# Commentarii ad Homeri Odysseam 1.51.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.51.1

καὶ κήρυκες οἶνον ἔμισγον ἐν κρατῆρσι καὶ ὕδωρ. ἐνταῦθα δὲ, φίλοι ἀλλήλοις θαμὰ μίσγεσθαι λέγονται. συνακίρναται γάρ πως ἡ φιλία τοῖς ἤθεσι. καὶ ἔστι σωμάτων μὲν, τὸ παρατίθεσθαι. ψυχῶν δὲ, τὸ μίσγεσθαι, συνανακιρναμένων φιλικῶς. δῆλον δὲ ὅτι καὶ ἐπὶ συνεύνων τὸ μίσγεσθαι λέγεται. καὶ ὡς οἰκεία ἡ λέξις ἐπὶ μάχης καὶ ἔριδος. ὅθεν καὶ τὸ ἐπιμὶξ μάχεσθαι. οἴδασι δὲ καὶ φιλόσοφοι τὴν αὐτὴν λέξιν ἐν τοῖς κατ' αὐτοὺς συλλογιστικοῖς σχήμασιν. (Vers. 211.) Ὅτι ἀναβῆναι εἰς Τροίαν ὡς καὶ προεγράφη, τὸ ἀναπλεῦσαι. δῆλον δὲ ὅτι καὶ βῆναι τὸ τοιοῦτον λέγεται, οὐχ' ἁπλῶς μέντοι ἀλλὰ μετὰ νηὸς, ὡς δηλοῖ τὸ, ἔνθά περ ἄλλοι Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλαις ἐπὶ νηυσί. καὶ ὅρα τὸ, Ἀργείων οἱ ἄριστοι οὓς ὡς ἀρίστους ἥρωας ἐν Ἰλιάδι καλεῖ ὁ ποιητής. (Vers. 214.) Ὅτι τὸ πεπνυμένος ὁ φρόνιμος, ἀπὸ τοῦ πνύω ἐνεστῶτος γίνεται, αὐτὸ δὲ, ἢ ἀπὸ τοῦ πονῶ πονύω κατὰ συγκοπὴν ὃ δηλοῖ τὸ ἐνεργῶ. ἐνεργὴς γὰρ ὁ φρόνιμος, ἢ ἀπὸ τοῦ πινύσσω τὸ φρονῶ. ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. καὶ πινυτὸς ὁ φρόνιμος. (Vers. 216.) Ὅτι λόγου μειρακιώδους καὶ ἀφελοῦς τὰ τοῦ Τηλεμάχου μιμητικῶς ὑπὸ Ὁμήρου γραφέντα. ἐν οἷς ἐρωτηθεὶς εἰ τοῦ Ὀδυσσέως ἐστὶν υἱὸς, λέγει ἁπλοϊκῶς ὅτι ἡ μήτηρ μέν φησιν Ὀδυσσέως ἐμὲ εἶναι υἱὸν, αὐτὰρ ἔγωγε οὐκ οἶδα, οὗ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. ἤγουν ἡ μήτηρ μὲν εὖ γινώσκουσα, τοῦ Ὀδυσσέως ἐμὲ υἱὸν εἶναι φησὶν, ᾗ τινι πάντως καὶ πείθομαι. ἐγὼ μέν τοι οὐκ οἶδα ἐξ ἐμαυτοῦ δηλονότι. ὅτι μὴ δὲ ἄλλως τις ἀφ' ἑαυτοῦ ἔγνω πόθεν γέγονεν, εἰ μὴ μάλιστα μὲν, ἐκ μητρὸς ἤδη δὲ καὶ ἀπ' ἄλλων εὖ εἰδότων. διὸ καὶ φησί. τοῦ μ' ἐκ φασὶ γενέσθαι, ἐπεὶ σύγε τοῦτο ἐρεείνεις. Καὶ ὅρα ὅτι οὐκ εἶπεν ἡ μήτηρ μέν με φησὶ τούτου εἶναι αὐτὰρ ἐγὼ οὐ πείθομαι, ἀλλὰ οὐκ οἶδα οἴκοθεν. πείθομαι δὲ δηλαδὴ τῇ μητρί. διὸ καὶ ἐπάγει, ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος δή τινος εἶναι υἱός. Ὀδυσσεὺς γὰρ ἀποτμότατος ἐγένετο ἀνθρώπων. (Vers. 218.) Πιστεύων ἄρα τῇ μητρὶ, ἀπεύχεται Ὀδυσσέα ἔχειν πατέρα. ἴσως δὲ, καὶ βαρυνομένης ψυχῆς ἡ φαινομένη αὕτη ἀφέλεια, καὶ οὐκ ἐξ ὀρθοῦ, ἀφελοῦς. ἐνάγει γὰρ αὐτὸν ἡ λύπη, εἰς τὸ μὴ ἂν ἔχειν ῥᾳδίως πιστεῦσαι ὡς Ὀδυσσέως ἔστιν υἱός. τοῦ τηλικούτου. τοῦ οὕτω μεγάλου. (Vers. 221.) Τὸ δὲ τοῦ μ' ἐκ φασὶ γενέσθαι, ὅμοιόν ἐστι τῷ ἐν Ἰλιάδι. τόν με φασὶ γείνασθαι. ὅπερ ἐκεῖ ὁ Ἀστεροπαῖος φησί. καὶ τῷ, τὸν δὲ, ἐμὸν