# Commentarii ad Homeri Odysseam 1.50.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.50.1

Λιβυκαὶ στρουθοί. καὶ στρουθοὶ δὲ καταμόνας. οἷον. ἀφείθη ἐλεφάντων ἅρματα κ δ . συνωρίδες τράγων, ἑξήκοντα. βουβαλίων ι ε . στρουθῶν, ὀκτώ. ποτήριον δέ τι Περσικὸν στρουθίον καλούμενον ὥς φησιν Ἀθήναιος, ἄδηλον ἐκ ποίων στρουθῶν παρωνόμασται. τὸ μέντοι στρουθίζειν ὅ φησιν ὁ κωμικὸς, ἐκ τῆς Ὁμηρικῆς παρῆκται στρουθοῦ. Ὅτι ὅτε λέγει ὁ μυθικὸς Μέντης ἤγουν ἡ Ἀθηνᾶ, ὡς μαντεύσεται τὸ ἀληθὲς οὔτε μάντις ἐὼν οὔτε οἰωνοὺς εἰδὼς, προσυπακουστέον ἔξωθεν τὸ, ἀλλὰ φύσει τὸ μέλλον εἰδὼς ὡς θεὸς δῆθεν καὶ αὐτομαθής. ἐσχημάτισται γὰρ καὶ ἐνταῦθα ὁ λόγος ἐλλειπτικῶς πρὸς ἐπίκρυψιν. καὶ ἡ μὲν ἄρσις, ἐκφωνεῖται. ἤγουν τὸ οὔ. ἡ δὲ θέσις, ἐπεκρύβη. ἤγουν τὸ ἀλλὰ. ὅμοιον δὲ τῷ σχήματι τούτῳ, καὶ τὸ, οὐ γὰρ σῖτον ἔδουσιν οὐ πίνουσιν αἴθοπα οἶνον. καὶ ἐνταῦθα γὰρ ἔξωθεν αἱ θέσεις νοοῦνται, τὸ ἀλλὰ ἀμβροσίαν ἔδουσιν. ἀλλὰ νέκταρ πίνουσιν. Ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐὼν ἢ Αἰολικὸν ἢ Δωρικὸν, πάντες γὰρ αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που. ἔνθα ἔφη καὶ ὅτι, ὡς ἐλθὼν ἐλθέτω καὶ τὰ ὅμοια, οὕτως ἐὼν ἐέτω. καὶ ἀναλόγῳ κράσει, εἴτω διὰ διφθόγγου. ὡς φιλείτω. πλείτω. καὶ Δωρικῶς ἤτω. Δοριεῖς γὰρ, οὕτω μεταποιοῦσι τὰς τοιαύτας παραληγούσας, τὸ φιλείτω νοείτω, φιλήτω καὶ νοήτω λέγοντες. (Vers. 204.) Ὅτι ὥσπερ ξεσμὸς ξέσμα παρ' Ἀττικοῖς. καὶ ἀσπασμὸς ἄσπασμα. καὶ βρεχμὸς βρέχμα, οὕτω καὶ δεσμὸς δέσμα. φησὶ γὰρ ὅτι πολυμήχανος ὁ Ὀδυσσεὺς, καὶ φράσεται ὅπως ἂν εἰς τὴν πατρίδα νοστήσῃ εἴπέρ τε σιδήρεα δέσματα ἔχῃσιν. ὅμοιον δὲ τοῖς ῥηθεῖσι καὶ τὸ ἐχμὸς ἔχμα. ἀναιδέος ἔγχματα πέτρης. ἐνταῦθα δὲ καὶ σχῆμα ἀμφιβολίας ἐστίν. ἢ γὰρ δηλοῖ ὅτι ἐὰν καὶ σιδήρεοι δεσμοὶ ἔχωσι τὸν Ὀδυσσέα ἤτοι ἐπέχωσιν, ἢ ἐὰν σιδηρέους δεσμοὺς ἔχῃ ὁ Ὀδυσσεὺς ἤτοι φέρῃ περὶ αὐτόν. ὥσπερ καὶ δακτύλιον καὶ ἱμάτιον ἔχειν τις λέγεται. πῶς δὲ πολυμήχανος Ὀδυσσεὺς, ἐν τοῖς ἑξῆς που δηλωθήσεται. (Vers. 206.) Ἰστέον δὲ ὅτι περὶ ἀνδρὸς φυγάδος μὲν τῆς πατρίδος δραστηρίου δὲ καὶ σοφοῦ καὶ ἐφιεμένου κατελθεῖν, ῥηθήσεται τὸ Ὁμηρικὸν χωρίον τὸ, οὔτοι ἔτι δηρόν γε φίλης ἄπο πατρίδος αἴης ἔσσεται οὐδ' εἴπέρ τε σιδήρεα δέσματ' ἔχῃσι. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστι. Τὸ δὲ Ὁμηρικὸν δέσμα, δεσμὸν ἐν ἄλλοις ἔστιν εὑρεῖν κατὰ γένους μεταπλασμόν. ὁποῖον καὶ τὸ ζυγόν. καὶ τὸ κέλευθον. καὶ τὸ λύχνον. καὶ ἕτερα μυρία ὅσα. Δῆλον δὲ, ὅτι ταυτόν ἐστι σιδήρεον δέσμα καὶ σιδηροπέδην ἢ σιδηρᾶν ποδοκάκην εἰπεῖν. τινὲς δὲ καὶ τὸ ζητρεῖον ποδός φασι δεσμόν. Ὅτι δὲ τοῦ δεσμὸς καὶ τοῦ δέσμα, ἔστι καὶ θηλυκὸν ἡ δέσμη, δηλοῖ καὶ χρῆσις Ἀλέξιδος ἐν τῷ, καὶ θύμου δέσμαί τινες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, φράσσεται ὥς κε νέηται καὶ ἑξῆς προέκκειται, προαναφώνησίς ἐστιν ἤτοι προέκθεσις ῥητορική. ταυτὸν δ' εἰπεῖν, ὑπόσχεσις παραμυθουμένη τὸν ἀκροατήν. προλαλεῖ γὰρ, ὡς εἰ καὶ ἀμήχανόν ἐστι τὸν Ὀδυσσέα ἐκ τῆς κατὰ τὴν Καλυψὼ νήσου πλεύσαντα νοστῆσαι οἴκαδε, ἀλλ' ἐκεῖνος πολυμήχανος ὢν καὶ διατοῦτο καὶ ναυπηγεῖν εἰδὼς, νέηται ἤγουν νοστήσει εἰς τὴν πατρίδα. τὸ γὰρ τοιοῦτον νέεσθαι, δῆλον ὅτι τὸν νόστον παράγει. Τοῦ δὲ φράσσεται, πρωτότυπον τὸ φῶ ἐξ οὗ πλεονασμῷ τοῦ ρ, φρῶ. ὅθεν τὸ φράζω. καὶ περὶ μὲν τοῦ φῶ καὶ τῆς κατ' αὐτὸ ὁμωνυμίας, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. τὸ δὲ φράζειν καὶ φράζεσθαι, ὁμωνυμίαν καὶ αὐτὸ ἔχει. καὶ νῦν μὲν, τὸ βουλεύεσθαι δηλοῖ. ἀφ' οὗ καὶ φραδὴς νοῦς. ὡς τὸ, φραδέος νόου τέτυκται. καὶ ἀριφραδὴς ὁ ἄγαν συνετός. οὗ διέσταλται κατὰ τόνον, Ἀριφράδης τὸ κύριον, καὶ φράδμων ὁ βουλευτής. οἷς ἐναντίον, ὁ ἀφραδής. τιθέμενος καὶ ἐπὶ νεκύων κατὰ τὸν ἐξωτερικὸν μῦθον. ἔτι δὲ λέγεται φράζειν, καὶ τὸ λαλεῖν λεκτικῶς. ὅθεν καὶ φράσις καὶ περίφρασις καὶ παραφραστὴς καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ ἔκ τινος ἑτεροσημάντου φῶ καὶ φρῶ, γίνεσθαι τὸ φράσσω. ἀφ' οὗ ὁ κατάφρακτος στρατιώτης καὶ οἱ φραγμοὶ καὶ ὅσα τοιαῦτα. (Vers. 207.) Ὅτι ὡς καὶ ἀλλαχοῦ φαίνεται, τὸ ῥῆμα μὲν τοῦ λέγειν, οἶδεν ὁ ποιητής. ὡς καὶ ἐνταῦθα ἐν τῷ, ἀτρεκέως κατάλεξον. τὸ δὲ ἐξ αὐτοῦ ὄνομα τὸ λόγος, οὐκ οἶδεν, ἀλλὰ μῦθον ἀεὶ τὸν λόγον φησίν. ἔστι δὲ πάντως τὸ κατάλεξον ταυτὸν τῷ, ἀγόρευσον. διὸ καὶ ἐπάγεται τὸ, μάλ' ἀτρεκέως ἀγόρευσον. (Vers. 209.) Ὅτι ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀμμάτων χαρακτηρίζεται ἡ τοῦ Τηλεμάχου πρὸς τὸν πατέρα ὁμοιότης, ἐν τῷ, αἰνῶς κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας ἐκείνῳ. ὁ δὲ λόγος ἁρμόζει παντὶ ἔχοντι πρὸς τὸν τεκόντα ἐμφέρειαν. ἐρεῖ δέ τι τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς ὁ Μενέλαος ὃς ἔκ τε χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν βολῆς καὶ χαίτης, τὴν πρὸς τὸν Ὀδυσσέα τῷ Τηλεμάχῳ συνάξει ὁμοιότητα. (Vers. 210.) Ὅτι κυρίως μὲν, τὸ μίσγεσθαι λέγεται ἐπὶ ὑγρῶν. χείμαῤῥοι γοῦν ἐν Ἰλιάδι μίσγεσθαι λέγονται, ὅθεν καὶ ἡ μισγάγκεια.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
