# Commentarii ad Homeri Odysseam 1.65.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.65.1

ποθέω. μεμνημένη αἰεὶ ἀνδρὸς οὗ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. κεφαλὴν δὲ, ἢ τὸν ἄνδρα φησὶν ἤτοι τὸν ἄνθρωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους ὡς καὶ ἐν Ἰλιάδι, Τεῦκρε φίλη κεφαλὴ, διὸ καὶ ἐπάγει, μεμνημένη ἀνδρός. ἢ κεφαλὴν, τὴν ψυχὴν λέγει, ὡς καὶ ἐν τῇ Ἰλιάδι εἰπὼν· ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, ἀλλαχοῦ φησὶν ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Ὅρα δὲ ὅτι ἀφελῶς ἡ Πηνελόπη λαλεῖ, καὶ στενοχωρεῖ τὸ τοῦ Ὀδυσσέως ἐγκώμιον καὶ σμικρύνει τὸν ἔπαινον. τί γὰρ μέγα εἰ μόνον καθ' Ἑλλάδα, καὶ μέσον Ἄργος ὁ τοσοῦτος Ὀδυσσεὺς κλεΐζεται; Ἄργος μὲν γὰρ συνήθως, ἡ ὅλη Πελοπόννησος. Ἑλλὰς δὲ, πόλις ὑπὸ τῷ Πηλεῖ καὶ τῷ Ἀχιλλεῖ. ὡς εἶναι περὶ τὸ τοιοῦτον Ἄργος καὶ τὴν τοιαύτην Ἑλλάδα, τὸ τοῦ Ὀδυσσέως κλέος. μερικὸς οὖν ὁ ἔπαινος εἴληπται καὶ οὐ πρὸς ἀξίαν τοῦ Ὀδυσσέως. οὐ μόνον διότι τὸ τοῦ ἀνδρὸς ἠγνόει πολυγνώριστον ἡ γυνὴ, ἀλλὰ καὶ ὅτι ἔπρεπε γυναικὶ τὸ εὐτελὲς καὶ ἡ τοιαύτη τοῦ ἐγκωμίου ἀφέλεια. καὶ ταῦτα ἐξ αὐτοσχεδίου καὶ παρὰ μέσῳ τῷ τῶν μνηστήρων συμποσίῳ. ἄλλως γὰρ, πολυγνώριστος ὁ Ὀδυσσεὺς, ὁ πᾶσιν ἀνθρώποις μελλόμενος ὡς ἀλλαχοῦ λέγεται. ὃς ἐπίστροφος ἦν ἀνθρώπων ὡς προείρηται. ὁ πολυπλάνητος. καὶ οὕτω μὲν ἡ γυνὴ περὶ Ὀδυσσέως. αὐτὸς μέντοι τὴν Πηνελόπην που ἐπαινῶν, λέγει ὅτι σοῦ τὸ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. καὶ τὰ ἑξῆς. εἰ δέ τις ὡς ἀπὸ μέρους τοῦ Ἄργους ἐξ οὗ παρὰ τῷ ποιητῇ Ἀργεῖοι πάντες οἱ Ἀχαιοὶ, ἔτι δὲ καὶ ἀπὸ τῆς Ἑλλάδος ἀφ' ἧς τὸ τῶν Ἑλλήνων ὥρμηται ὄνομα, κατὰ πάντας εἴπῃ διήκειν τοὺς Ἕλληνας τὸ τοῦ Ὀδυσσέως κλέος, καὶ οὐχ ἁπλῶς κλέος, ἀλλὰ καὶ εὐρὺ, λέγει μέν τι κάλλιον, οὔπω δὲ μέγα. Ὀδυσσέως γὰρ, ἕως καὶ εἰς Ἰβηρίαν, ἴχνη τοῦ κλέους. οἶδε αὐτὸν καὶ ἡ Σικηλικὴ χώρα. καὶ οὐκ ἠγνόει δὲ οὐδ' ἡ τῶν Αὐσόνων. ἡ δὲ Τρωϊκὴ, οὐδὲν ἔλαττον. ὁμοίως καὶ ἄλλοι τόποι πολλοί. οὔκουν οὐδὲ οὕτω πάνυ μέγα τὸ ἐγκώμιον τὸ ἀπὸ τῆς γυναικός. ὡς νῦν γε εἴ τινα τῶν λόγου ἀξίων ἐξᾶραί τις τῷ λόγῳ θέλων, εἴπῃ εὐρὺ τὸ κλέος αὐτοῦ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος, οὐδὲν ἂν εἴπῃ σεμνόν. ἀλλὰ καὶ μᾶλλον ἀποφήσας, ἐρεῖ ὡς οὐ καθ' Ἑλλάδα μόνον καὶ μέσον Ἄργος κλεΐζεται, ἀλλὰ καὶ περὶ πᾶσαν ὅσην ἥλιος περιδέδρομεν. οὕτω καὶ Λιβάνιος ἐν τοῖς εἰς τὸν Ἰουλιανὸν σχηματίζει τὸ, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει, γράψας