πατέρα φασὶ ἔμμεναι. ὃ περὶ τοῦ Προτέως ἡ Εἰδοθέα φησίν. ὅτι δὲ τῇ μητρὶ ἀνάκειται ἡ περὶ τῶν παίδων ἀκριβὴς εἴδησις, δηλοῖ καὶ Εὐριπίδης. λέγων. μήτηρ, φιλότεκνος μᾶλλον πατρός. ἡ μὲν, γὰρ αὐτῆς οἶδεν ὄντα, ὅ δ' οἴεται. καὶ Μένανδρος. αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ' ἐγένετο, ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. ἡ γὰρ ἀκριβὴς εἴδησις ἐν τοῖς τοιούτοις, τῇ μητρὶ ἀνάκειται. διὸ καὶ ὁ Τηλέμαχος πρῶτον εἰπὼν μήτηρ μέν με φησὶ τούτου εἶναι, ὕστερον ἐπάγει τὸ ἀπὸ τῆς κοινῆς φήμης τῆς μὴ πάνυ ἀκριβοῦς. λέγων. τοῦ μ' ἐκ φασὶ γενέσθαι. δοκεῖ δὲ καὶ τῷ Ἀριστοτέλει τὰ εἰρημένα ὀρθῶς ἔχειν, ὅς φησιν ὡς ἄριστα περὶ τῶν τέκνων κρίνουσιν αἱ γυναῖκες. διό φησι Πεπαρηθία τις γυνὴ μαρτυρήσασα οἰκεῖον τινὰ εἶναι παῖδα, ἔλυσε τὴν περὶ ἐκείνου ἀμφιβολίαν. καὶ ἕτεραι δέ τινες, ὡς ἐν τῇ ῥητορικῇ αὐτοῦ λέγει. (Vers. 222.) Ἰστέον δὲ καὶ ὅτι τὸ φασὶν, εἴωθεν ὁ ποιητὴς ποτὲ μὲν, λέγειν ἐπὶ τῆς ἁπλῶς φήμης, ὡς ὅτε ὁ Αἰνείας λέγει πρὸς Ἀχιλλέα, ὅτι φασὶ σὲ μὲν, Πηλέος ἔκγονον εἶναι. καὶ ἐνταῦθα δὲ ὁ Μέντης περὶ τοῦ Λαέρτου εἶπεν. ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι. ἔστι δὲ ὅτε, καὶ ἐπὶ ὁμολογουμένων λέγει ὁ ποιητὴς τὸ φασὶν, ὡς ὅτε εἴπῃ ὅτι τὸν ἀετόν φασιν ὀξύτατα δέρκεσθαι. οὕτω δὲ καὶ τὸ φημὶ, ἐπὶ ἀκριβοῦς εἰδήσεως ἐν πολλοῖς τίθησιν. ὡς ὅτε Ἀχιλλεὺς ἐρεῖ πρὸς τὸν Αἰνείαν, ἤδη μέν σε φημὶ καὶ ἄλλο τε δουρὶ φηβῆσαι. καὶ ὅτε ὁ Νέστωρ λέγει. φημὶ κατανεῦται Δία Κρονίωνα. ἐνταῦθα οὖν τὸ μὲν ἡ μήτηρ μέν φησιν, ἐπὶ ἀκριβεστάτης εἰδήσεως νοηθήσεται. εὖ γὰρ εἰδυῖα ἡ Πηνελόπη, φησὶν ὅτι ὁ Τηλέμαχος υἱὸς τοῦ Ὀδυσσέως ἐστί. Τὸ δὲ ἐκ τούτου με φασὶ γενέσθαι, τὴν φήμην δηλοῖ τὴν ἐκ τῶν πολλῶν. (Vers. 217.) Γόνος δὲ νῦν, ἡ γονή. ἀφ' ἧς καὶ γίνεται ὥς που ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ῥηθήσεται. τὸ δὲ εἰπεῖν γόνον τὸν γεννήσαντα, ἴσως οὐκ ὀρθόν. ὤφειλε γὰρ ὀξυνθῆναι, ὡς δηλοῖ τὸ γουνὸς, ὃ σημαίνει τὸν γόνιμον τόπον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ γόνος ἤτοι γονὴ, οὐ μόνον ὁ λάγνος, ἀλλὰ καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης, ὡς οἱονεὶ λαγόνης, ἤγουν λίαν πολύγονος. καὶ μέν τινες, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ γυνὴ, τὰ τοιαῦτα παρήγαγον. ἵνα εἴη ἁπλοῦν τοῦ λάγνου, ὁ γύνις, ἄλλό τι ὢν αὐτὸς παρὰ τὸν παρθενοπίπην, καὶ τὸν ἀῤῥενώπαν ὃς ἐδήλου τὸν ἀνδρόγυνον. καὶ παρὰ τὸν εἰδομαλίδην ἤγουν τὸν καλλωπίζοντα τὰ μῆλα τῆς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
