λέγεσθαι κατά τινα ἐξοχὴν καὶ μᾶλλον παρ' Ἀττικοῖς, δῆλόν ἐστι. Πέμπει δὲ Περσεφόνη πρὸς ἐκφόβησιν γοργείαν κεφαλὴν, καθὰ καὶ Ἔμπουσαν ἦ Ἑκάτη. Ἔμπουσα γάρ, φασι, φάσμα δαιμονιῶδες ὑπὸ Ἑκάτης πεμπόμενον, ὃ τινὲς μὲν Ὀνόκωλιν λέγουσιν, οἱ δὲ Ὀνόσκελιν. (Vers. 638.) Ὅτι εἰ καὶ ἐν ἄλλοις ὁ ποιητὴς ἐμφαίνει θάλασσαν εἶναι τὸν Ὠκεανὸν κατὰ τοὺς φιλοσόφους, ἀλλ' ἐνταῦθα ποταμὸν φανερῶς αὐτὸν λέγει ποιητικῶς φράζων, οὔτε τῆς ἀληθείας ἐθέλων ἀπέχεσθαι, καὶ τῇ ποιήσει δὲ τὰ εἰκότα χαριζόμενος. φησὶ οὖν· τὴν δὲ νῆα κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο. πρῶτα μὲν εἰρεσίη, ἔπειτα δὲ κάλλιμος οὖρος. ὡσαύτως δὲ καὶ ἐν τῇ εὐθὺς ἐφεξῆς ῥαψῳδίᾳ. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς. ἴσως δὲ καὶ Ἀντίκλεια εἰποῦσα ὅτι μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα Ὠκεανὸς μὲν πρῶτα ποταμὸν δοξάζει καὶ τὸν Ὠκεανὸν, δηλοῦσα ἐκεῖ καὶ αὐτὴ, ὅτι πέραν Ὠκεανοῦ ἡ νεκύα πλάττεται τῷ ποιητῇ. καὶ τοῦτο μὲν ἁπλοϊκώτερον. ὁ δὲ γεωγράφος φησὶν ἐν τῷ· ἐπεὶ ποταμοῦ λίπε ῥόον Ὠκεανοῦ, μέρος τι Ὠκεανοῦ ὁ ποταμός. ἄλλως γάρ φησιν οὐκ ἂν λέγοιτο ὅτι ἐκ τοῦ Ὠκεανοῦ ἦλθεν εἰς τὸν Ὠκεανὸν, ὥστε κατὰ τὸν γεωγράφον δοκεῖ λέγειν Ὅμηρος ὡς ἐκ τοῦ μεγάλου Ὠκεανοῦ, τῆς ἔξω δηλαδὴ θαλάσσης, περὶ ἣν πλάττεται μυθικῶς καὶ ἡ τῆς Κίρκης εἶναι νῆσος, πλεύσας εἰς Ἅιδην διὰ ποταμοῦ Ὠκεανοῦ, εἶτα διὰ τοῦ αὐτοῦ αὖθις ποταμοῦ ἐπαλιννόστησεν εἰς τὴν θάλασσαν ἔνθα ἦν ἡ Κίρκη. ἐπάγει γὰρ, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο νῆσον Αἰαίην, ὥστε ἀπὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
