# Commentarii ad Homeri Odysseam 1.56.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.56.1

(Vers. 256.) Ὅτι σκευὴν στρατιωτικὴν Ὀδυσσεῖ πρέπουσαν λέγει, τὸ στῆναι ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε. καὶ θαῤῥεῖ ὁ Μέντης ἐὰν τοιοῦτος ἐπέλθοι τοῖς μνηστῆρσιν ὁ Ὀδυσσεὺς, καταπολεμηθῆναι αὐτούς. φησὶ γὰρ ὡς εἰ τοιοῦτος ἐλθὼν ὁμιλήσει τοῖς μνηστῆρσι, πάντες ἂν ὠκύμοροι γενείατο πικρόγαμοί τε. πολλῷ δὴ πλέον καταπολεμηθήσονται οἱ ἀναιδεῖς, εἰ καὶ μετὰ τοῦ υἱοῦ καὶ τοῦ Εὐμαίου καὶ Φιλοιτίου ἐπιπέσοι αὐτοῖς. εἰ δὲ καὶ μεθύουσιν ἐπίθηται ὡς προείρηται καὶ μετὰ τῆς Ἀθηνᾶς δὲ, οὐδεμία ἔσται δυσχέρεια εἰς τὴν ἐκείνων ἀναίρεσιν. (Vers. 266.) Τὸ δὲ ὁμιλήσει, πολεμικὴ λέξις ὡς καὶ ἐν Ἰλιάδι, παρὰ τὸ ὁμοῦ τὰς στρατιωτικὰς ἴλας εἶναι μαχομένας. καὶ οὐκ ἔστι σύστοιχος ἡ λέξις αὕτη τῷ ὀλίγῳ τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ τῶν μνηστήρων, ἴσως δὲ καὶ παικτικῶς ἐῤῥέθη τοῦτο ὡς πρὸς ἐκεῖνον τὸν ὅμιλον ἵνα λέγῃ ὅτι ἔστι μὲν ὅμιλος οὗτος, εἰ δὲ Ὀδυσσεὺς αὐτοῖς ὁμιλήσει, ἐξώλοντο. (Vers. 267.) Ὅρα δὲ τὸ πικρόγαμοι, βαρέως καὶ ἀκραχόλως συντεθὲν διὰ τὸ πρὸς τοὺς κακογάμους καὶ ὑβριστὰς μνηστῆρας μῖσος. ἔχει δέ τι ὁμοίας τραχύτητος, καὶ τὸ ὠκύμοροι. εἰ καὶ ἄλλως, τῷ τῆς ὁμοιοκαταληξίας κάλλει ἄμφω λεαίνεται. (Vers. 259.) Ὅτι τὸ, τοῖος ἐὼν οἷον αὐτὸν ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ἀφορμή τις ἐστὶ τοῦ ἐκ τοῦ πίνειν τοὺς φίλους ἐτυμολογεῖν. καὶ ἀπὸ συμποσίου λέγειν κτᾶσθαι αὐτούς, (Vers. 260.) Ὅτι Ἔφυραι κατὰ ἱστορίαν διάφοροι, ὡς καὶ Ἰλιὰς δηλοῖ. μία, ἐν Πελοποννήσῳ περὶ τὰ τῆς Κυλλήνης ὅρια. δευτέρα, Σικυωνίας, περὶ ἣν καὶ ποταμὸς Σελλήεις. τρίτη, ἐν Θεσπρωτίᾳ, ἔχουσα καὶ αὐτὴ Σελλήντα ποταμόν. τετάρτη, ἐν Αἰτωλίᾳ. καὶ οἱ ἐκεῖθεν, Ἔφυροι λέγονται. οὐ μὴν Ἐφυραῖοι ὡς οἱ ἐκ τῶν λοιπῶν. πέμπτη Ἔφυρα, Θετταλικὴ ἕκτη, Κορίνθου, ἐν ᾗ καὶ αὐτῇ, Σελλήεις ποταμός. ἐκ ταύτης φασί τινες τὸν Ὀδυσσέα λαβεῖν ἀνδροφόνα φάρμακα. λέγοντες, φαρμακοφόρον ποτὲ γενέσθαι αὐτὴν, διὰ τὸ ἐκεῖ κατοικῆσαι τὴν Μήδειαν. ὅθεν καὶ ἡ τοῦ Αὐγέου θυγάτηρ φασὶ τοῦ βασιλέως τῶν Ἐπειῶν ἡ ἐν Ἰλιάδι κειμένη Ἀγαμήδη, φαρμακὶς ἦν. ἔθνος δὲ Πελοποννήσιον οἱ Ἐπειοὶ ὡς δηλοῦται πολλαχοῦ. ἄλλοι δὲ, ἀπὸ τῆς Θεσπρωτικῆς Ἐφύρης φάρμακα λαβεῖν τὸν Ὀδυσσέα φασὶ, γενομένης καὶ αὐτῆς ποτὲ πολυφαρμάκου διὰ τὴν Μήδειαν, οἰκήσασαν