οὐκ Ἀχαιΐδα μόνον, καὶ τὰ ἑξῆς. τάχα δὲ ἡ Πηνελόπη οὐκ ἀφελῶς οὕτως ἐλάλησεν, ἀλλὰ τὸ ἐκ βαρβάρων κλέος οὔτε εὐρὺ οὔτε σεμνὸν ἡγουμένη, τὴν Ἑλληνικὴν τῷ ἀνδρὶ μόνην ἐπεμαρτύρατο εὔκλειαν. καὶ ταῦτα μὲν οὕτω. Πηνελόπη δὲ λέγεται, ἢ παρὰ τὸ πένεσθαι περὶ λόπος. λόπος δὲ ἐστὶν ὕφασμα λεπτὸν κατὰ κρομύου λοπὸν ὅ φησιν ὁ ποιητὴς, ἐξ οὗ κατὰ ἔκτασιν, λώπιον. καὶ ὁ ἐπιβουλεύων αὐτῷ λωποδύτης. ἢ παρὰ τὸ πηνίον ἑλεῖν. πηνίον δέ ἐστιν, ὁ μίτος. ἐξ οὗ καὶ χρυσεοπήνιτον ἄμφιον. καὶ ἐκπηνίζω ῥῆμα παρὰ τῷ κωμικῷ, καὶ ἐκπηνιεῖται ὅ ἐστι μηρύσεται. καὶ κατὰ Παυσανίαν, ἐξειλήσει εἰς πηνίον. καὶ ἔστι κατὰ τὴν ἐτυμολογίαν ταύτην τὸ Πηνελόπη, κλῆσις ἱστουργῷ γυναικὶ πρέπουσα. τὸ μέντοι διαπηνικίζειν ὅ ἐστι διακεφαλαιοῦν καὶ ἀπατᾶν, οὐκ ἐντεῦθέν ποθεν παρῆκται, ἀλλ' ἀπὸ τῆς πηνήκης ἣ περικεφαλαίαν δηλοῖ περίθετον ἐκ τριχῶν. οὐ μόνον γυναιξὶν ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσι χρηστὴν οἳ τριχῶν ἐψίλωνται. γίνεται δὲ ἡ τοιαύτη πηνήκη, κατὰ τροπὴν παρὰ τὴν φενάκην ἐπειδὴ φενακίζει τοὺς ὁρῶντας. καὶ τοῦτο μὲν, τοιοῦτον. τὴν δὲ Πηνελόπην, Δίδυμος φησὶν Ἀμειράκην ἢ Ἀρνακίαν κυρίως καλεῖσθαι. Ναυπλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ τὴν τοῦ υἱοῦ Παλαμήδους ποινὴν, ὑπὸ πηνελόπων ὀρνέων σωθεῖσαν ὧν ἡ εὐθεῖα πηνέλοψ, οὕτω μετονομασθῆναι. (Vers. 347.) Ὅτι τὸ φθονεῖν κἀνταῦθα, ἐπὶ κωλύσεως καὶ μέμψεως τίθεται. φησὶ γάρ. τί φθονέεις ἐρίηρον ἀοιδὸν, τέρπειν ὅπῃ οἱ νόος ὄρνυται; καὶ ἐν τοῖς ἑξῆς δὲ, ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις εὑρεθήσεται. οὕτω καὶ Εὐριπίδης νοῶν, φησίν. ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε. φθόνον γὰρ, τὴν μέμψιν λέγει. καὶ Ἑρμογένης δὲ, ἀνεπίφθονόν που φησὶ τὸ ἄμεμπτον. Τὸ δὲ ἐρίηρος, δηλοῖ μὲν τὸν ἐναρμονίως ᾄδοντα, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. μετηνέχθη δὲ καὶ εἰς φιλίαν, ὅθεν ἐρίηρες ἑταῖροι λέγονται. ἀπὸ δὲ τοῦ ἀρῶ, καὶ ἄρος τὸ ὄφελος παρ' Αἰσχύλῳ ἐν Ἰκέτισι. βρότεος ἄρος, ἄτα. ἤτοι τὸ εὖ τῶν βροτῶν καὶ τὸ ὄφελος, ἄτη ἐστίν. (Vers. 349.) Ὅτι τὸ, οὐ δὴ ἀοιδοὶ αἴτιοι ἀλλά ποθι Ζεὺς αἴτιος, ἀντὶ τοῦ οὐ κεῖνται ὑπὸ αἰτίωσιν οἱ ἀοιδοὶ, τὰς δυσπραγίας τῶν ἀνθρώπων ᾄδοντες. οὐ γὰρ διότι αὐτοὶ ᾄδουσι, διατοῦτο τοιῶσδε ἀπέβη τὰ πράγματα. ἀλλὰ ἔμπαλιν τοιῶσδε συμπεσόντα, οἱ ἀοιδοὶ ᾄδουσι. καὶ ἔστιν ὅμοιον τούτῳ, καὶ τὸ Σοφόκλειον. τὸ, τὰ ἔργα τοὺς λόγους εὑρίσκεται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
