# Commentarii ad Homeri Odysseam 1.55.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.55.1

αὐτὸς ἰδὼν, οὔτε γνοὺς ἀπὸ πύστεως ἤτοι μαθήσεως. ἔστι δὲ τοῦτο καὶ ἐφερμενευτικὸν τοῦ, ἀκλειῶς Ἅρπυιαι ἀνηρείψαντο. ἀκλεὴς γὰρ πάντως ἀνήρειπται, οὗ μηδαμοῦ κλέος. ὅ ἐστι φήμη. τοιοῦτος δὲ, ὁ ἄϊστος ἄπυστος. Τὸ δὲ ἐμοὶ ὀδύνας τε γόους τε κάλλιπεν, ἀστείως εἴρηται. οἱονεὶ γὰρ λέγει ὁ παῖς, ὅτι ὁ πατὴρ εἰς κληρονομίαν, λύπας μοι κατέλιπεν. (Vers. 246.) Ὅτι διηγούμενος τὰ κατὰ τοὺς μνηστῆρας ὁ Τηλέμαχος, οὕτω φησίν, ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ. ἠδ' ὅσοι κραναὴν Ἰθάκην κατακοιρανέουσι. τόσοι μητέρα ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. δέον ὂν μᾶλλον ἑδνοφορεῖν ὡς μνηστῆρας. ἡ δὲ, οὔτε ἀρνεῖται στυγερὸν γάμον, δέδοικε γὰρ μὴ ἐκβιασθείη, οὔτε τελευτὴν ποιῆσαι δύναται ὡς καραδοκοῦσα δηλαδὴ τὸν Ὀδυσσέα. οἱ δὲ φθινύθουσιν ἔδοντες, οἶκον ἐμόν. ὅπερ ἀνωτέρω τρύχουσιν εἶπε. τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν. Καὶ σημείωσαι ὅτι νῦν μὲν, ἁπλή ἐστι τῷ Τηλεμάχῳ ἡ διήγησις. ἐν δὲ τῇ β ῥαψῳδίᾳ, καὶ ἐνδιασκεύως τὸ αὐτὸ πρᾶγμα καὶ ἐγκατασκεύως προαχθήσεται. καὶ ἄλλην ἐμβρίθειαν ἕξει δικανικῷ λόγῳ πρέπουσαν. Ὅρα δ' ἐν τούτοις ὅτι τὸ ἐπικρατεῖν, δοτικῇ συνέταξεν. ὡς καὶ τὸ ἄρχειν ἐν τῷ ἄρχευ Ἀργείοισι. Τὸ δὲ ἄριστοι, πιθανῶς ἔχει, ὡς τῶν τῆς Πηνελόπης μνηστήρων τοιούτων ὡς εἰκὸς ὄντων. Τὸ δὲ Δουλίχιον, νῆσος ἐστὶ μία τῶν Ἐχινάδων. αἱ δὲ Ἐχινάδες, νῆσοι εἰσὶ πρὸς τῇ ἐκβολῇ τοῦ Ἀχελῴου ποταμοῦ. ἡ δὲ Σάμη, νῆσος περὶ Κεφαλληνίαν, λεγομένη καὶ Σάμος. καὶ ὁ πολίτης αὐτῆς, Σαμαῖος. ὁ μέντοι τῆς ἑῴας Σάμου πολίτης, Σάμιος λέγεται. περὶ δὲ αὐτῆς γέγραπται κάλλιον ἐν τοῖς εἰς τὸν περιηγητήν. Τὸ δὲ ὑλήεντι Ζακύνθῳ, ὅμοιόν ἐστι τῷ, ἠμαθόεντι Πύλῳ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Ὑλήεις δὲ, τουτέστιν ὕλην ἔχουσα. καὶ οὐ τραχεῖα κατὰ τὴν Ἰθάκην ἥτις κραναὴ λέγεται διὰ τὴν τραχύτητα. (Vers. 247.) Τὸ δὲ κατακοιρανέουσι, δηλοῖ τὸ βασιλεύουσι καὶ ὡς ἀνωτέρω ἔφη, ἐπικρατέουσιν. ἢ τὸ βασιλικὰ δρῶσιν. ὡς καὶ Ὀδυσσεὺς ἐν Ἰλιάδι, κοιρανέων διεῖπε στρατόν. ἤγουν δρῶν ἔργα βασιλικά. Καὶ σημείωσαι ὅτι παρὰ τοῖς παλαιοῖς οἱ ἔνδοξοι καὶ ἄριστοι, προσρήσεσιν ἐκοσμοῦντο βασιλικαῖς, ὡς καὶ μετ' ὀλίγα φανήσεται. (Vers. 252.) Τὸ δὲ στυγερὸν γάμον, τὴν τῶν μνηστήρων αἰνίττεται βίαν. πῶς γὰρ οὐ πολλὴ βία καὶ πτοία, ἔνθα οὐ δύναταί τις ἀρνεῖσθαι τὸ στυγερόν; Τελευτὴ δὲ δὲ παρὰ τοῖς παλαιοῖς, τὸ τέλος τοῦ ἔργου. καὶ τελευτᾶν, τὸ εἰς τέλος τι ἄγειν. διὸ μετ' ὀλίγα φησίν. αὐτὰρ ἐπὰν πάντα τελευτήσῃς τὲ καὶ ἔρξῃς, ἤτοι ἀποπληρώσῃς. οὕτω δὲ καὶ τελευτῶν τις ἐποίει τό δέ τι, τουτέστιν ἐν τῷ τέλει τῶν βουλευμάτων. οἱ δέ γε μεθ' Ὅμηρον, πρῶτα μὲν, καὶ τὸν θάνατον τελευτὴν ζωῆς ἔλεγον. καὶ τελευτᾶν τὸν βίον. καὶ τοιαῦτά τινα ὕστερον δὲ κατεκράτησε, τελευτὴν ἁπλῶς τὸν θάνατον λέγεσθαι. Τὸ δὲ φθινύθειν, μέση λέξις ἐστί. καὶ ἐνταῦθα μὲν δηλοῖ τὸ φθείρειν, καὶ ἀπόλλειν. φθινύθουσι γὰρ οἱ μνηστῆρες τὸν οἶκον τοῦ Τηλεμάχου. ἀλλαχοῦ δὲ, πάθος δηλοῖ. οἷον. τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο. τουτέστι φθείρεσθαι καὶ ἀπόλλυσθαι. Τὸ δὲ τάχα, σημειοῦνται οἱ παλαιοὶ, μηδέ ποτε παρὰ τῷ ποιητῇ διστακτικὸν εὑρίσκεσθαι, ἀλλὰ ἀντὶ τοῦ ταχέως ἀεὶ παραλαμβάνεσθαι. γενόμενον κατὰ συγκοπὴν ὡς σαφέα σάφα ἀντία ἄντα, οὕτω ταχέα τάχα. ὃ καὶ ὅμοιόν ἐστι τῷ ταχύ. ταυτὸν γὰρ εἰπεῖν, τάχα με διαῤῥαίσουσι, καὶ ταχὺ διαῤῥαίσουσιν. (Vers. 253.) Ὅτι τὸ, τόν δ' ἐπαλαστήσασα προσέφη Παλλὰς, οὐκ ἔστι παρήχησις διὰ τὴν ταυτότητα τοῦ ἤχου τοῦ ἐπαλαστήσασα καὶ Παλλὰς, ἀλλ' ἁπλῶς οὕτως ἐκ τοῦ παρατυχόντος αἱ λέξεις συνέπεσον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἐν τοῖς ἑξῆς εὑρεθήσονται. Ὅμηρος γὰρ ἐν σπουδαίοις λόγοις τοιαῦτα παίζειν οὐκ εἴωθεν. Ἐπαλαστεῖν δὲ λέγεται, τὸ δεινοπαθεῖν ὡς ἐπὶ ἀλάστοις καὶ ἀλαθήτοις κακοῖς. οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, ἔνθα ὁ Ἄσιος ἀλαστήσας, ἔπος ἤυδα. καὶ θεοὶ δὲ ἠλάστεον. ἐκ δὲ τούτου καὶ ὁ Ἀλάστωρ γίνεται οὐ μόνον τὸ κύριον, ἀλλὰ καὶ φθονερὸν δαιμόνιον. καὶ Ζεὺς ἀλάστωρ οὗ ἡ βλάβη ἄληστος. ἢ ὃν οὐκ ἔστι λαθεῖν. ἢ ὁ ἐπαμύνων τοῖς ἄλαστα παθοῦσι. λέγεται δέ φασιν ἀλάστωρ, καὶ ὁ τιμωρός. καὶ ὁ φυγῆς ἄξια εἰργασμένος. τινὲς δὲ, γράφουσι παλαστήσασα. τουτέστι τῇ παλαιστῇ τῆς χειρὸς ὠθήσασα. Ὅτι δὲ εἰς πολυωνυμίας τρόπον ἄγουσί τινες τὴν παλαιστὴν καὶ τὸ δῶρον καὶ τὴν δόχμην ἢ δοχμὴν, ἀλλαχοῦ δεδήλωται. (Vers. 254.) Ὅτι σύγκρισις μικροτέρου τινὸς πρὸς μείζονα βοηθὸν τὸ, ἦ δὴ πολλὸν ἀποιχομένου τοῦ δεῖνος δεύῃ. (Vers. 256.) Ὅτι δόμου πρώτας θύρας, τὸ πρόθυρον φησί. διαλύσας τὴν σύνθεσιν Ἰωνικῶς. οὕτω δὲ καὶ ἐν Ἰλιάδι εὕρηται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
