Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.66.1
Not analysed yet
Ἰστέον δὲ ὅτι αἴτιον ἀεὶ παρ' Ὁμήρῳ, τὸ τὴν αἰτίαν τοῦ γινομένου ἔχον. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ὑπευθύνων τὴν λέξιν τιθέασιν ὡς δηλοῖ ὁ γράψας τὸ, αἴτιος ὁ γράψας αἴτια Καλλιμάχου, ἤγουν ὑπεύθυνος καὶ κολάσεως ἄξιος. (Vers. 350.) Ὅτι ἁρμόσει ἐπὶ θεοῦ ἢ βασιλέως εἰπεῖν τὸ, ὃς δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τῷ τῶν ἀνδρῶν ὀνόματι, καὶ τὸ θῆλυ γένος συνυπακούεται. καὶ ὅτι ἀλφησταὶ κοινῶς, οἱ ἄνθρωποι ὡς ἐφευρετικοὶ καὶ ἐπινοητικοὶ τεχνῶν τε καὶ μηχανῶν καὶ βουλευμάτων καὶ ἑτέρων ὧν τοῖς ἀλόγοις οὐ μέτεστιν. ἀλφῶ γὰρ τὸ εὑρίσκω. ἐξ οὗ τὸ ἀλφαίνειν παράγωγον, καὶ τὸ τιμαλφεῖν. καὶ τὸ τιμαλφές. τούτου ὁ μέλλων, οὐ μόνον ἀλφήσω ἐξ οὗ ἀλφηστὴς, ἀλλὰ καὶ ἀλφέσω, ἐξ οὗ ἀλφεσίβοιαι. ὡς δὲ καὶ ἰχθύων ὄνομα οἱ ἀλφησταὶ, ἱστόρηται. διὸ πρὸς διαστολὴν ἴσως ἔγραψεν Ὅμηρος, τὸ ἀνδράσιν ἀλφηστῇσιν. Ὅρα δὲ καὶ τὸ ἑκάστῳ ὅπως ἐπιμεριστικόν ἐστι πλήθους καὶ διαιρετικὸν τοῦ καθόλου εἰς μερικόν. εἰπὼν γὰρ ἀνδράσι πληθυντικῶς, ἐπάγει. ἑκάστῳ. ἴδε δὲ καὶ τὴν τάξιν καινοτέραν οὖσαν. ἡ μὲν γὰρ συνήθεια φησὶν ἀνδρῶν ἑκάστῳ, οὗτος δὲ φησὶν ἀνδράσιν ἑκάστῳ. ὡς ταυτὸν ὂν ἀνδράσι πληθυντικῶς καὶ ἑκάστῳ ἑνικῶς, διὰ τὴν τοῦ πλήθους εἰς τὰς οἰκείας μονάδας ὅλας διαίρεσιν. (Vers. 351.) Ὅτι κατὰ τὸ, οὐ νέμεσις τοιῇ δ' ἀμφὶ γυναικὶ μάχεσθαι ὡς καὶ ἐν Ἰλιάδι κεῖται, φησὶ καὶ ἐνταῦθα τούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν. ἤγουν τὴν Ἑλληνικὴν κακοτυχίαν. (Vers. 352.) Ὅτι γνωμικῶς λέγει τὸ, ταύτην ἀοιδὴν μᾶλλον ἐπικλείουσιν ἄνθρωποι ἥ κεν ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. παράδειγμα δὲ τοῦ λόγου, καὶ Ἀθηναῖοι. οἷς ἀεὶ ἔφεσις ἦν καινόν τι ἀκούειν. Καὶ ὅρα τὸ, μᾶλλον. καὶ τὸ, νεωτάτη. χαίρουσι μὲν γὰρ καὶ ἁπλῶς ταῖς ἀοιδαῖς ἄνθρωποι, μᾶλλον δὲ τῇ νέᾳ. καὶ μάλιστα τῇ νεωτάτῃ. ἐνταῦθα δὲ χρήσιμον καὶ τοῦ Πινδάρου τὸ, αἴνει παλαιὸν μὲν οἶνον ἄνθεα δ' ὕμνων νεωτέρων. ἐπαινεῖ γὰρ καὶ ἐκεῖνος ὁ κατὰ τοὺς παλαιοὺς μεγαλοφωνότατος, τὴν νεωτάτην ἀοιδήν. Εὔβουλος δέ φασιν ὁ κωμικὸς, ἀντὶ νέας ἀοιδῆς ἄνδρα μεταλαβὼν, παίζει οὕτως. ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν παρὰ ταῖς ἑταίραις τὸν παλαιὸν, ἄνδρα δὲ μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον. λέγεται δὲ καὶ Ἄλεξις σχεδόν τι ἀπαραλλάκτως οὕτω γράψαι. καὶ Τιμόθεος δέ φασιν ὁ Μιλήσιος, γράφει οὕτως. οὐκ ἀείδω τὰ παλαιά. καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς βασιλεύει. τὸ παλαιόν δ' ἦν Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά. τὸ δ' αὐτὸ καὶ ἐπὶ καινῶν ἐγχειρημάτων ἐγνωματεύθη. φησὶ γοῦν Ἀντιφάνης. ἓν καινὸν ἐγχείρημα κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον. συντελεῖ δέ τι ἐνταῦθα καὶ τὸ, ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν, ἢ μή με κόπτε. τῇ δὲ Ὁμηρικῇ ἐννοίᾳ σύμφωνος καὶ ἡ κατὰ τὸν Εὔπολιν. εἰπόντα ὡς ἡ μουσικὴ, πρᾶγμ' ἐστὶ βαθύ τι καὶ καμπύλον, ἀεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. Ἀναξίλας δὲ ὁ κωμικὸς ὑποπαίζων πρὸς ὁμοιότητα τούτου, ἔφη, ὅτι ἡ μουσικὴ ὥσπερ Λιβύη ἀεί τι καινὸν κατ' ἐνιαυτὸν τίκτει θηρίον. ὑποπαίζειν δὲ οὗτος ἐῤῥέθη, ἐπειδὴ οὐ καθαρῶς ἐπαινεῖ τὰς ὡς ἑκάστοτε νέας ἀοιδάς. ἀλλὰ διὰ τὸ ἐργῶδες, ὡς εἰς θηρίου ἀνάγει τὸ πρᾶγμα εἰκόνα. (Vers. 354.) Ὅτι παρηγορητικὸν ἀνθρώπου ἐπὶ ἀποφήμῳ ἀκοῇ τὸ, σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς, ἀκούειν. (Vers. 355.) Ὅτι παραμυθία τις τῷ δυσπραγοῦντι, τὸ πρὸς ἄλλους ὁμοιοπαθές. διὸ παραμυθούμενος ὁ Τηλέμαχος φησὶ τῇ μητρὶ, τλῆναι διότι οὐ μόνον Ὀδυσσεὺς ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίᾳ. πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. τὸ δὲ ἐν δυσπραγίαις μονῆρες, οἴκτιστόν ἐστι. διὸ καὶ ἡ τραγῳδία φησί. τὸ γὰρ εἰσλεύσειν οἰκεῖα πάθη μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. (Vers. 357.) Ὅτι τὰ γυναικεῖα ἔργᾳ στενοχωρεῖ κἀνταῦθα ὁ ποιητὴς εἰς ταλασιουργίαν καὶ εἰς τὸ ταῖς ἀμφιπόλοις ἐπιτάσσειν. μῦθον μέντοι, μὴ πρέπειν φησὶ γυναιξὶν, εἴγε κατὰ τὸ ὑμνούμενον, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. φησὶ γοῦν ὁ Τηλέμαχος τῇ μητρί. εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε. ἱστόν τ' ἠλακάτην τε. καὶ ἀμφιπόλοισι κέλευε ἐποίχεσθαι. μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἐστ' ἐνὶ οἴκῳ. Ἰστέον δὲ ὅτι τὸ νόημα τοῦτο μετεχειρίσατό που καὶ ὁ Ἕκτωρ πρὸς Ἀνδρομάχην αὐταῖς λέξεσι, τὸ τέλος μόνον παραλλάξας. καὶ ἀντὶ τοῦ μῦθος, εἰπών. πόλεμος δ' ἄνδρεσσι μελήσει. διδάσκοντος τοῦ ποιητοῦ, ὅπως παρῳδητέον τὰ ἔπη. (Vers. 357.) Ἰστέον δὲ καὶ ὅτι τὸ εἰς οἶκον ἰέναι, ταυτόν ἐστι τῷ οἰκουρεῖν. ὅθεν οἰκούρια παρὰ τοῖς παλαιοῖς ὡς οἷον οἰκοφυλάκια, τὰ ὑπὸ μητέρων παιδίοις ὑπολειπόμενα παίγνια. ἐκ δὲ τοῦ οἴκου, καὶ οἰκίσκος παρὰ Ἀριστοφάνει, περδικοτροφεῖον. οἷον. τί δὲ