# Commentarii ad Homeri Odysseam 1.5.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.5.1

χέει πολυηχέα φωνήν. ἐν γὰρ τῷ, τροπῶσα πολυηχέα φωνὴν, πολύτροπον εἰς ᾠδὴν τὴν ἀηδόνα φησίν. Ἰστέον δὲ ὅτι Ὁμήρου πολύτροπον τὸν Ὀδυσσέα γράψαντος, τῶν τις ὕστερον σκωπτικῶς παρῳδήσας, ἔγραψε τὸ, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον, ὅπέρ ἐστι, κακεντρεχῆ καὶ μὴ ἁπλοῦν. δοκεῖ δὲ εἰρῆσθαι ἡ τοιαύτη λέξις, παρὰ τὸ τοῦ κωμικοῦ κρόταλον. ὅθεν καὶ τὸ κροταλίζειν ἐπὶ γέλωτι. Ὅμηρος δὲ τὸ οὕτω γίνεσθαι κρότον τινὰ ὅτε ἅρματα κτυποῦσιν ἀνατρεπόμενα, ἀνακυμβαλιάζειν εἶπεν ἐν τῇ Ἰλιάδι. τῷ δέ γε κωμῳδικῷ κροτάλῳ ἶσον δύναται, καὶ τὸ περίτριμμα, καὶ ἡ παιπάλη, ἔτι δὲ καὶ τὸ ἀπαιόλημα, καὶ ἡ ἀπαιόλη. οὐκ ἀεὶ δὲ οὔτε ὁ κρότος καὶ τὸ κροτεῖν κωμῳδοῖς ἐπιτρέπουσιν, οὔτε ἡ ἁπλῶς παιπάλη. καθὰ οὐδὲ τὸ παιπαλόεν. καὶ εἰσὶ ταῦτα δῆλα ἐκ τῶν πολλαχοῦ χρήσεων. (Vers. 2 et 3.) Ὅτι ἐπαινεῖ τὸν Ὀδυσσέα ὡς μάλα πολλὰ πλανηθέντα καὶ πολλῶν ἰδόντα ἀνθρώπων ἄστεα καὶ νόον γνόντα. ὅ ἐστιν, ἦθος. ἔθος. διαγωγήν. οὗ τῆς πλάνης ἴχνη, μέχρι καὶ τῶν ἐσχάτων τῆς Ἑσπερίας Ἰβηρίας, ὡς ἱστοροῦσιν οἱ παλαιοί. εἴη ἂν οὖν ὁ Ὀδυσσεὺς διὰ ταῦτα, πολυΐστωρ, πολυειδὴς τὴν ἐμπειρίαν. καὶ ὡς εἴρηται, πολίνους, οἷα τοιαῦτα παθὼν καὶ νοῦν τοσοῦτον θύραθεν οἷον εἰσοικισάμενος. ἐπεὶ καὶ τῶν ἡρώων φρονιμωτάτοις οἱ παλαιοὶ ἀπεφαίνοντο, τοὺς ἀποδημήσαντας ἢ πλανηθέντας μακράν. καὶ γὰρ ἐν μεγάλῳ ἐτίθεντο ἐκεῖνοι, πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι. Ἡρακλῆς οὖν καὶ Διόνυσος κατὰ τὴν ἱστορίαν μακρὰς ἀποδημίας ποιησάμενοι, μεγάλοι ἔδοξαν. σεμνύνεται δέ που καὶ ὁ Νέστωρ διότι μετάπεμπτος ἦλθε τοῖς Λαπίθαις μακρὰν ὁδόν. ἐναβρύνεται δὲ ἐν τοῖς ἑξῆς τῇ πλάνῃ, καὶ ὁ Μενέλαος, ἔνθα καὶ πλείω τοῦ εἰκότος ἀλαζονεύεται. καθάπερ καὶ Ὀδυσσεὺς, τὰ καθ' ἑαυτὸν διηγούμενος. ἀλαζὼν γὰρ ὡς ὁ γεωγράφος φησὶ, πᾶς ὁ πλάνην ἑαυτοῦ ἀφηγούμενος. καὶ ἐν Ἰλιάδι καὶ ὁ ποιητὴς πορίζεται σεμνότητα παραβολῆς, ἐκ τοῦ πολλὴν γῆν ἐπεληλυθότος. λέγων. ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος, καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅτι πλείω ἐμπειρίαν ὁ ποιητὴς ἐνταῦθα τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται ἤπερ ἐν Ἰλιάδι τῷ Νέστορι. ἐκεῖνος μὲν γὰρ, μιᾷ ἐναβρύνεται ὁδῷ τῇ ἐκ τῆς Πύλου εἰς τοὺς Θετταλικοὺς Λαπίθας. Ὀδυσσεὺς δὲ, πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· πλὴν οὐκ ἤδη τοῦ Νέστορος ἦν ὁ Ὀδυσσεὺς ἐν Ἰλιάδι