# Commentarii ad Homeri Odysseam 1.64.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.64.1

καὶ ἐν τῷ, φίλης κεφαλῆς ὀλετῆρα, καὶ, Ἑκτορέης κεφαλῆς ἄποινα, ἀλλὰ καὶ ἐνταῦθα ἐν τῷ, τοίην γὰρ κεφαλὴν ποθέω. ἤτοι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι σταθμὸς λέγεταί ποτε, καὶ οἴκημα εὐτελὲς ἀγροτικόν. καὶ ζωοστάσιον. καὶ ὄργανον σταθμήσεως. Καὶ ὅτι τὸ τέγος, κατ' ἔλλειψίν ἐστι τοῦ σίγμα, ὥσπερ τὸ σμικρὸν μικρόν. ἡ δὲ χρῆσις τοῦ τέγους, καὶ παρὰ Θουκυδίδῃ. ἀναβάντες ἐπὶ τὸ τέγος καὶ διελόντες τὴν ὀροφὴν, ἔβαλλον τῷ κεράμῳ. εἰκὸς δὲ καὶ ἄλλως, ἀπὸ τοῦ τέγγω γίνεσθαι τέγος. εἶτα πλεονασμῷ, στέγος. τέγγεται γὰρ ὑετοῖς πρὸ τῶν ἄλλων τὸ στέγος. οὕτω δὲ προϋπόκειται καὶ ὁ μικρὸς καθὰ καὶ ὁ μικός. εἶτα ἐπιτείνεται διὰ τοῦ ζμικρὸς ἤγουν ζαμικρός. καὶ διὰ τὸ εὐσύντακτον τῶν στοιχείων, σμικρός. (Vers. 335.) Ὅτι ἐν τῷ, ἄντα παρειάων σχομένη ὡς ἐῤῥέθη λιπαρὰ κρήδεμνα, ἐμφαίνεται ὡς οὐ μόνον δεσμός ἐστι κεφαλῆς τὸ κρήδεμνον, ἀλλὰ καὶ καταπέτασμά τι πλατὺ, εἴπερ καὶ εἰς παρειὰς καθέλκεται καὶ ἐπικαλύπτει αὐτάς. Τὸ δὲ σχομένη, μέσου ἀορίστου δευτέρου ἐστὶν ὡς ἀπὸ τοῦ ἔσχον ἐνεργητικοῦ. Ἰστέον δὲ ὅτι τὲ τὸ, ἄντα παρειάων σχομένη κρήδεμνα, ταυτόν ἐστι τῷ, παρακαλυψαμένη ὑπὸ αἰδοῦς. καὶ ὅτι τοῦ σχομένη, ἐν χρήσει ἐστὶ καὶ ὁ μέσος ὁ, ἐσχόμην. ἐξ οὗ καὶ τὸ σχέσθαι καὶ ἀνασχέσθαι. αὐτῶν δὲ προϋπάρχει, τὸ σχεῖν. ᾧ πολλαὶ προθέσεις κολλώμεναι, ἀποτελοῦσι διάφορα σημαινόμενα χρηστὰ τοῖς ῥητορεύουσι. Λιπαρὰ δὲ λέγει, τὰ λευκὰ ὥς φασιν οἱ παλαιοὶ καὶ λεῖα καὶ εὐαφῆ, καθ' ὁμοιότητα τοῦ λίπους. ἢ λιπαρὰ, ὁποῖα φοροῖεν ἂν αἱ λιπῶσαι τουτέστιν αἱ τρυφῶσαι καὶ μὴ κατ' ἄλλον λόγον νήλιποι. τὸ γὰρ λιπαρὸν, καὶ ἐπὶ τρυφώντων τίθεται. ὡς ἐν τῷ, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. τρυφῶντας γάρ τινας ἱστορῶν, τοῦτο φησὶν ὁ ποιητής. Κρήδεμνον δὲ, ἔστι μὲν κεφαλῆς δέμα, ἢ δέμνιον. λέγεται δέ που καὶ κεφαλῆς ἐπίκρανον τραγικώτερον. ὡς δὲ καὶ πίθου κρήδεμνον λέγεται τὸ περὶ αὐτὸν πῶμα, δηλώσει Ὅμηρος ἐν τοῖς ἑξῆς. ἡ δὲ τραγῳδία, καὶ τειχέων λέγει κρήδεμνα, τὰς περὶ αὐτὰ στεφάνας. τροπικὰ δὲ ταῦτα. πίθου τὲ γὰρ κεφαλὴ ὥσπερ καὶ χείλη, τὰ ἐκείνου ἄνω ἄκρα, καὶ τείχους δὲ ὁμοίως. οὕτω δὲ καὶ γυναικός. διὸ προσαρμόττει τούτοις, ἡ τοῦ κρηδέμνου λέξις. τῷ δέ γε τείχει, καὶ αἱ στεφάναι ὡς οἱ στέφανοι τῇ γυναικί. (Vers. 336.) Ὅτι ἀμφίπολος κεδνὴ, ἡ συνετὴ καὶ κηδεμονική· ἀπὸ τοῦ κήδω κηδανὴ καὶ συστολῇ καὶ συγκοπῇ, κεδνή. οὕτω