# Commentarii ad Homeri Odysseam 1.67.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.67.1

τὸν ὀρνίθειον οἰκίσκον φέρεις; καὶ οἰκεὺς παρὰ τοῖς παλαιοῖς Ἀθηναίοις, ὁ οἰκογενὴς οἰκέτης. καὶ οἰκέται, οἱ κατὰ τὴν οἰκίαν πάντες. καὶ οἰκοπορεῖα, τὰ κατ' οἰκίαν σκεύη. καὶ οἰκόσιτος, ὁ οἴκοθεν ἤτοι τὰ ἑαυτοῦ ἐσθίων. ἢ μισθωτὸς τρέφων ἑαυτόν. καὶ οἰκοτρύβλιον, οἰκογενὲς παιδάριον. ταῦτα πάντα τῶν παλαιῶν. οἵ φασιν, ὡς ἐκεῖθεν καὶ οἰκουρὸς δράκων φύλαξ τῆς Πολιάδος. ἤγουν ἐν τῷ νεῷ τῆς Πολιάδος διαιτώμενος. ὃ τινὲς προπερισπῶσι καθ' ὁμοιότητα τοῦ μῶρος, ἵνα ᾖ οἰκοῦρος ὡς μῶρος. (Vers. 358.) Ἠλακάτη δὲ λέγεται, τὸ ἐριουργὸν ἐργαλεῖον παρὰ τὸ ἠλάσκω τὸ ἐν πλάνῃ εἰλοῦμαι, περὶ ἣν τὸ ἔριον ἠλάσκει. ὃ ἑρμηνεύει τὴν ταλασίαν καὶ τὸ ταλάσιον. κατὰ τὸν εἰπόντα Παυσανίαν, ὅτι ταλάσια τὰ ἐριουργικά. καὶ ταλασία ἡ ἐριουργία. ἠλάκατα μέντοι οὐδετέρως, τά τε περὶ τὴν ἠλακάτην ἔρια ὡς καὶ ἐν τοῖς ἑξῆς δῆλον ἔσται, καὶ τὸ τόξα. ὅθεν Ἄρτεμις χρυσηλάκατος. οἱ δὲ ἠλακατῆνες ὅθεν γίνονται, ζητητέον. ἰχθύες δὲ οὗτοι θαλάσσιοι κωβιώδεις, ταριχευόμενοι ὥς φησι Παυσανίας. ὅτι δὲ ἠλακάτη καὶ ἱστοῦ μέρος ἐστὶν οὐχὶ ὑφαντικοῦ, ἀλλὰ τοῦ κατὰ πλοῖα, δῆλον ἐντεῦθεν. ἱστοῦ τὸ μὲν κατωτέρω, φασὶ, πτέρνα καλεῖται. τὸ δὲ εἰς μέσον, τράχηλος. τὸ δὲ πρὸς τῷ τέλει, καρχήσιον. ᾧ ἐπίκειται τὸ λεγόμενον θωράκιον, τετράγωνον ὂν καὶ ἐπ' αὐτοῦ, ἀνήκουσα εἰς ὕψος ὀξεῖα, ἡ λεγομένη ἠλακάτη. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, λέγει ὅτι καὶ ποτήριον ἦν ἐπίμηκες καρχήσιον λεγόμενον. συνηγμένον εἰς μέσον ἐπιεικῶς. ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. καὶ τάχα φησὶ διὰ τὸ ἀνατετάσθαι πρὸς ὁμοιότητα τοῦ κατὰ νῆας καρχησίου, ὠνόμασται καὶ αὐτό. οὗ μέμνηται καὶ ὁ κατὰ τὴν Ἀλκμήνην μῦθος. φάμενος, τοιοῦτον καρχήσιον δῶρον αὐτὴν λαβεῖν πρὸς Διὸς ὅτε πρῶτον εἰς αὐτὴν ἦλθεν. ἐτυμολογεῖ δὲ αὐτὸς τὸ εἴτε τοῦ πλοίου καρχήσιον εἴτε τὸ ποτήριον, ἐκ τοῦ τραχύσματα ἔχειν κεγχροειδῆ. καὶ εἴρηταί φησι κατ' ἐναλλαγὴν τοῦ ε πρὸς τὸ α, ἀντὶ τοῦ κερχήσιον. βούλεται δὲ, οὕτω πως καὶ Ὅμηρον καρχαλέους λέγειν τοὺς ὑπὸ δίψους κρατουμένους. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἀμφιπόλοισι κελεύειν τὴν γυναῖκα, οἰκονομικόν ἐστιν, ἀρέσκον καὶ Θεοφράστῳ, παράγγελμα. ὡς δέον ὂν διὰ τὸ τοῦ ζήλου ὑπερόριον, τὸν μὲν ἄνδρα ὡς τὰ πολλὰ μὴ ἐπιστατεῖν δουλίσι, τὴν δὲ γυναῖκα καὶ αὐτὴν, τῶν θεραπόντων μὴ ἐν χρῷ προΐστασθαι. Τὸ δὲ ἔργον ἐποίχεσθαι, δοκεῖ μὲν ὅμοιον εἶναι τῷ, μνηστῆρας ἐπῴχετο. μᾶλλον δὲ ὁμοιοῦται πρὸς τὸ, ἱστὸν ἐποιχομένην. Μῦθον δὲ, οὐ τὸν ἁπλῶς λόγον ἐνταῦθα φησίν. οὐ γὰρ χρὴ ἄλαλον πάντῃ τὴν γυναῖκα μένειν, λογικὸν καὶ ἄλλως δὲ εἰπεῖν λαλητὸν ζῷον καὶ αὐτὴν οὖσαν, παρὰ δὲ τοῖς ὕστερον καὶ ῥητορεύειν καὶ φιλοσοφεῖν ἐπιβαλομένην ὡς αἱ ἱστορίαι δηλοῦσιν, ἀλλὰ τὸν ἐν μέσῳ ἀνδρῶν. ὁ γὰρ δημηγορικὸς λόγος, ἀνδράσι μελέτω. γυναιξὶ δὲ, οὐ πρέπον ἐστιν. ὅτι δὲ οὐ πρέπει μῦθος καθ' Ὅμηρον γυναιξὶ, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, γύναι γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. χρήσιμον δ' ἐνταῦθα καὶ Ξενάρχου τὸ, εἶτ' εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ' ὁτιοῦν φωνῆς ἔνι; ὡς δηλαδὴ τῶν θηλέων τεττίγων, ἀφώνων ὄντων, καθὰ πολλαχοῦ δηλοῦται. ἀστεῖον δ' ἐνταῦθα τὸ, γυναῖκας ῥηθῆναι κωμικώτερον, τοὺς θήλεας τέττιγας. ἀφορμὴ δὲ τῆσδε τῆς ἀστειότητος, τὸ εἰς ἐντροπὴν παρειλῆφθαι γυναικῶν τὴν τοιαύτην ἔννοιαν. ἃς ἐπιστρέφει πρὸς ἐχεμυθίαν, καὶ ὁ τὴν λάλον χαρακτηρίσας γυναῖκα ἐπὶ σκώμματι τῶν τοιούτων. ἴσως δὲ, καὶ τὸ τὸν ἄνδρα φῶτα λέγεσθαι ἀπὸ τοῦ φῶ τὸ λαλῶ, κατά τι ἐξαίρετον. οὗ γυναιξὶν οὐ μέτεστι. (Vers. 360.) Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ, ἀντὶ τοῦ ἐγὼ γὰρ οἰκοδεσποτῶ. ὃ κατωτέρω σαφέστερον φράζει, λέγων. ἀτὰρ ἐγὼ ἄναξ οἴκου ἔσομαι ἡμετέρου. (Vers. 361.) Ὅτι Πηνελόπη τοῦ παιδὸς ἀνωτέρω εἶπεν, ἀκούσασα εἰπόντος ἅπερ ἀνεχώρησε θαμβήσασα. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. εἰ δὲ τοῦτο οὕτως ἡ μήτηρ ποιεῖ, σκεπτέον οἵους εἶναι δεῖ τοὺς παῖδας τοῖς γονεῦσι τὰ εἰς εὐπείθειαν ἐφ' οἷς παραιτοῦνται τὰ δέοντα οἱ γονεῖς. Ἰστέον δὲ ὅτι οἱ μεθ' Ὅμηρον, καὶ ἐπὶ τροφῆς τὸ ἐνθέσθαι φασὶν Ἀττικῶς. καὶ ἔνθεσιν. τὴν τροφήν. λέγεται δὲ καὶ ἐπὶ δένδρων ἔνθεμα, τὸ ἰδιωτικῶς λεγόμενον ἐμφύλλιον. (Vers. 363.) Ὅτι ἐς ὑπερῷα ἀναβᾶσα Πηνελόπη σὺν ἀμφιπόλοισι γυναιξὶν ἔκλαιε τὸν Ὀδυσσέα ὄφρά οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροις ἔβαλεν Ἀθηνᾶ. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς εἰπεῖν ὄφρά οἱ ὕπνον νήδυμον ἐν βλεφάροις ἔβαλεν, ὅμως οὐκ ἐποίησε τοῦτο. ἴσως μὲν, διότι ταυτόν ἐστιν ἡδὺν εἰπεῖν καὶ νήδυμον. μάλιστα δὲ, διότι νήδυμος μέν ἐστιν, ὁ βαθύς. ἐν δὲ τοιούτοις καιροῖς καὶ πάθεσιν, οὐ δύναταί τις νήδυμον ὑπνώττειν ἤγουν βαθὺ καὶ ἀνέκδυτον. Ὅρα δὲ καὶ ὅτι ἀμφίπολοι κἀνταῦθα κλαίουσιν, Ὀδυσσέα πρόφασιν. ὥσπερ ἐν Ἰλιάδι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
