# Commentarii ad Homeri Odysseam 1.57.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.57.1

τὰ τοῦ Ὀδυσσέως βέλη εἰς φάρμακον οὐ μόνον θηριοκτόνον, ἀλλὰ τὸ αὐτὸ καὶ ἀνδροφόνον. ὡς ἂν, ἅμα βάλλοιντο ἐν τοῖς ἑξῆς οἱ μνηστῆρες, καὶ ἐκ πρώτης βολῆς ἀγχηστῖνοι πίπτοιεν. ἄλλως γὰρ ἁπλῶς ὁ Ὅμηρος, οὐ φαρμάττει τοὺς ὀϊστούς. καὶ δῆλον φασὶν ἐξ ὧν ἐν Ἰλιάδι πολλοὶ ἐκ τόξου βληθέντες, ἐπέζησαν. διὰ δὲ τὴν τοιαύτην οἰκονομίαν, καὶ τὸ τόξον τοῦ Ὀδυσσέως, ἀπόθετον ἐν τῇ Ἰθάκῃ φυλάσσει ὁ ποιητής. οἴκοι γὰρ βέλτερον εἶναι ἵνα ἐπανελθὼν ἐκεῖνος ἔχῃ χρῆσθαι αὐτῷ. ἐν γὰρ τῇ Τροίᾳ, οὐ πάνυ ἔδει χρᾶσθαι τόξοις, διὸ καὶ χρείαν ἐκεῖ τόξου σχὼν Ὀδυσσεὺς, τὸ τοῦ Μηριόνου ἔλαβε. καὶ οὐδὲ πολλοὶ ἐκεῖσε ἦσαν τοξόται, ὅτι μὴ δὲ λίαν ἐκόμπαζον ἐπὶ τῇ τοξείᾳ οἱ παλαιοί. αἰτία μέντοι τῆς ἐν Ἰθάκῃ μονῆς καὶ φυλακῆς τοῦ τόξου καθ' ἱστορίαν, ἀλλαχοῦ παρὰ τοῦ ποιητοῦ ῥηθήσεται. ἔνθα ἐρεῖ ξένειον εἶναι αὐτὸ καὶ διὰ τοῦτο φυλάσσεσθαι εἰς κειμήλιον κατὰ ἔθος ἀρχαῖον. Φάρμακον δὲ ἀνδροφόνον λέγει ὁ ποιητὴς, ὡς ἄν τις εἴπῃ ἀνθρωποκτόνον. τοῦ ἀνδρὸς, ἐνταῦθα ἀντὶ ἁπλῶς ἀνθρώπου ληφθέντος. ὥσπερ αὖ πάλιν καὶ ἐν Ἰλιάδι τὸ, γυναῖκα μαζὸν, φασί τινες μαζὸν ἁπλῶς δηλοῦν ἀνθρώπινον, ὡς ἀπὸ μέρους τῆς γυναικός. Ἰστέον δὲ ὅτι τὸ σημαινόμενον τοῦ ἀνδρὸς ἐξ οὗ σύγκειται ὁ ἀνδροφόνος, συντίθησι καὶ τὰ ἀνδράποδα. δι' ὧν δοῦλοι σημαίνονται ὑποκείμενοι δεσπόταις, καὶ ὄντες αὐτοῖς ὅπερ οἱ κατωτάτω πόδες ὅλῳ τῷ ἄνω σώματι. τοιούτῳ δὲ ἀνδρὶ συγκροτεῖται καὶ ὁ ἀνδραποδιστής. οὗ ἐν τοῖς μάλιστα οἱ ἄπιστοι Θετταλοὶ, ὧν καὶ Ἰάσων, ἀνδραποδίσας τὴν Μήδειαν. ὁμοία δὲ ἀνδρὸς σημασία, καὶ ἐν τῷ ἀνδραποδοκάπηλος, ὁ καὶ σωματέμπορος καὶ μεταβολεὺς ἀνδραπόδων. πῶς δέ μοι καὶ τὰ ὑποζύγια ἐκλήθη ἀνδράποδα ὁμοίως τοῖς δούλοις, λογοπραγείσθωσαν οἱ σοφοὶ ὀνοματοθέται, οἷς καλῶς αὐτὸ οὐκ ἤρεσε. Τοῦ δὲ διζήμενος ἡ κίνησις, ἐν τοῖς μετὰ ταῦτά που διευκρινηθήσεται. Ὅρα δὲ καὶ τὴν χασμῳδίαν τοῦ, ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι. οὐ γὰρ κατὰ τὸ, Ἴριδι δίῃ καὶ Φρόντιδι δίῃ, σέσηρεν ἐνταῦθα ὁ ἀναγινώσκων, ἀλλ' ὑπὲρ ἐκεῖνα καὶ ὅσα δὲ ἄλλα τοιαῦτα. καὶ ὅμως ἔχεται λόγου ἡ τοιαύτη ὡς εἰπεῖν ἀποστίγγρωσις, ἵνα τὸ φορτικὸν καὶ ἀηδὲς πρᾶγμα καὶ ἀγλευκεὺς ἡ τοῦ ἀνδροφόνου φαρμάκου χρῆσις, ἀηδῶς φρασθείη καὶ μὴ κατὰ κάλλους γλυκύτητα. (Vers. 264.) Ὅτι νεμεσᾶν καὶ νεμεσίζεσθαι ὡς ἐπὶ πολὺ μὲν λέγεται, τὸ δικαίως μέμφεσθαι. οἷον. Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε ἔργα; καὶ, νεμεσίσαιτό κεν ἀνὴρ αἴσχεα πόλλ' ὁρόων. ἐνταῦθα δὲ ὁ Ἶλος νεμεσίζεσθαι θεὸν λέγεται, ἀντὶ τοῦ δεδιέναι καὶ δι' ἐπιστροφῆς ἔχειν. Ἰστέον δὲ ὅτι τὲ πρωτότυπον καὶ τοῦ νεμεσῶ καὶ τοῦ νεμεσίζω, τὸ νεμῶ περισπώμενον. οὗ διχῶς ὁ μέλλων, νεμήσω ἐξ οὗ τὸ ἐνεμήσατο καὶ τὸ διανενεμῆσθαι, ἔτι δὲ νεμέσω. οὗ ἀναχθέντος εἰς ἐνεστῶτα, προάγεται τὸ νεμεσίζω νεμεσίσω ἐξ οὗ ἡ νέμεσις ἀποβολῇ τοῦ ω. κατὰ τὸ ὑβρίζω ὑβρίσω καὶ τὰ ὅμοια. καὶ ὅτι ὥσπερ νεμεσῶ καὶ νεμεσίζω ἐν διφορήσει, οὕτω καὶ φλυαρῶ καὶ φλυαρίζω οὕτω γοῦν λέων ἐκφλυαρίζει τοὺς αὐτῷ ἐπιόντας ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ἔτι δὲ καὶ οὐ μόνον βουκολῶ, ἀλλὰ καὶ βουκολίζω. οἷον, τοὺς ἁλώσοντας ἀποβουκολίζουσιν ἀποσκευάζονταί τε τὸν κίνδυνον. σημαίνει δὲ ἡ λέξις, ἀπάτην. ὡς δὲ καὶ ἠρεμεῖν καὶ ἠρεμίζειν ἐστὶ, μαρτυροῦσιν αἱ χρήσεις. Ὅτι τὸ, εἰ δ' ἄγε νῦν ξυνίει, παρακελευσματικῶς ἔχον, δηλοῖ τὸ εἰ δὲ βούλει, ἄγε ποίει τόδε. ἢ καὶ ἄλλως, εἴα δὴ ἄγε ποίει τόδε. ζήτει δὲ περὶ αὐτοῦ τὸ ἀκριβὲς ἐν Ἰλιάδι. χρῆσις δὲ τοῦ εἴα παρακελευσματικοῦ ἐπιῤῥήματος, παρά τε ἄλλοις καὶ παρὰ τῷ κωμικῷ. (Vers. 268.) Ὅτι ἐπὶ πραγμάτων ἀποβάσεως ἀδήλου, οἰκεῖον εἰπεῖν τὸ, ταῦτα μὲν θεοῦ ἐν γούνασι κεῖται, ἀντὶ τοῦ ἐν δυνάμει ἢ ἱκεσίᾳ θεοῦ, σὲ δὲ φράζεσθαι ἄνωγα τό δέ τι. Ὅτι ἡ αυ δίφθογγος πρὸ συμφώνου, ψιλοῦται, οἷον αὐτός. αὖρα. αὔριον. ἀμέλει κατὰ τοὺς παλαιοὺς τὸ αὕω τὸ ξηραίνω, δασύνεται. καθὰ καὶ τὸ αὑαίνω παρὰ τῷ κωμικῷ, διὰ τὸ μὴ ἐπιφέρεσθαι τῇ διφθόγγῳ σύμφωνον. αὔω δέ φασι τὸ φωνῶ, ψιλοῦται, πρὸς σημασίαν διάφορον. Ὅτι καὶ τοὺς Ἰθακησίους ἴσως καὶ τοὺς μνηστῆρας σεμνολογῶν ὁ χρηστολόγος Ὅμηρος, ἥρωας Ἀχαιοὺς ὀνομάζει. (Vers. 274.) Ὅτι τὸ πέφραδε ἀντὶ τοῦ εἰπὲ, ἢ μέσος παρακείμενός ἐστι τοῦ φράζω, ἢ δεύτερος ἀόριστος φράδε, καὶ κατὰ διπλασιασμὸν πέφραδε. οἷον. μῦθον πέφραδε πᾶσι τοῦτο δὲ παρῳδηθέντος τοῦ ἐφεξῆς, χρήσιμον εἰς ἀναφώνησιν. οἷον. μῦθον πέφραδε πᾶσι. θεὸς δ' ἐπιμάρτυρος ἔστω. καὶ παρὰ τῷ ποιητῇ δὲ ὁ τόπος οὗτος προεκθετικός ἐστι τῶν ἐφεξῆς γενησομένων. ἐν οἷς ἀπειπεῖν τοῖς μνηστῆρσι μέλλει ἅπερ ἐθέλει ὁ Τηλέμαχος. δῆλον δὲ ἐκ τῶν παλαιῶν, ὡς πρωτότυπόν ἐστιν ὁ μάρτυρος. ἐξ οὗ ὁ μάρτυς κατὰ συγκοπήν. διὸ οὐδὲ κλίνεται ὁ μάρτυς ὡς μὴ φυσικήν φασιν ἔχων τὴν παραλήγουσαν. αὐτοῦ μέντοι τοῦ, ὁ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
