# Commentarii ad Homeri Odysseam 1.68.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.68.1

ἕτεραι, Πάτροκλον πρόφασιν. Ἀθηνᾶ δὲ κοιμίζει τὴν Πηνελόπην, ἐπειδὴ συνετῶς ἐκείνη βουλευσαμένη, κλαίειν μὲν ἀφῆκεν. ἀνεκλίθη δὲ ὥς τε καταδραθεῖν. (Vers. 366.) Ὅτι μετὰ τοὺς λόγους τοῦ Τηλεμάχου καὶ τὴν ἀναχώρησιν τῆς Πηνελόπης, οἱ μνηστῆρες ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα. πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. καὶ αὐτοὶ μὲν οὕτω, θαυμάζοντες τοῦ κάλλους τὴν Πηνελόπην. ὁ δὲ παῖς, οὐκ ἀνέχεται. ἀλλὰ μητρὸς αὐτοὺς προσειπὼν μνηστῆρας, εἶτα ὑπέρβιον αὐτοὺς ὕβριν ἔχειν φησί. καὶ ἐξελέγχει τὰ ἐφεξῆς. Ἔστι δὲ ὑπέρβιος ὕβρις, ἡ ἐκ μεγαλοδυνάμων ἀνδρῶν, καὶ ἡ ὕπερθεν πάσης δυνάμεως. (Vers. 367.) Ἰστέον δὲ ὅτι σεμνῶς μὲν ἐλέχθη παρὰ τοῦ ποιητοῦ τὸ πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. οὔτε γὰρ αἰσχρόν τι ἐνταῦθα κεῖται ῥῆμα, καὶ τὸ ἠρήσαντο δὲ, πάνυ ἔνδοξον ὡς ἐπὶ θείου τινὸς πράγματος διὸ οὐκ εἶπεν ἵμερον ἔσχον. ἢ ἠθέλησαν. ἤ τι τοιοῦτον, ἀλλὰ ἠρήσαντο. ἤγουν ηὔξαντο. ὅμως μέντοι, ὁ φιλομήτωρ Τηλέμαχος οὐκ ἀρέσκεται τῇ ἐκείνων εὐχῇ, ἣν καὶ ὅμαδον ἔφη ὁ ποιητής. (Vers. 370.) Ὅρα δὲ καὶ ὅτι μικρὸν ἀνῆκεν ὁ κιθαρῳδὸς καὶ οἱ μνηστῆρες οὐ φέρουσιν ἀτρεμεῖν. διὸ καὶ ὁ Τηλέμαχος. δαίνυσθαι αὐτοὺς καθ' ἡσυχίαν ἐθέλει. καὶ τέρπεσθαι τῇ ἀοιδῇ. καὶ μὴ εἶναι βοήν. ἄμεινον ἡγούμενος αὐτοὺς ταῦτα ποιεῖν, ἢ οὕτω σχολάζειν ἐπὶ ὕβρει καὶ ὁμάδῳ. Σκιόεντα δὲ μέγαρα, ἢ τὰ μεγάλην σκιὰν ἀποτελοῦντα διὰ τὸ πολὺ τοῦ ὕψους καθ' ὃ καὶ Αἰγύπτιαι πυραμίδες ἐσημειώθησαν, ἢ τὰ χάριν σκιᾶς γεγονότα. οὐ γὰρ μόνον χειμῶνος ἀλεωρὴ τὸ μέγαρον, ἀλλὰ καὶ καύσωνος. Ὅτι δ' ἐντεῦθεν λαβὼν Ἡσίοδος καὶ τὰ μέγαρα τὴν χώραν σκιόεντα ἔφη, ὁ Πορφύριος δηλοῖ. (Vers. 371.) Ὅτι κατευναστικὸν ἐπὶ τραπεζίου βοῆς τὸ, νῦν μὲν δαινύμενοι, τερπώμεθα, μὴ δὲ βοητὺς ἔστω. ἐπεὶ τό, γε καλόν. εἰς δὲ ἐγκώμιον ἀοιδοῦ ἢ ἁπλῶς λογίου ἀνδρὸς, καλὸν εἰπεῖν τὸ, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδε, οἷος ὅ δ' ἔστι θεοῖς ἐναλίγκιος αὐδήν. ἢ μάλιστα κατὰ παρῳδίαν, μούσαις ἐναλίγκιος. Καὶ ὅρα ὅπως εἰς ταυτὸν ἤγαγε τὴν ἀοιδὴν καὶ τὴν αὐδήν. ἔστι γὰρ καὶ ἡ ἀοιδὴ, τῷ γένει αὐδή. Τὸ δὲ βοητὺς, ὅμοιόν ἐστι τῷ ἐδητύς. ταυτὸν δὲ ὅμαδος καὶ βοητύς. ὥσπερ αὖ πάλιν ὅμαδος καὶ ἀλαλητός. (Vers. 374.) Ὅτι καινός τις εἶναι δοκεῖ σχηματισμὸς τὸ, ὄφρα ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω ἐξιέναι μεγάρων, ἄλλας δ' ἀλεγύνε τε δαῖτας. ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἄλλας δ' ἀλεγύνειν δαῖτας. θυμούμενος δὲ ὁ ταῦτα λέγων Τηλέμαχος, οὐκ ἔχει κρατεῖν τῆς συντάξεως. ἴσως δὲ καὶ τὸ ἐξιέναι, οὕτω νοητέον, ἀντὶ τοῦ ἐξέλθετε. ἵνα λέγῃ. ἐξέλθετε καὶ ἀλεγύνατε. ὃ καὶ κρεῖττον. ἐν γοῦν τῇ β ῥαψῳδίᾳ, ἐρεῖ. ἔξιτέ μοι μεγάρων. καὶ ἑξῆς. σύνηθες δὲ πολλαχοῦ τοῖς ποιηταῖς ὥσπερ καὶ τοῖς πεζολεκτοῦσιν Ἀττικοῖς, χρῆσθαι τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν. (Vers. 375.) Τὸ δὲ ἀλεγύνω, παράγωγόν ἐστιν ἐκ τοῦ ἀλέγω. ὡς πλήθω, πληθύνω. καὶ δηλοῖ τὸ ἀρτύσαι. σκευάσαι. ἐκ δὲ τούτου κατὰ συγκοπὴν, τὸ ἀλγύνω. ἤγουν αἴτιος τινὶ γίνομαι τοῦ ἀλεγύνειν. δῆλον δέ, ὅτι ἔχει τι παρηχήσεως τὸ ἀπηλεγέως καὶ τὸ ἀλεγύνατε. καὶ ὅτι ὥσπερ τὸ ἐπήβουλος καὶ τὰ κατ' αὐτὸ, οὕτω καὶ τὸ ἀπηλεγέως πλεονασμὸν ἔχει τοῦ η. οἱονεὶ τὸ ἀπὸ τοῦ λέγειν. ἢ μάλιστα, τέτραπται ἀπὸ τοῦ ἀλέγειν. ἵνα ᾖ ἀπηλεγέως, τὸ ἀφροντίστως καὶ ἄπο τοῦ ἀλέγειν. (Vers. 376.) Ὅτι παρὰ τοῖς παλαιοῖς ἦσαν κατὰ οἴκους συμπόσιά τινα ἐκ τῶν παρ' ἑκάστοις κειμηλίων ὡς δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἄλλας ἀλεγύνετε δαῖτας ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. καὶ ἦν καὶ τοῦτο ἔρανος, εἰς ὃν ὁ Τηλέμαχος προτρέπεται τοὺς μνηστῆρας. οἱονεὶ λέγων, ὡς ἐὰν διὰ φιλίαν ὁμονοητικὴν καὶ φιλαλληλίαν ποιῆσθε τὰς συνελεύσεις, ἔστιν ὑμῖν ἄλλως τοῦτο ποιεῖν ἐκ τῶν ὑμετέρων. αἱ δὲ τοιαῦται δαῖτες, κοινωνίαν ἐποίουν τὴν τῶν καλουμένων δαιταλέων. οἵ πέρ εἰσι, δαιτυμόνες. θιασῶται. συμπόται. (Vers. 377.) Τὸ δὲ ὑμὰ, ἔστι μὲν ἀντωνυμία κτητικὴ ἀντὶ τοῦ ὑμέτερα. ἔχει δὲ καὶ θηλυκὸν παρασχηματιμὸν ἐν τῷ, εὖ ναιομένην πόλιν ὑμήν. Ὅτι ὁ ἀδικούμενος καὶ ἱκετεύων καὶ μὴ πείθων τοὺς βλάπτοντας ἡσυχάσαι, καταιδέσῃ ἂν ἐκείνους, εἰπὼν τὸ, εἰ δ' ὑμῖν ἢ ὔμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον εἶναι ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετε. ἐγὼ δὲ θεὸν ἐπιβώσομαι αἰὲν ἐόντα. αἴκε δώσει παλίντιτα ἔργα γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Τὸ δὲ λωΐτερον, ἐξεφώνησεν ἐκ τοῦ λῷον τὸ προσγεγραμμένον ἰῶτα. ὡς τὸ ῥηΐτερον καὶ τὰ τοιαῦτα. ποιητικὸς δὲ ὁ τοιοῦτος σχηματισμός. ὡς καὶ τὸ χειρότερον. τὸ γὰρ κοινὸν, λῷον. καὶ ῥᾷον. καὶ χεῖρον. Τὸ δὲ κείρετε, τὸν κόρον ποιεῖ καὶ τὸ κὴρ, ὃ δηλοῖ θανατηφόρον μοῖραν. (Vers. 379.) Τὸ δὲ ἐπιβώσομαι, κατὰ κράσιν γέγονεν ἐκ τοῦ βοήσομαι. ὡς καὶ Ἡρόδοτος τὸ νοῆσαι νῶσαι λέγει. καὶ ἕτερός τις τὰ ὀγδοήκοντα ὀγδώκοντα.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
