# Commentarii ad Homeri Odysseam 1.46.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.46.1

(Vers. 183.) Ὅτι κατελθεῖν, οὐ μόνον τὸ ἁπλῶς κάτω που ἐλθεῖν, ἀλλὰ καὶ τὸ εἰς λιμένα ἐλθεῖν. ὥσπερ καὶ καταβῆναι καὶ καταπλεῦσαι καὶ καταχθῆναι καὶ κατᾶραι, τὸ ἐλλιμενίσαι λέγεται. τὸ μέντοι ἀπᾶραι τοῦ λιμένος ἀνελθεῖν καὶ ἀναβῆναι καὶ ἀναπλεῦσαι καὶ ἀναχθῆναι λέγεται. κατάπλους μὲν γὰρ, ἡ εἰς τὸν λιμένα ἔλευσις. ἀνάπλους δὲ, τὸ ἀνάπαλιν, ὡς τοῦ θαλαττίου ὕδατος ὑπερκειμένου γῆς. διὸ καὶ ὁ ποιητὴς μετ' ὀλίγα φησί. πρὶν ἐς Τροίαν ἀναβήμεναι, ἤγουν διὰ θαλάσσης ἐκεῖ ἀνελθεῖν. ὅτι δὲ καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα ἐλθεῖν, κατελθεῖν λέγεται, δῆλον παρὰ τοῖς μεθ' Ὅμηρον ἀττικίζουσι. λέγεται δὲ καὶ αὐτὸ, κατά τινα κυριολεξίαν. ἐπεί περ οἷα λιμὴν καὶ ἐκείνοις ἡ πατρὶς ὑπόκειται κινδυνεῦσαι φθάσασιν. ἔχει δὲ παρ' Ὁμήρῳ ἡ λέξις οὕτω. νῦν δ' ὧδε ξὺν νηῒ κατήλυθον ἤγουν κατέπλευσα. ἔστι δὲ τὸ ὧδε, ἀντὶ τοῦ οὕτως. ἁπλῶς δηλαδή. καὶ ὡς εἰπεῖν, αὕτως. οὐδέποτε γάρ φασιν ὁ ποιητὴς τοπικὸν οἶδε τὸ ὧδε. καθὰ καὶ ἐν Ἰλιάδι σεσημείωται. Ἰστέον δὲ ὅτι κατὰ τὴν ὕστερον παρατήρησιν, ἡ τοῦ Μέντου πλαστὴ ναῦς, πλοῖον οὐκ ἂν λέγοιτο καθά τις οἰήσεται. Δίδυμος γάρ φασι διαφορὰν οἶδε πλοίου καὶ νηός. παραγαγὼν χρῆσιν ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν, πεντεκαίδεκα. πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς. γενικῶς δὲ, νῆες αἱ μέν εἰσι στρογγύλαι αἱ δέ φησι στρατιώτιδες. (Vers. 184.) Ὅτι ὁ εἰς ἀλλοδαπὴν πλέων, εἴποι ἂν πλέειν ἐπὶ οἴνοπα πόντον, ἐπ' ἀλλοθρόους ἀνθρώπους. Λέγει δὲ οἴνοπα πόντον, τὸν μέλανα. ὡς ἔχοντα οἴνου ὄψιν μέλανος, περὶ οὗ ἀλλαχοῦ πλατύτερον εἴρηται. Ἀλλόθροοι δὲ ἄνθρωποι, οἱ ἀλλόγλωσσοι. καὶ ἄλλα θροοῦντες ἤγουν λέγοντες παρὰ τὰ Ἑλληνικά. ἢ ἀγνώριστοι καὶ ὑπὸ ἄλλων θροούμενοι ἤτοι λαλούμενοι. οὗτοι δὲ καὶ ἀλλόγνωτοι λεχθήσονται. (Vers. 185.) Ὅτι ἐν οἷς ὁ μυθικὸς Μέντης λέγει ὡς πλέω ἐς Τεμέσην μετὰ χαλκὸν ἤγουν εἰς χαλκὸν ἢ διὰ χαλκὸν, ἄγω δ' αἴθωνα σίδηρον, Τεμέσην ὁ ποιητὴς λέγει, τὴν Ἰταλικήν. τὸ νῦν ὥς τινές φασι Βρεντέσιον. ὁ γὰρ εἰς ταύτην ἐκ τῆς Τάφου πλέων, διέρχοιτο ἂν ἐκ παρόδου καὶ τὴν Ἰθάκην. ἐπανιὼν δὲ ἐκεῖθεν, διὰ τῆς Ἰθάκης ἔρχοιτο ἂν. καθάπερ ὁ Μέντης ὑπισχνεῖται ἐν τοῖς ἑξῆς. Ἐν δὲ τῇ τοιαύτῃ Τεμέσῃ, καὶ μέταλλα ἦσαν χαλκᾶ. ὡς δηλοῖ τὸ, ἐς Τεμέσην μετὰ χαλκόν. ἄγω