σοφώτερος, οὔπω γὰρ ἦν τότε τοιοῦτος, ἀλλὰ μετὰ Τροίας ἅλωσιν, γῆν τε μακρὰν ἐπῆλθε, καὶ πολλὴν ἐμπειρίαν συνήγαγεν. οὐ μόνον πλανηθεὶς, ἀλλὰ καὶ πολλὰ καὶ οὐχ' ἁπλῶς πολλὰ, ἀλλὰ καὶ μάλα πολλά. εἴη δ' ἂν ὅμοιος τῷ Ὀδυσσεῖ, καὶ παλαιά τε πολλά τε εἰδώς. καὶ ὃς γήραϊ μὲν κυφὸς ἔην, πολλὰ δὲ ᾔδει. οἷς ἀνάπαλιν ἔχει, ὁ ἄκοσμά τε πολλά τε εἰδώς. Ὅρα δὲ ὅτι τὸ ἔγνω, αἰτιατικῇ συνέταξεν ἀνομοίως τῷ, γνώτην ἀλλήλοιϊν. Ἰστέον δὲ καὶ ὅτι νόον ἐνταῦθα ἐστὶ νοῆσαι, οὐ μόνον τὸ κατὰ νοῦν τινὰ θέμενον ἔθιμον καὶ νόμιμον ἐν ἔθνεσι, καὶ τὸ κατ' ἦθος καὶ διαγωγὴν παρ' αὐτοῖς ἔννουν ἢ ἄλλως φυσικὸν καθ' ὃ χαρακτηρίζονται ἀνδρικοὶ τυχὸν ἢ ἀπόλεμοι· πανοῦργοι ἢ ἁπλοῖ. συνετοὶ ἢ εὐήθεις. φιλόξενοι ἢ ἀπάνθρωποι. λόγιοι ἢ ἑτεροῖοι, ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ Ὀδυσσέως νοῦν. ἵνα εἴπῃ, ὅτι πολλῶν ἀνθρώπων ὁ Ὀδυσσεὺς ἰδὼν ἄστεα, νόον ἔγνω. τουτέστι μαθὼν, συνήγαγε νοῦν. καὶ οὕτως ἀπέβη τῇ συχνῇ ἱστορίᾳ πολύνους. καὶ ἐστί πως ὅμοιον τοῦτο κατά γε τὴν φράσιν, πρὸς τὸ, μάλιστα δὲ αὐτὸς ἀνέγνω. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τὸ μὲν πολλῶν ἀνθρώπων, κυριολεκτεῖται καθὰ καὶ τὸ, πολλὰ πλάγχθη. καὶ τὸ, πολλὰ ἄλγεα. διωρισμένου γάρ εἰσι ποσοῦ ὡς καὶ τὸ ἀρσενικὸν αὐτῶν ἑνικὸν ὁ πολλός. οὗ πληθυντικὸν οἱ πολλοί. τὸ δὲ πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα, ἑνὶ μὲν συνεχεῖ ποσῷ ἐπελαλήθη. δηλοῖ δὲ ὅμως καὶ αὐτὸ, πλῆθος μελῶν πεφιλοτιμημένων ταῖς κατὰ τὸν κείμενον τρισὶ διαστάσεσι. Τὸ δὲ πολὺς ἄνθρωπος καὶ εἴτι τοιοῦτον, οὐ κατὰ ταῦτα λέγεται ποσοῦ δίκην, ἀλλὰ ποιότητα ἐμφαίνειν δοκεῖ. καὶ ταύτην, ἢ ἐπαινετὴν ὡς τὸ, ὁ πολὺς τὴν θεολογίαν ταυτὸν δὲ εἰπεῖν περιττὸς κατὰ τὸ, ὁ περιττὸς Ἀριστείδης, ἢ ψεκτὴν ὡς τὸ, οὐ μέγας τις καὶ σοφὸς ταῦτα ἐρεῖ ἀλλὰ ὁ πολὺς ἄνθρωπος. ἤγουν ὁ χυδαῖος. ὁποῖον ἴσως καὶ τὸ, πολλοὶ δέ μιν ἠρήσαντο φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα. τοῦτο δὲ ὁ κωμικὸς ἀστειότερον φράσας, τοὺς πολλοὺς εἴτουν τοὺς χύδην διακειμένους ἄνδρας, οὐχ' ἁπλῶς εἶπε πολλοὺς ἀλλὰ πολλοὺς τοῦ βολοῦ, ἐκ μεταφορᾶς δηλαδὴ τῶν εὐτελῶν καὶ εὐώνων εἰδῶν. Ὅτι δὲ τοῖς τοιούτοις ὅλοις πληθυσμός τις ἐμφαίνεται ἀναγκαίως καὶ ὑπὸ τὸ διωρισμένον ἀνάγονται ποσὸν, δῆλον τοῖς ἐφιστῶσιν. ὡς δὲ καὶ νεκροῖς προσφυὲς τὸ, οἱ πολλοὶ, καὶ τὸ, οἱ πλείους, δηλοῖ ὁ εἰπὼν τὸ, ἀπελεύσομαι παρὰ τοὺς πλείονας. ὅ ἐστι θανοῦμαι. πλείονας γὰρ, τοὺς τεθνεῶτας ἐκεῖνος ἔφη. Ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