δὲ καὶ φίλοι κεδνότατοι ἐν Ἰλιάδι, οἱ ὡς αὐτὸς ἀλλαχοῦ λέγει, κήδιστοι. οὐ μόνον δὲ ἀμφίπολος κεδνὴ ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Εὐρύκλεια, ἀλλὰ καὶ γυνὴ κεδνή. ὡς τὸ, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τῖε. τὸ δὲ κεδνὴ, καὶ κεδνὰ εἰδυῖα μετ' ὀλίγα ἐρεῖ, περιφράσας. τὴν δ' αὐτὴν καὶ πυκιμήδεα ὀνομάζει. ὃ σύστοιχόν ἐστι τῷ, πυκινὰ καὶ πεπνυμένα μήδεα εἰδέναι. (Vers. 338.) Ὅτι οἰκεῖον ῥηθῆναι πρός τινα λόγιον πένθιμα λαλοῦντα τὸ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, τούτων ἕν τι ἄειδε. ταύτης δ' ἀποπαύεο ἀοιδῆς λυγρῆς. ἥ τέ μοι ἐν στήθεσσι φίλον κῆρ τείρει. ὅπερ ὁ μὴ πάσχων, ἀτεράμων ἐστίν. ἤγουν μὴ τειρόμενος τὸ κῆρ. Ὅρα δὲ ἐνταῦθα ὅτι τὲ ἐν ἀρχῇ λόγου τὸ γαρ ἔθετο συνήθως ἑαυτῷ ὁ ποιητὴς ἐν τῷ, πολλὰ γὰρ ἄλλα ἀντὶ τοῦ ἐπειδὴ πολλὰ ἄλλα, καὶ ὅτι τὸ θέλγειν ἡδονῆς τι ἔχειν δοκεῖ. ὡς καὶ πρὸ ὀλίγου τὸ, ἀεὶ δὲ μαλακοῖς καὶ αἱμυλίοις λόγοις θέλγει. ὡς ἐπὶ πλεῖστον δὲ, θέλγειν παρὰ τῷ ποιητῇ ὡς πολλαχοῦ φανήσεται, τὸ οἷον ἐξεστηκέναι καὶ τῆς κατὰ φύσιν ἐνεργείας ὑφίεσθαι. (Vers. 339.) Ὅτι τὸν ὁρισμὸν τῆς φιλοσοφίας τὸν λέγοντα ὡς φιλοσοφία ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, Ὅμηρος πρῶτος ὑπενόησεν ἐν οἷς περὶ τοῦ ἀοιδοῦ ἤτοι φιλοσόφου Φημίου, λέγει ὡς πολλὰ εἶδεν ἔργα ἀνδρῶν τε θεῶν τε. ἐκ μὲν γὰρ τοῦ οἶδεν, ἡ γνῶσις δηλοῦται τοῦ φιλοσόφου. ἐκ δὲ τοῦ ἀνδρῶν τε θεῶν τε, τὸ ἀνθρώπινον καὶ θεῖον παρωνόμασται. Ὅτι δὲ οἱ ἀοιδοὶ φιλοσόφων τάξιν ἐπεῖχον ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι τὸ, ἃ κλείουσιν ἀοιδοὶ, ἀντὶ τοῦ θείως φημίζουσι. καὶ ἔστιν ἕτερον παρὰ τὸ, τὴν γὰρ ἀοιδὴν ἐπικλείουσιν ἄνθρωποι. ἐκεῖνο γὰρ, ἀντὶ τοῦ τιμῶσιν εἴληπται. (Vers. 341.) Ὅτι τὸ, οἱ δὲ σιωπῇ οἶνον πινόντων, ἀντὶ τοῦ πινέτωσαν εἴρηκε. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι σχήματα. καὶ εἴρηται περὶ τούτων ἐκεῖ. Ὅρα δὲ ὅτι μνησθεὶς οἴνου μόνου, ἐσιώπησε τὸ ἐσθίειν. οὕτω δὲ καὶ τὸ συμπόσιον ἐκ μέρους τῆς πόσεως παρονομασθὲν ἀφίησι καὶ τὴν βρῶσιν συνεπινοεῖν. (Vers. 343.) Ὅτι Ὅμηρος μὲν ἐν τῷ, ἐπεί με μάλιστα καθίκετο πένθος ἄληστον, τὸ καθίκετο, ἀντὶ τοῦ ἵκετο καὶ κατέλαβε λέγει. οἱ δὲ ὕστερον, ἐπὶ τοῦ καθάψασθαι τὴν λέξιν τιθέασι, καὶ γενικῇ συντάσσουσιν. οὕτω γὰρ καὶ ῥᾴβδῳ τις καθικέσθαι τινὸς λέγεται. (Vers. 344.) Ὅτι θαυμάζουσα ἡ Πηνελόπη τὸν ἄνδρα φησί. τοίην κεφαλὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