δ' αἴθωνα σίδηρον. ὡς τῶν ἐκεῖ, σπανιζόντων ἴσως σιδήρου. ἔστι δὲ καὶ Κύπρου πόλις Τεμέση κατά τινας, χαλκοφόρος καὶ αὐτή. ὁ μέντοι γεωγράφος, οὐ συνάγει εἰς ταυτὸν τὴν Ὁμηρικὴν Τεμέσην καὶ τὸ Βρεντέσιον, ἀλλ' ἰδίᾳ μὲν περὶ Τεμέσης γράφει. ἰδίᾳ δὲ περὶ Βρεντεσίου. καὶ τὸ μὲν Βρεντέσιον, εὐλίμενον εἶναι λέγει. καὶ κέρασιν ἐλάφου ἐοικέναι φησὶ κατὰ τὸ σχῆμα, διὰ τὸ εἰς πολλοὺς κόλπους ἐκείνου πολυσχιδές. καθ' ὁμοιότητά τινα ὡς εἰκὸς, τοῦ βιζαντίου κέρως. γλῶσσα γάρ φησι Μεσαππίων, Βρεντέσιον τὴν τῆς ἐλάφου καλεῖ κεφαλήν. περὶ δὲ τῆς Τεμέσης, ἐκεῖνος γράφει. ὅτι πόλις πρώτη Βρεττίας ἡ Τεμέση, ἡ ὕστερον Τέμψα κληθεῖσα. Αὐσόνων κτίσμα. ὕστερον δὲ, καὶ Αἰτωλῶν, ἐν ᾗ καὶ ἡρῶον Πολίτου Ὀδυσσέως ἑταίρου, ἀγριελαίαις συνηρεφές. ὃς δολοφονηθεὶς καὶ βαρύμηνις γενόμενος, ἐδασμολόγει τοὺς περιοίκους. ὅθεν ἐπὶ τῶν ἀγριαινόντων ἔξω καιροῦ παροιμία κεῖται, ὁ ἐν Τεμέσῃ ἥρως. ἤγουν ὁ ἐν οἷς οὐ δεῖ ἀγριώτατος. τὴν μέντοι ἐν Κύπρῳ Τεμέσην, Τάμασον ἀξιοῦσι διὰ τοῦ α οἱ παλαιοὶ λέγεσθαι, ἀφ' ἧς καὶ παρὰ Λυκόφρονι ὁ Ταμάσιος κρατήρ. ἔνθα κατὰ τὸν γεωγράφον, καὶ ὁ ἰὸς τοῦ χαλκοῦ πρὸς ἰατρικὴν δύναμιν χρήσιμος, καὶ τὸ χαλκανθὲς δι' οὗ τὸ γραφικὸν μέλαν σκευάζεται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χαλκοῦ, κυβευτική τις παιδιὰ, ἐλέγετο χαλκισμός. ἦν δέ φασιν αὕτη, ὀρθοῦ νομίσματος περιστροφὴ σύντονος. μεθ' ἣν, ἔδει τὸν παίζοντα ἐπέχειν τῷ δακτύλῳ τὸ νόμισμα ὀρθόν. καὶ ἐνίκα ὁ τοῦτο κατορθώσας. Αἴθωνα δὲ σίδηρον λέγει, τὸν ἀκατέργαστον καὶ ἐπιτήδειον εἰς καῦσιν καὶ ἐργασίαν, ἐκ τοῦ αἴθω τὸ καίω. ἢ τὸν κατειργασμένον καὶ λαμπρὸν, ἐκ τοῦ αἴθω τὸ λάμπω. ἢ καὶ τὸν ἁπλῶς μέλανα, ὅθεν καὶ χροιὰ αἶθοψ ἡ μέλαινα. πάντα δὲ τὰ εἰς θῶν, φυλάττουσι τὸ ω ἐπὶ γενικῆς. οἷον. αἴθωνος. γρόνθωνος. κώθωνος. μόθωνος. ῥώθωνος. (Vers. 186.) Ὅτι τὸ ἧδε ἀντὶ τοῦ αὕτη, δεικτικὸν μὲν ὂν, παροξύνεται. ἀναφορικὸν δὲ, προπερισπᾶται ὥς φασιν οἱ παλαιοὶ, ὥσπερ ἐνταῦθα, ναῦς δέ μοι ἧ δ' ἕστηκεν ἐπ' ἀγροῦ. ἀναφορικὸν γὰρ τὸ ἧδε, οὐ μὲν δεικτικόν. οὐ γὰρ δείκνυται νῦν ἡ ναῦς ἀλλὰ ἡ διάνοια τοῦ Τηλεμάχου εἰς ἐκείνην ἀναφέρεται. Ἰστέον δὲ ὅτι τὲ τὸ ναῦς κοινὸν ὂν, Ὅμηρος διαλύσας καὶ τὴν παραλήγουσαν ἐκτείνας, νηῢς ἔφη κατὰ τὸ, γραῦς γρηΰς. καὶ ὅτι παρὰ τοῖς ὕστερον ὥσπερ ἐκ τοῦ ναύτης κοινότερον τὸ ναυτιᾶν, οὕτω και-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
