# Commentarii ad Homeri Odysseam 1.6.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.6.1

ὥσπερ ἐν τῇ Ἰλιάδι εἰπὼν μυρία Ἀχαιοῖς ἔθηκεν ἄλγεα καὶ πολλὰς ἰφθίμους ψυχὰς ἄϊδι προίαψεν, ἐνέφῃνε τοῖς ἀκροαταῖς ὡς ἐν προεκθέσεως λόγῳ, ὡς ἔσται αὐτῷ ὕλη τοῦ τῆς ποιήσεως πλατυσμοῦ, τὰ μυρία ἄλγεα καὶ ὁ τῶν πολλῶν θάνατος, οὕτω καὶ νῦν ἐν τῷ, μάλα πολλὰ πλάγχθη καὶ πολλῶν ἀνθρώπων ἴδεν ἄστεα, τὸν τρόπον προεκτίθεται δι' οὗ τὴν ποίησιν πλατυνεῖ. ἡ γὰρ πολύπλανος τοῦ Ὀδυσσέως περίοδος, πλάτος τῇ ποιήσει ἐνδαψιλεύσεται. καὶ ἔστιν ὁ τρόπος, οἷον προέκθεσις, τὸ μέν τοι ἄνδρα μοι ἔννεπε, τὸν τῆς Ὀδυσσείας σκοπὸν προλαλεῖ. ὡς τὸν τῆς Ἰλιάδος, τὸ μῆνιν ἄειδε Ἀχιλλέως. Ὅτι λαβὼν ἀφορμὴν κατὰ τοὺς παλαιοὺς ὁ ποιητὴς ἐκ τοῦ πολὺ, ὅπερ ἔγκειται τῇ λέξει τοῦ πολύτροπος, ἐπέμεινε τῇ ὁμοιότητι τοῦ ὀνόματος. εἰπών. πολλὰ ἐπλάγχθη. πολλῶν δὲ ἀνθρώπων ἴδεν ἄστεα. πολλὰ δὲ ἔπαθεν ἄλγεα. Τὸ δὲ πλάγχθη ἀναύξητον ὂν, Ἰαστὶ προήνεκται ὡς φίλον Ὁμήρῳ. χαίροντι μὲν καὶ ταῖς κοιναῖς ῥηματικαῖς αὐξήσεσιν, οὐχήκιστα δὲ καὶ ταῖς ἀναυξέσι τῶν ῥημάτων κινήσεσιν. οἱ δέ γε ὕστερον ἀττικίζοντες, οὐχ ἀπλῶς αὔξειν τοὺς παρῳχημένους οἴδασιν, ἀλλὰ καὶ ἀναδιπλοῦσι τὴν αὔξην ἐν πολλοῖς. ὡς δῆλον ἐκ τοῦ ἠνέῳξε καὶ ἠνώχλησεν. ἔτι δὲ καὶ ἐν τῷ ὠνοματοπεποίηται. καὶ ἐκδεδιητημένος. καὶ ἄλλων μυρίων ὧν μνεία ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγονε. τινὲς δὲ, καὶ ἄλλως καινοπραγοῦσιν, αὔξοντες ἐφ' οἷς οὐκ ἐχρῆν. οἷον ἐν τῷ ἤμελλε, καὶ ἠδύνατο, καὶ ἐν τῷ διηκόνησε. τροπὴ γὰρ ἐν τούτοις τοῦ ε εἰς η ἐκ τοῦ ἔμελλον ἐδύνατο διεκόνησεν, ὤγκωσεν εἰς πλέον τὴν συνήθη αὔξησιν. τὸ μέντοι ὤρωρεν, ἑτεροῖόν τι ἐστί. οὐκ αὐξῆσαν αὐτὸ, ἀλλὰ μεταθέμενον τὴν ἔθιμον Ἀττικοῖς παραλήγουσαν τὴν τοῦ ω μεγάλου, εἰς τὴν ἄρχουσαν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δὲ ὡς ἐῤῥέθη ἐπλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον, πλεονασμὸν ἔπαθε τοῦ νῦ διὰ καλλιφωνίαν καὶ ὄγκον ἤχου. ὡς καὶ ἐπὶ τοῦ ἀμφασία ἐγένετο. καὶ ἐπὶ τοῦ ἄμβροτος. καὶ τερψίμβροτος. καὶ τύμπανον. καὶ πίμπλημι. καὶ χρίμπτω. καὶ φαισίμβροτος. καὶ λίγξε βιός. καὶ ἐπὶ τοῦ λαγχάνω. καὶ λέλογχε. καὶ φυγγάνω. θιγγάνω. ἐρυγγάνω. τυγχάνω. καὶ ἐπὶ ἄλλων πολλῶν. ἑρμηνεία δὲ τοῦ πλάζειν κοινῇ διαλέκτῳ, τὸ πλανᾶν. ὃ κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἄλη γίνεται προσθέσει στοιχείων τοῦ π καὶ λάμβδα. ἢ ἀπὸ τοῦ πλαγιάζειν τῆς ὀρθῆς. ἐξ αὐτοῦ δὲ, ὁ πλάνης καὶ ὁ πλανήτης, ἔτι δὲ καὶ ὁ πλάνος. τέχνην αὐτὸς ἔχων τινὰ καὶ τὸ ἀποπλανᾶν τοὺς θεωμένους. ὁποῖοι, Κηφισσόδωρός τις καὶ Παντολέων, ἔτι δὲ καὶ Ματρέας ὁ Ἀλεξανδρεύς. ὃς κατὰ τὴν ἱστορίαν τοῦ Ἀθηναίου, ἔλεγε πρὸς αἴνιγμα, θηρίον τι τρέφειν ὅπερ αὐτὸ ἑαυτὸ ἐσθίει. ὡς καὶ ζητεῖσθαί φησι μέχρι τοῦ νῦν, τὸ Ματρέου θηρίον. τὸ δὲ, ἢ θυμὸν ἴσως ἢ φθόνον δηλοῖ ἢ λύπην ἢ καί τι κωμικώτερον ἐμπαθές. εἰλῆφθαι δὲ δοκεῖ ὁ ῥηθεὶς τοῦ Ματρέου λόγος, ἢ ἐκ τοῦ, ὃν θυμὸν κατέδων, ἢ ἐκ τοῦ πολύποδος ὃς ἑόν ποτε πόδα τένδει. Ὅτι τὸ ἐπεὶ, οὐ μόνον σύνδεσμός ἐστιν αἰτιολογικὸς, ἀλλ' ἐν πολλοῖς καὶ χρονικὸν ἐπίῤῥημα, ὡς καὶ ἐνταῦθα. ἐπεὶ Τροίης πτολίεθρον ἔπερσεν, ἀντὶ τοῦ ἀφ' οὗ. ὅπερ, ἐξ οὗ φησὶν ἐν τῇ Ἰλιάδι ἐν τῷ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην. Ὅτι τὴν Τροίαν ἐνταῦθα ἱερὰν καλεῖ, ὡς καὶ ἐν τῇ α τῆς Ἰλιάδος τοῦ Ἠετίωνος πόλιν τὴν Θήβην. τοῦτο δὲ καὶ ἐπ' ἄλλων ποιεῖ πόλεων. καὶ ζητητέον τὴν αἰτίαν ἐν τοῖς γραφεῖσιν ἐκεῖ. ὧδε δὲ, καὶ μῦθός τις ὕπεστι. λέγων, ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος κτισθῆναι τὴν Ἴλιον. ὅθεν καὶ ἱερὸν πτολίεθρον Τροίης, ὡς θεόκτιστον λέγεται. θεραπεία δὲ τοῦ μύθου κατὰ Παλαίφατον, ὅτι κειμήλια Ποσειδῶνος τὲ καὶ Ἀπόλλωνος, εἰς ἀνοικισμὸν τῆς Ἰλίου ὑπὸ Λαομέδοντος δεδαπάνητο. διὸ δοκοῦσι, τρόπον τινὰ θητεῦσαι ὁ Ποσειδῶν καὶ ὁ Ἀπόλλων ἐν τῷ τῆς Ἰλίου κτίσματι. τινὲς δὲ οἴονται ὅτι ἀστείως τὸ κοινὸν παντὸς κτίσματος, ὁ μῦθος διὰ σεμνότητα τῇ Τροίᾳ ἐξιδίωσε. παντὶ μὲν γὰρ πολίσματι καὶ ἁπλῶς οἰκοδομήματι, χρεία Ποσειδῶνος τὲ ἤγουν ὑγρότητος δι' ἧς ὁ τίτανος ἢ ὁ πηλὸς ἁρμόσει τοὺς λίθους, καὶ Ἀπόλλωνος ἤτοι θερμότητος ἡλιακῆς τῆς ἐν τῷ περιέχοντι, ὡς ἂν ἐξικμαζόμενον συμπαγείη τὸ κτιζόμενον. ἡ δὲ μυθολογία, τὸ κοινὸν τοῦτο, τῇ Τροίᾳ κατ' ἐξαίρετον ἰδιαζόντως ἀπένειμε. περίφρασις δέ ἐστι τὸ, Τροίης πτολίεθρον. ἀντὶ τοῦ Τροία. Σημείωσαι δὲ καὶ ὅτι τὸ, Τροίης πτολίεθρον ἔπερσεν, ἀρχή ἐστι τῆς τοῦ πτολιπόρθου Ὀδυσσέως συνθέσεως. διὰ γὰρ ταύτην ἐκεῖνος πτολίπορθος ἐπωνόμασται. Ὅτι δὲ αὐτὸς εἷλε τὴν Τροίαν διὰ τῆς τοῦ δουρείου ἵππου μηχανῆς, δῆλον. ἐρεῖ γὰρ ὁ ποιητής. σῇ δ' ἥλω βουλῇ πόλις Πριάμοιο. (Vers. 4) Ὅτι πόντος κυρίως τὲ καὶ κοινῶς, πᾶν πέλαγος. ὡς δηλοῖ κἀνταῦθα τὸ, πολλά δ' ὅγ' ἐν πόντῳ πάθεν ἄλγεα. ἰδίως δὲ πόντος παρὰ τοῖς ὕστερον, καὶ ὁ Εὔξεινος. ἐκπλήττων αὐτὸς τοὺς Ἕλληνας διὰ τὸ ἐκτετοπίσθαι. διό φασι τοὺς ποντικοὺς ἀνθρώπους ἔλεγον εἴπου φαίνοιντο, ἐκ τοῦ πολλοῦ ἥκειν πόντου. ὡς εἴπερ ἔλεγον ἐξ ὀλέ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