καὶ ἐκεῖ πρὸς καιρόν. καὶ ὅτε δὲ τὸν Τηλέμαχον ὑποπτεύουσιν οἱ μνηστῆρες ἀφικέσθαι εἰς Ἐφύρην φάρμακα θυμοφθόρα κομισόμενον. οἱ μὲν, ταύτην. οἱ δὲ, ἐκείνην φασί. περὶ δὲ Ἐφύρης, διαλαμβάνει καὶ ἡ Ἰλιάς. ἐν ᾗ καὶ περὶ φαρμάκων δηλοῦται τὰ ἀρκοῦντα ἐκεῖ. νῦν δὲ, τοσοῦτον ῥητέον, ὅτι φάρμακα, οὐ μόνον τὰ δηλητηριώδη καὶ ἄλλως δὲ τὰ ἀκεσώδυνα ὡς μυριαχοῦ φαίνεται, ἀλλὰ καὶ ζωγράφων βάμματα. καὶ ἁπλῶς δὲ, βαφαί. ὅθεν καὶ φαρμακῶνες τὰ βαφεῖα εὕρηται δὲ καὶ φαρμακᾶν, τὸ μεστὸν εἶναι ἢ δεῖσθαι φαρμάκων. ζήτει δὲ ποίων. ὁ δὲ φαρμακὸς ἤτοι τὸ κάθαρμα, ἑτεροῖόν τι ἐμφαίνει φαρμάκου σημαινόμενον. Ἀριστοφάνης πόθεν δ' ἐγώ σοι συγγενὴς ὦ φαρμακέ; ὁ μέντοι φαρμακεὺς ἢ κατὰ Πλάτωνα φαρμακευτὴς ὁ φαρμάκοις διαφθείρων, τῷ φαύλῳ φαρμάκῳ παρωνόμασται. ὥσπερ καὶ ἡ φαρμακὶς καὶ φαρμακεύτρια γυνή. τινὲς δὲ καὶ ἐπὶ ἄνθους φασὶ τὸ φάρμακον, ὡς δηλοῖ ὁ φράσας ὅτι ἀφάρμακον, τὸ ἄνευ ἄνθους. ἄνθη γὰρ, τὰ φάρμακα. καὶ εὐφάρμακον, τὸ εὔχροον. Ὅτι Ἶλος Μερμέρου παῖς τοῦ Φέρητος τοῦ Ἰάσονος καὶ Μηδείας, φαρμάκων ἦν σκευαστὴς ἐν Ἐφύρῃ τῇ Θεσπρωτικῇ, τῇ ὡς εἴρηται πολυφαρμάκῳ, εἰς τοῦτον ἀπῆλθέ ποτε Ὀδυσσεὺς διζήμενος φάρμακον ἀνδροφόνον ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας. καὶ ὁ μὲν Ἶλος, οὐκ ἔδωκέ φησι ἐπεὶ θεοὺς νεμεσίζετο αἰὲν ἐόντας. ὁ δὲ Τάφιος Ἀγχίαλος, ἔδωκε, φιλέεσκε γὰρ αἰνῶς. Καὶ ὅρα τὸ βίαιον τῆς ἀληθοῦς φιλίας. ὁ μὲν γὰρ Ἶλος, δι' εὐλάβειαν οὐκ ἔδωκε φάρμακον. ὁ δὲ Ἀγχίαλος, διὰ φιλίαν ἔδωκε. μᾶλλον δὲ, ὁ μὲν Ἶλος μὴ εἰδὼς ἀκριβῶς οἷος ὁ ζητῶν τὸ φάρμακον Ὀδυσσεὺς, οὐ δίδωσι. δέδιε γὰρ ἴσως, μὴ κατ' ἀνθρώπων οὐ δικαίως τῷ φαρμάκῳ χρήσηται. ὁ δὲ Ἀγχίαλος δίδωσιν, εἰδὼς τὴν χρείαν τοῦ φίλου, ὡς χρησομένου τῷ φαρμάκῳ εἰς κυνηγέσιον. φίλος γάρ. διὸ καὶ ἀκριβῶς οἶδε τὸν φίλον ὡς ἑαυτόν. ὁ γὰρ φίλος, ἄλλος αὐτός. Ὅρα δὲ ὡς ὁ Μέρμερος καὶ ὁ ἐξ αὐτοῦ Μερμερίδης καθὰ καὶ τὰ μέρμερα ἔργα, τὸ ε τοῦ μερίζειν ἐφύλαξαν. εἰ καὶ τὸ μερμηρίζειν καὶ ἡ μέρμηρα καὶ τὸ ἀμερμηρεὶ ὧν καὶ ἐν τοῖς ἑξῆς ἔσται μνεία, διὰ μέτρου ἀνάγκην τὸ ε τοῦ μερίζειν εἰς η ἔτρεψαν. (Vers. 262.) Σημείωσαι δὲ ὡς εἰ καὶ κατὰ συμβεβηκὸς ἀνδροφόνον ἦν τὸ φάρμακον, ἀλλ' Ὀδυσσεὺς ὡς θηροφόνον αὐτὸ ἐζήτει. διὸ καὶ δίδωσιν ὁ Ἀγχίαλος. προοικονομεῖ δὲ κἀνταῦθα ἕκαθεν πιθανῶς τὰ τῆς μνηστηροφονίας ὁ ποιητής. καὶ βάπτει

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
