# Commentarii ad Homeri Odysseam 1.49.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.49.1

(Vers. 201.) Ὅτι τὸ ἐνθυμεῖσθαι, ἐν θυμῷ βάλλειν φησί. καὶ ὅτι τὸ, ὡς ἐν θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω, στοχαστικὴν τέχνην εἶναι, δηλοῖ τὴν μαντευτικήν. ὡς δοκεῖ καὶ τοῖς μεθ' Ὅμηρον σοφοῖς. τοῦτο γὰρ δηλοῖ τὸ, ὡς τελέεσθαι ὀΐω. ἤγουν νομίζω. στοχάζομαι. Καὶ ὅρα τὸ τελέεσθαι ἀφ' οὗπερ οὐ μόνον ἀτελὲς τὸ μήπω τελεσθὲν, καὶ ἀτέλεστον τὸ ἀδύνατον τελεσθῆναι, ἅπερ ὁ ἐναλλάσσων ἀκυρολογεῖ κατὰ τοὺς παλαιοὺς, ἀλλὰ καὶ ἀποτελεσματικὴ σοφία λέγεται παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ σοφοὶ ἀποτελεσματικοί. Μέμικται δὲ καὶ ἐνταῦθα ὡς ἀνωτέρω, τὸ ψεῦδος τῇ ἀληθείᾳ. ὅτι μὲν γὰρ ἐν θυμῷ ἀθάνατοι βάλλουσι σωθῆναι τὸν Ὀδυσσέα, ἀληθὲς, τὸ δὲ τελέεσθαι ὀΐω, ψευδές. οὐ γὰρ ὀΐεται τὸ μέλλον ἀνθρωπίνως ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἀλλὰ οἶδε. Βάλλουσι δὲ, ἀντὶ τοῦ νοοῦσιν ἐπιτυχῶς καὶ ὡς εἰπεῖν, ἐπηβόλως. ἢ τιθέασιν. (Vers. 203.) Ὅτι ἐν μὲν τῇ Ἰλιάδι εἰπὼν ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ ὀνειροπόλον, τῷ τοῦ μάντεως ὀνόματι τὸν οἰωνοπόλον ἐδόκει δηλοῦν κατ' ἐξοχὴν, ὡς ἐῤῥέθη ἐκεῖ. ἐνταῦθα δὲ λέγων ὅτι οὔ τέ τι μάντις ἐὼν οὔ τε οἰωνῶν σάφα εἰδώς, ἤγουν κατὰ τὸν παραφραστὴν, οὐ βλέπων εἰς οἰωνοὺς ἀλλὰ δηλαδή φησιν ὡς ὁ θεὸς κινεῖ καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλει προθεσπίζων, μάντιν μὲν εἰπεῖν δοκεῖ γενικώτερον, τὸν ἁπλῶς ὁπωσοῦν μαντευόμενον. τὸν δὲ οἰωνοπόλον, ἰδίᾳ ὡς εἶδος τοῦ μάντεως ἐκφωνῆσαι. οὕτω δὲ καὶ ἀλλαχοῦ ἐν τῇ Ἰλιάδι μάντεως μνησθεὶς, ἐπιφέρει τὰ εἴδη. τὸν θυοσκόον καὶ τὸν ἱερέα. ἴσως δὲ ἐνταῦθα καὶ κατὰ πολυωνυμίαν, ταυτὸν δηλοῖ ὅ, τε μάντις, καὶ ὁ σάφα εἰδὼς οἰωνῶν. εἰ γὰρ ὄρνις καὶ οἰωνὸς λέγεται πᾶν τὸ σημαντικὸν τοῦ μέλλοντος, εἴη ἂν ἐκ παραλλήλου θέσεως, καὶ ὁ ἁπλῶς μάντις καὶ ὁ οἰωνοὺς εἰδὼς, ὁ αὐτός. καὶ ἄλλως δὲ μάντις μὲν, ὁ ἔνθεος καὶ θεοφορούμενος, παρὰ τὸ μαίνεσθαι, εἴπερ καὶ ἡ μαντεία θεία μανία παρὰ τοῖς παλαιοῖς ἐδοξάζετο. καὶ μανική τις ἡ μαντική. Τὸ δὲ ἐὼν ἤγουν ὑπάρχων, κοινῶς μὲν, δοκεῖ ἀπὸ τοῦ ἦον δευτέρου ἀορίστου γενέσθαι, διὸ καὶ ἀναλόγως ὀξυτονεῖσθαι. Ἡρακλείδης δὲ, παραλόγως ὀξύνεσθαι αὐτό φησι, καὶ ἡμαρτῆσθαι. λογιζόμενος αὐτὸ, οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος βαρυτόνου τοῦ ἔω, ἀλλὰ καὶ ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει σφοδρῶς, καὶ ὅτι ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὢν, εἶναι τὴν ἐὼν μετοχήν. οὐδεμία γάρ φησιν εἰς ων λήγουσα μετοχὴ, ἐπεκτείνεται διὰ τοῦ ε. εἶτα γράψας τὰ δοκοῦντα ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ων λήγουσα καθαρὸν ὀξύτονος τὸ ι ἔχει παραλῆγον. οἷον, πιὼν, κιὼν, ἰὼν, ἐπάγει. ὥστε ἄμεινον ἡμῶν, Βοιωτοὶ τὴν ἐὼν, ἰὼν λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον Διονύσιον, εἰπόντα διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ε καταρχάς. ὧν ἐστὶ καὶ τὸ ἐμῳνοχόει. καὶ τὸ ἐὼν, ἀγνοεῖ δέ φησιν ἐκεῖνος τὸ, ἔργων ἐέρων. καὶ τὸ, ἔλπων ἐέλπων. καὶ τὸ, ἀλλὰ σύπέρ μοι ἔειπε ἀντὶ τοῦ εἰπέ. ὃ καὶ σημείωσαι ὡς καινόν. τὰ πλείω γὰρ τῶν Ὁμηρικῶν ἀντιγράφων, ἀλλὰ σύπέρ μοι εἰπὲ γράφουσιν. Οἰωνῶν δὲ εἰδὼς, ὁ τὰς ἐκ τῶν οἰωνῶν ἤτοι μαντικῶν σημείων μεθόδους ἔχων, καὶ τοῦ μέλλοντος ἐκεῖθεν κατευστοχῶν τεχνικῶς. Ὅρα δὲ ὅτι ἐν μὲν Ἰλιάδι, εὖ εἰδὼς τόξων ἔλεγε, καὶ τοιαῦτά τινα κατὰ σύνταξιν γενικήν. ἐνταῦθα δὲ, σάφα εἰδὼς οἰωνῶν. ἁπλῶς δὲ, τὸ εἰδὼς, εὕρηται γενικῇ συντάσσων ὁ ποιητὴς ἐν πολλοῖς. οὐχ' ὡς μετοχὴν λαμβάνων αὐτὸ, ἀλλ' ἀντὶ ὀνόματος τοῦ, τεχνίτης καὶ εἰδήμων καὶ ἐπιστήμων. ἢ ἀντὶ τοῦ, τέχνην ἔχων καὶ εἴδησιν. ὁ δ' αὐτὸς καὶ τὸ γνῶ, γενικῇ συντάσσει ἐν τῷ, γνώτην ἀλλήλοιϊν. ἤγουν γνώριμοι ἀλλήλοις ἐγένοντο. Σημείωσαι δὲ ὅτι παρακειμένων ἀλλήλοις τριῶν τούτων. τοῦ οἰωνός. τοῦ ὄρνις. καὶ τοῦ στρουθός. οἰωνὸς μὲν καὶ ὄρνις, λαμβάνονταί ποτε καὶ εἰς μέλλουσαν σημασίαν. οἷον, οἰωνὸς ἢ ὄρνις ἐπετάσθη ἀετὸς τυχὸν ἢ ἱέραξ. καὶ ἦν αὐτὸς, οἰωνὸς αἴσιος. ἢ ὄρνις ἐναίσιμος. τουτέστι δηλωτικὸς αἴσης τοιᾶς δέ τινος. στρουθὸς μέντοι, ἐπὶ τοιαύτης ἑρμηνείας οὐχ' εὕρηταί που. αἴτιον δ' ἴσως, ὅτι οὐδὲ καθολικὸν ὄνομα ὁ στρουθὸς ἢ θηλυκῶς εἰπεῖν ἡ στρουθὸς ἔστιν. εἰ γὰρ καί τις κωμικὸς εἰπὼν ὡς ἐκολάκευσεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι χαυνοῦσα ὁμοίως, κοινοῦται καὶ ἄλλοις ὀρνέοις τοὔνομα τῆς στρουθοῦ, ἀλλ' αὐτὸ οὐκ ἔστιν ἀναντίῤῥητον. ἀρέσκει δὲ μᾶλλον, στρουθοὺς λέγεσθαι ὡς ἐπὶ πολὺ τὰς ὁμοειδεῖς τῇ Ὁμηρικῇ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. οὓς ἡ πολλὴ μὲν εἴδησις, ὀχευτικοὺς οἶδε. Τερψικλῆς δέ τις, καὶ τοὺς ἐμφαγόντας αὐτῶν, καταφόρους λέγει πρὸς τὰ ἐς Ἀφροδίτην γίνεσθαι. οἴδασι δὲ οἱ σοφοὶ καὶ ἑτεροίας στρουθοὺς, οὐ μικρὰς ἐκεῖνας ἀλλ' ἀληθῶς μεγάλας, ὡς δηλοῖ τὸ, μεγάλας στρουθούς. ὧν γνῶσις ἦν καὶ τῷ κωμικῷ. ἐλέγοντο δὲ αὗται, καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
