Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.45.1
Not analysed yet
τῶν παλαιῶν, ῥῆμά ἐστιν ἐγκλιτικὸν ὑπαρκτικὸν ἀπὸ τοῦ εἰμὶ ῥήματος τοῦ τὸ ὑπάρχειν δηλοῦντος. Ψιλοῦται δὲ τὸ εἶμι καὶ τὸ εἶς ἀντὶ τοῦ πορεύῃ, ἔρχῃ, διὰ τὴν ἐπένθεσιν τοῦ ἰῶτα. ἄλλως γὰρ, δασύνεσθαι ὤφειλεν ἀπὸ τοῦ ἕω τὸ πορεύομαι ἀφ' οὗ καὶ ἡ ὁδός. (Vers. 173.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐν Ὀδυσσείᾳ, εὔχεσθαι οὐ μόνον τὸ θεοκλυτεῖν, ἀλλὰ καὶ τὸ καυχᾶσθαι. ὅθεν καὶ τὸ καύχημα, εὐχωλή. καὶ τὸ λέγεσθαι δὲ καὶ φημίζεσθαι, εὔχεσθαι λέγεται. ἀφ' οὗ καὶ τὸ, τίνες ἔμμεναι εὐχετόωνται ἤτοι ᾄδονται, λέγονται. καὶ κατωτέρω δὲ ἐρεῖ, Ἀγχιάλοιο εὔχομαι εἶναι υἱός. ἤτοι λέγομαι. καὶ ξένοι ἀλλήλων πατρώϊοι εὐχόμεθα εἶναι. Ἰστέον δὲ ὅτι τὸ ἔμμεναι, ὁ Ἡρακλείδης, οὐ κατὰ τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν αὐτοῦ ἤγουν τὴν εμ συλλαβὴν, ἀπὸ παραλήγοντος η γένεσθαι βούλεται συστολῇ καὶ διπλασιασμῷ, ἄλλως παρὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γραφέν. φησὶ γὰρ οὕτως. μέγιστον τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν, τὸ τηνικαῦτα περισπᾶται τὰ ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγοντος τοῦ η λέγεται. τὸ γὰρ κυῶ περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμφατον. εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν κατὰ τὸ εὑρέμεναι. οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι. καὶ νοήμεναι. καὶ φρονήμεναι, καὶ τὸ ἀήμεναι δὲ, μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν φησιν ὡς καὶ τὸ ἔμμεναι, ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας οὗ καὶ μετοχὴ περισπᾶται, Αἰολιστί φαμεν ἔμμεναι. καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον η τοῦ μ εἰς ε μετατιθέντες, διπλοῦσι τὸ μ. οἷον. πόθημι πόθεμμι. φίλημι φίλεμμι. οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἦναι γενέσθαι τοῦ παραληγομένου τῷ η. οὗ θέμα μὲν, τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως. παρατατικὸς δὲ, ἦν. κατὰ τὸ, φιλῶ ἐφίλην. νοῶ ἐνόην. καὶ τὰ ὅμοια Αἰολικά. καὶ τοῦτο μὲν, τοιοῦτον καθ' Ἡρακλείδην. Τὸ δὲ πατρώϊος ὅτι ἐκ τοῦ πατρὸς γίνεται, μετ' ὀλίγα ῥηθήσεται. (Vers. 174.) Ὅτι πεζὸς, ἐκ τοῦ πέδον γίνεται κατὰ συγγένειαν τῶν συμφώνων ὡς ἀλλαχοῦ ἐῤῥέθη πλατύτερον. ἔστι γὰρ πεζὸς, ὁ ἐν τῷ πέδῳ βαίνων. διὸ οὐ πεζὸς ὁ ἔφιππος, ἀλλ' οὐδὲ ὁ πλέων. καὶ γὰρ καὶ αἱ νῆες, ἵπποι ἁλὸς κατὰ τὸν ποιητήν. Ἰστέον δὲ ὅτι ἀφελὴς ἐνταῦθα καὶ ἀστεῖος ὁ τοῦ Τηλεμάχου λόγος ἐν τῷ, οὐ γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδε ἱκέσθαι. ἤγουν ἐν τῇ καθ' ἡμᾶς νήσῳ. σπουδαῖον δὲ ὁ λόγος ἔχει οὐδὲν, ὁποῖα τὰ τοῦ σχεδιασμοῦ. καὶ μάλιστα, ἐν τοῖς νέοις καὶ μήπω πεπαιδευμένοις λέγειν. (Vers. 175.) Ὅτι τὸ ἐτήτυμον ὤφειλε μὲν ὡς ἀναδιπλασιασμὸς τοῦ ἔτυμος, συστέλλειν τὴν προπαραλήγουσαν. ἀλλὰ διὰ τὸ ἐπάλληλον τῶν βραχειῶν, οὐ γέγονε τοῦτο. καθάπερ καὶ ἐν τῷ κηκάζω. καὶ ἐν τῷ ἐκήκιεν. οἷον. μέλαν δ' ἀνεκήκιεν αἷμα. καὶ ἐν τῷ, σῖτον παρενήνεον ἤτοι ἐσώρευον. καὶ ἐν ἄλλοις. Τοῦ δὲ ἔτυμος ἡ παραγωγὸς γραμματικὴ σκευωρία, τοιαύτη ἐστίν. ὡς δίδωμι δοτὸς, τίθημι θετός, οὕτω φασὶν εἰμὶ ἐτός. καὶ ὡς ἔλος ἔλυμος εἶδος σπέρματος ἕλεσι χαίροντος, οὕτως ἐτὸς ἔτυμος ὁ ὢν εἴτουν ἀληθής. ὅθεν καὶ ἐτυμολογία, λόγος ἐπαληθιζομένην δεικνύς φασι τὴν λέξιν τῇ φύσει τοῦ πράγματος. εἶτα ὥσπερ ἀητρὸς ἀταρτηρὸς ἐπενθέσει πλεοναστικῇ, οὕτω καὶ ἔτυμος ἐτήτυμος. Ὅτι τὸ ἐσσὶ ἀντὶ τοῦ ὑπάρχεις, πλεονασμὸν ἔχει τοῦ ι, καὶ ἀλλόκοτόν ἐστι ῥῆμα. οὐδὲν γὰρ εὕρηται λῆγον εἰς σι ῥῆμα δευτέρου προσώπου, δίχα τούτου. διὸ οὐδὲ ἐφελκυστικόν ποτε γίνεται τοῦ νῦ. περὶ δὲ τῆς γενέσεως αὐτοῦ, ἐν τῇ Ἰλιάδι εἴρηται. (Vers. 176.) Ὅτι φιλόξενος ἀνὴρ, εἴποι ἂν τὸ, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ. ἤτοι πολλοὶ ἔγνων. ἔμαθον. (Vers. 178.) Τὸ δὲ ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἁρμόττει ἀνθρώπῳ φιλοξένῳ ἢ ἄλλως ἐνδόξῳ. ἔστι δὲ τὸ ἐπίστροφος, μέση λέξις. πάθος τὲ γὰρ δηλοῖ καὶ ἐνέργειαν. τὸ γοῦν ἐπεὶ καὶ ἐκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἢ δράσιν δηλοῖ. ὡς ἂν εἴη ἐπίστροφος ἀνθρώπων, ὁ ἐνεργῶν καὶ ποιούμενος τὴν εἰς ἄλλους ἐπιστροφήν. ὅ ἐστι φιλόξενος καὶ πολλοὺς ξενοδοχῶν. ἢ παθητικὴν ἔννοιαν ἔχει ὡς πάσχων ἐκ τῶν ἄλλων ἐπιστροφὴν καὶ ἀγαπώμενος. ὅπερ καὶ κρεῖττον. ἐν ἄλλοις γοῦν ἐρεῖ ὅτι πολλοῖς ἔσκε φίλος. παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ Ὀδυσσεὺς δέ που λέγει ὅτι εἰμὶ Ὀδυσσεὺς ὃς πᾶσιν ἀνθρώποις μέλομαι. ὅ ἐστιν ἐν ἐπιστροφῇ καὶ μελήσει γίνομαι ἀγαπώμενος. οὕτω καί τις ποιητὴς λιμένα ἐπίστροφον λέγει, οὐ μόνον τὸν στρογγύλον καὶ περιφερῆ κατά τινας, ἀλλὰ καὶ τὸν ὑπὸ τῶν καταίρειν θελόντων, ζητούμενον. Ὅρα δὲ ὅτι δὶς ἐν τῷ τόπῳ κεῖται τὸ ἐπει συναπτῶς ἐν δυσὶ στίχοις. ἐπεὶ πολλοὶ ἴσαν ἡμέτερον δῶ. ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν. (Vers. 177.) Τὸ δὲ δῶ, ἀποκέκοπται ἐκ τοῦ δῶμα καθὰ καὶ ἐκ τοῦ ἧλος τὸ ἧλ κατὰ τὸν γεωγράφον. καὶ ἄλλα ὅμοια. καὶ ὡς τὸ παῦσαι, παῦ ἔλεγον μονοσυλλάβως κατὰ Αἴλιον Διονύσιον.