# Commentarii ad Homeri Odysseam 1.48.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.48.1

κραδοπῶλαι, ὡς ἀπὸ φύλλων καὶ δένδρων ποριζόμενοι. Σημείωσαι δὲ ὅτι ταῦτα μὲν, προεκθετικὴ ὡσανεὶ κεφαλαίωσίς ἐστι τῶν ἐσύστερον περὶ Λαέρτου ῥηθησομένων. μετ' ὀλίγα μέντοι, καθαρὰ προέκθεσις φανεῖται ἐν τῷ, οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης ἔσσεται, καὶ ἑξῆς. Ἁπλότητος δὲ ἡρωϊκῆς καὶ ἀφελείας, ἡ δι' ἀμφιπόλου γραὸς ὑπηρεσία. ἧς εὐθεῖα, οὐ μόνον γραῦς ὡς ναῦς, καὶ γρηῦς ὡς νηῦς ἐξ ὧν τὸ νηῒ καὶ γρηῒ, ἀλλὰ καὶ γρηΐς, ἔτι δὲ καὶ γραΐς. ὅθεν τὸ γραίδιον ὑποκοριστικῶς. καὶ συνῃρημένως; γρᾴδιον. οἷον, μετὰ γρᾳδίου βαρβάρου διατελῶν, (Vers. 193.) Τὸ δὲ ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἐντελέστατα εἴρηται. καὶ χρὴ ἔχειν αὐτὸ εἰς σαφήνειαν τοῦ, περὶ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν. καὶ τῶν ὁμοίων. ὡς λειπούσης καὶ ἐκεῖ τῆς κατα προθέσεως. εἰ δὲ ἦν, ὅτε ἂν αὐτὸν κάματος γυῖα λάβῃ, ἦν ἂν καὶ αὐτὸ ἐλλειπτικῶς ὅμοιον ἐκείνοις. (Vers. 194.) Ἑρπύζειν δὲ λέγεται νῦν ὡς ἐκ μεταφορᾶς, τὸ βραδέως βαδίζειν, ἢ διὰ γῆρας, ἢ καὶ διὰ λύπην πολλὴν τὴν ἐπὶ τῷ φίλῳ υἱῷ καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ὁ σθεναρώτατος, καὶ ὠκύτατος, ἑρπύζει περὶ τὴν τοῦ ἑταίρου πυρκαϊάν. Γουνὸς δὲ, ὁ γόνιμος τόπος καὶ κάρπιμος, ἀπὸ τοῦ γονὸς ὀξυτόνου ὀνόματος, Ἰωνικῇ ἐπενθέσει τοῦ υ. γόνος μὲν γὰρ βαρυτόνως, ὁ γεννώμενος. γονὸς δὲ πρὸς διάφορον σημασίαν ὀξυτόνως, ὁ γόνιμος. Ἀλωὴ δὲ, τριχῶς. ἥ, τε σιτοφόρος γῆ. καὶ ἡ δενδροφόρος. καὶ ἡ ἀμπελόφυτος. διὸ καὶ ὁ ποιητὴς ἀλωῆς εἰπὼν, ἐπήγαγε καὶ οἰνοπέδοιο, ἵνα μὴ ἀσαφὴς ἡ λέξις ᾖ, ἀορισταίνουσα διὰ τὸ πολυσήμαντον. Ἰστέον δὲ ὅτι ἀλωή ποτε, καὶ ἡ ἅλως ἐκ τοῦ ἀλοίω τὸ τύπτω καὶ συντρίβω, ἐκτάσει τοῦ ο εἰς ω. ἔνθα τρίβονται οἱ καρποί. (Vers. 195.) Ὅτι ἐπιδήμιος ἁπλῶς μὲν, ὁ ἐξ ἀλλοδαπῆς εἰς τὴν πατρίδα ἐλθών. ἐνταῦθα δὲ ἐπὶ Ὀδυσσέως, καὶ πλεῖόν τι ἡ λέξις ἐμφαίνει. ἐπεὶ γὰρ ἐν δήμῳ Ἰθάκης ἐστὶ τὸ τοῦ Ὀδυσσέως βασίλειον, λέγοιτο ἂν αὐτὸς ἐπιδήμιος εἶναι, καὶ ὡς εἰς τὸν τοιοῦτον δῆμον ἐλθών. ἐν δὲ Ἰλιάδι ἐπιδήμιος πόλεμος, ὁ ἐμφύλιος. (Vers. 196.) Ὅτι βλάπτειν ὁδοῦ ἢ κελεύθου, τὸ κατέχειν καὶ κωλύειν. ἔστι δὲ καὶ βλάβω σεσιγημένος ἐνεστώς. ἐξ οὗ τὸ, βλάβεται δέ οἱ γούνατ' ἰόντι. καὶ τὸ ἐβλάβη. καὶ ὄνομα ἡ βλάβη. καὶ τὸ ἀπ' αὐτῆς βλάβος παρὰ τῷ κωμικῷ πρὸς ὁμοιότητα τοῦ, δίψα δίψος καὶ τῶν ὁμοίων. Ἰστέον δὲ ὅτι καθὰ τὸ βλάπτω ἐν τῇ διφορήσει ἀναφαίνει τὸ β οὕτω σὺν ἄλλοις καὶ τὸ στρέφω. καὶ δῆλον αὐτὸ, ἔκ τε τοῦ στρεβλὸς, καὶ τοῦ στραβὸς, οὗ παρώνυμον ὁ Στράβων. ἔτι δὲ καὶ ἐκ τοῦ ἀστράβη. ὃ σημαίνει σέλλαν καὶ σαγμάριον. οἷον. ἠπειλήσατο τῷ ὀνηλάτῃ, τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις. Ἔτι ἰστέον καὶ ὅτι βλάπτειν κυρίως τὸ ἐμποδίζειν τὸν τρέχοντα, καὶ οἱονεὶ βάλλειν ὅ ἐστι ῥίπτειν καὶ οὕτως ἰάπτειν. ἐξ ὧν δοκεῖ τὸ βλάπτειν συγκεῖσθαι. καὶ ἔστιν ὅμοιον, βλάπτειν εἰπεῖν καὶ σφάλλειν. οὗ τὸ ἀνάπαλιν, ἀνασφάλλειν. ἤγουν ἀνίστασθαι καὶ ὀρθοῦσθαι. καὶ Ὅμηρος οὖν οὐχ' ἁπλῶς εἶπε βλάπτειν ἀλλὰ βλάπτουσι κελεύθου, ἤτοι ἐμποδὼν γίνονται εἰς ὁδόν. (Vers. 198.) Ὅτι τὸ, ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, προϊών που ὁ ποιητής, παρῳδεῖ κατὰ τὴν τοῦ ἔπους ἀρχὴν, οὕτω. εἰς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, τοῦτο δέ τις παρῳδήσας ἐν τῷ τέλει ἀστείως, ἐπὶ προσώπου ἀξιολόγου ἐρεῖ. εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ κόσμῳ. οἱονεὶ λέγων ὅτι ὁ δεῖνα μόνος ἐναπέμεινε τῷ κόσμῳ. καὶ προσφωνητικῶς δέ ποτε ἐρεῖ πρός τινα. εἷς δ' ἔτι που ζωὸς κατερύκεαι, καὶ ἑξῆς. Ὅτι τὸ ἀμφιρύτη ὥσπερ ἐν τοῖς πρὸ τούτου, οὕτω καὶ ἐνταῦθα διὰ τὸ μέτρον, ἓν ἔχει ἀμετάβολον. (Vers. 199.) Ὅτι ὁ ποιητὴς χρησμοῦ μιμεῖται λοξότητα ἐν οἷς ὁ Μέντης πῇ μὲν, λέγει ὅτι ζῶν Ὀδυσσεὺς κατερύκεται ἐν νήσῳ ἀμφιρύτῃ, ὅπέρ ἐστιν ἀληθές. πῇ δὲ, ὅτι χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, ὅπερ οὐκ ἀληθές. ἡ γὰρ τοιαύτη νῆσος, ἔκτοπος καὶ ἀοίκητος ἀνδράσι πλάττεται. Καὶ σημείωσαι ὅτι συνεπιπλέκονται ὧδε τὰ ἀληθῆ τοῖς μὴ τοιούτοις, ὡς ἂν ἡ τοῦ μέλλοντος γνῶσις ἀνθρωπίνως ταράττοιτο. καὶ ἵνα μὴ δὲ ἀπίθανος ὁ λόγος δοκοίη. πῶς γὰρ ὁ φαινόμενος οὗτος Μέντης οἶδεν εἰ καὶ ἀοίκητος ἡ νῆσος ἐστὶν ἐν ᾗ κατέχεται Ὀδυσσεύς; ἄλλως τε, οὐδὲ ἀναγκαῖον ἦν, οὐδὲ συνέφερε γνωσθῆναι τῷ Τηλεμάχῳ τῷ ἀληθές. εἰ γὰρ ἔμαθεν οὕτως ἐκτετοπίσθαι τὸν πατέρα ἐν ἐρημίᾳ καὶ ὑπὸ θεᾶς δὲ κωλύεσθαι, ἀπέγνω ἂν τὴν ἐκείνου ἐπανέλευσιν καὶ οὐκ ἂν ἀπεδήμησε δι' ἐκεῖνον. καὶ συνέβαινεν ἐκ τούτου, ἐλλελεῖφθαι τῇ ποιήσει μυρίας χάριτας. (Vers. 200.) Ἀγρίους δὲ ἄνδρας, ἡ μὲν κωμῳδία, ἐπὶ ἄλλης φαυλότητος τίθησιν. ὁ δὲ ποιητὴς, τοὺς λῃστρικοὺς οὕτω καλεῖ ὡς ψευδομένους τὴν κατ' ἄνθρωπον ἡμερότητα διὰ χαλεπότητα. διὸ ἐκ παραλλήλου γράφων, φησί. χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
