# Commentarii ad Homeri Odysseam 1.443

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.443

θαλάσσης Ὀδυσσεὺς διὰ ποταμοῦ Ὠκεανοῦ εἰς Ἅιδην ἐλθὼν εἶτα διὰ τοῦ αὐτοῦ ποταμοῦ ἐνεχθεὶς εἰς τὴν κατὰ Κίρκην εὐρύχορον ἀποκατέστη θάλασσαν ἥ τίς ποτε αὕτη θάλασσα, εἴτε ἡ ἕξω κατὰ τὸν Ὠκεανὸν, εἴτε καὶ μάλιστα ἡ καθ' ἡμᾶς ἑσπερία ἡ μετὰ τὸν μέγαν Ὠκεανὸν, πρὸς τῇ οἰκουμένῃ μὲν ἀληθῶς οὖσα περί που τὰ Τυῤῥηνικὰ ἢ Σικελικὰ, τῷ δὲ μύθῳ μεταγομένη ὅποιπερ ἐκείνῳ δοκεῖ τῷ καὶ ἀποστενώσαντι τὸν ἀπείριτον ἢ ἀπέραντον ποταμὸν εἰς πανημέριον πλοῦν καθὰ προδεδήλωται. πανημερίης γὰρ νηὸς ποντοπορούσης καὶ ἡλίου δύντος ἡ ναῦς εἰς Κιμμερίους ἦλθε, καὶ διὰ τοσούτου ἄρα ἐπανῆλθε καιροῦ, δι' ἡμέρας γὰρ, ὡς τῆς μεταξὺ νυκτὸς ἐν Ἅιδου διαγενομένου τοῦ Ὀδυσσέως. οὐ γὰρ ἔδει τὰ τοῦ Ἅιδου ὑπὸ φωτὶ βλέπεσθαι. δηλοῖ δὲ τὸ ταχὺ τῆς ἐπανόδου καὶ τὸ μηδὲ ἐφόδια παρὰ Κίρκης τῇ τοῦ Ὀδυσσέως ἐντεθῆναι νηΐ. ὡς δὲ καὶ δύντος ἡλίου εἰς τὴν νῆσον ἡ ναῦς ἐπανεχώρησε, δῆλον ἐκ τοῦ εὐθὺς ἐν ψαμάθοισιν ἀποβρίξαι τοὺς περὶ Ὀδυσσέα, τουτέστι κοιμηθῆναι, ὡς προδεδήλωται. (Vers. 639.) Τὸ δὲ εἰρεσίη, τὰ παλαιὰ τῶν ἀντιγράφων ἐν δοτικῇ πτώσει ἔχουσιν, ἵνα λέγῃ ὡς πρῶτα μὲν τὸ κῦμα ἔφερε τὴν νῆα ἐν εἰρεσίᾳ, ἔπειτα δὲ οὖρος καλός. κῦμα δὲ καὶ ἐνταῦθα ποταμοῦ, ὡς καὶ πρὸ τούτου πορφύρεον κῦμα περιστάθη οὔρεϊ ἶσον τὸ τοῦ Ἐνιπέως.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
