# Commentarii ad Homeri Odysseam 1.69.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.69.1

οὕτω δὲ καὶ ἐκ τοῦ συγκοπὴ, γέγονεν ἡ σιωπή. καὶ τὸ δῶμα ἐκ τοῦ δόμημα κραθέντος τοῦ ο καὶ η εἰς ω μέγα. Πολλὰ δὲ καὶ ἄλλα ὁμοίως κέκρανται ὡς πολλαχοῦ δηλοῦται. ὧν ἐστὶ καὶ τὸ βωστρεῖν, ὃ ἐν τοῖς μετὰ ταῦτά που κεῖται. καὶ τὸ χλωρόν. ὡς γὰρ οὐ μόνον νοσερὸν ἀλλὰ καὶ νοσηρὸν, οὕτως οὐδὲ μόνον χλοερὸν ἀλλὰ καὶ χλοηρόν. ἐξ οὗ κατὰ κράσιν τὸ χλωρόν. (Vers. 380.) Τὸ δὲ δῶσι, ἐκ τοῦ δῶς γέγονε πλεονασμῷ τοῦ ἰῶτα. ὁμοίως τῷ, τίθης τίθησι καὶ τοῖς λοιποῖς. τινὲς δὲ, ἀπὸ τοῦ δῶ τρίτου προσώπου φασὶ, πλεονασμῷ τῆς ςι συλλαβῆς Ἰωνικῶς. οὕτω δὲ καὶ τὸ ἔλθῃσιν. ἔχῃσι. λαβῄσι. καὶ τὰ ὅμοια Ἰωνικά. Τὸ δὲ παλίντιτα, ἀλλαχοῦ ἄντιτα λέγεται ἀντὶ τοῦ ἀντίτιτα. ἤγουν ἀντίποινα. ἔστι δὲ παλίντιτον, οὗ ἡ τίσις, πάλιν ἤγουν ὕστερον, ἐν τῷ μέλλοντι γίνεται. (Vers. 382.) Ὅτι ἐμφῦναι λέγεται, τὸ ἅψασθαι γενναίως, καὶ ἐμπλακῆναι. καὶ οἷον εἰς ἓν γενέσθαι. ὡς ὅ τέ τις πολύποδα ἐμφῦναι λέγει πέτρᾳ. ἢ παῖδα τραχήλῳ μητρός. οὕτω δὴ καὶ ἐμφῦναι χειρὶ τὸ, χειρὶ χειρὸς ἅψασθαι. καὶ τὸ ὀδὰξ οὖν ἐν χείλεσι φῦντες, ἀντὶ τοῦ ἐμπλακέντες μετὰ δαγμοῦ τοῖς χείλεσιν, ἤγουν ἐνδακόντες τὰ χείλη. ὅπέρ ἐστι σχῆμα θάμβους καὶ ἀπορίας. καθὰ καὶ ἐνταῦθα τοὺς μνηστῆρας ἐξέπληξεν ὁ ἐπὶ τοσοῦτον μὲν χρόνον ἡσυχάσας Τηλέμαχος, νῦν δὲ οὕτω σφοδρῶς ἐπιτεθεὶς, καὶ θαρσαλέως ἀγορεύσας, καὶ τὸν λόγον ἐνδιαθέτως βαρύνας ὡς ἐπὶ μεγίστοις ἀδικήμασι. διὸ καὶ Ἀντίνοος, ὑψαγόρην αὐτὸν ἐρεῖ. τουτέστι πιθανολόγον. μεγαλοῤῥήμονα. τὰ μικρὰ καὶ ταπεινὰ ὑψηλῶς ἀγορεύοντα. Ἔνθα σημείωσαι ὅτι τε τὸ, ὀδὰξ ἐν χείλεσι φῦντες, παλαιός τις, ὀδὰξ ἐνδεδηχότες γράφει. καὶ ὅτι τὸ ὑψαγόρης, εἰ καὶ τὸν μεγαληγόρον σημαίνει καὶ δεινὸν εἰπεῖν, ὅμως οὐκ ἂν ἐπὶ ἐπαίνου ὀρθῶς ῥηθείη πρός τινος. δηλοῖ γὰρ μᾶλλον τὸν ψεύστην καὶ συκοφάντην, σχηματισθὲν εὐφημότερον καὶ σεμνότερον. Ἰστέον δὲ ὅτι ἐπὶ ἀπτοήτου καὶ φοβεροῦ δημηγόρου, καλὸν εἰπεῖν τὸ, οἳ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φῦντες ἐθαύμαζον ὃ θαρσαλέως ἀγόρευε. Σημείωσαι δὲ ὅτι καὶ θυμοῦ πολλάκις ἔνδειξις τὸ ὀδὰξ ἐν χείλεσι φῦναι. ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσιν. εἰπών. ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων, ὅ ἐστι δάκνων σφιγκτῶς τὸ χεῖλος. ἔστι δὲ ὀδὰξ, τὸ δηκτικῶς καὶ μετὰ δαγμοῦ ὡς προείρηται. ὡς γὰρ λήγω λήξω λὴξ καὶ ἐν συστολῆ λὰξ, οὕτω δήκω τὸ δάκνω δήξω δὴξ καὶ δάξ, καὶ κατὰ πλεονασμὸν ὀδάξ. ὥσπερ δὲ τὸ ὀδὰξ ἐκ τοῦ δῆξαι ὅ ἐστι δακεῖν, οὕτω καὶ αὐτοδὰξ, τὸ παραχρῆμα. ἔοικε δὲ κωμικωτέρα ἡ τοιαύτη λέξις εἶναι. Ὅτι Εὐπείθης μὲν βαρυτόνως, κύριον ὄνομα, εὐπειθὴς δὲ ὀξυτόνως, τὸ ἐπίθετον. ὅμοιον δὲ καὶ ὁ Διοπείθης καὶ εἴ τι ἄλλο τοιοῦτον. καὶ ὁ Δημοκήδης δὲ, ὡς κύριον βαρυτονεῖται. ἄλλως γὰρ, ὠξύνετο ἄν. (Vers. 384.) Ὅτι τοῦ τῶν μνηστήρων ὄχλου προέχουσιν Ἀντίνοος καὶ Εὐρύμαχος οἱ ἐξ Ἰθάκης. διὸ καὶ ἀρχοὶ μνηστήρων λέγονται. ἱστορεῖ δὲ αὐτοῖς ὁ ποιητὴς διάφορα τὰ ἤθη. Ἀντίνοος μὲν γὰρ, χαλεπὸς καὶ ἄγριος τῷ Τηλεμάχῳ καὶ τοῖς περὶ αὐτὸν ὅσοι τοῦ Ὀδυσσέως κήδονται. Εὐρύμαχος δὲ, χρηστότερος καὶ ὑπουλότερος. διὸ καὶ ἐνταῦθα τοῦ Τηλεμάχου τραχύτερον μεταχειρισαμένου τὸν λόγον, ὁ μὲν Ἀντίνοος, οὐ μάλα ὑπείκει. ὁ δὲ Εὐρύμαχος, ὑπενδίδωσιν ἐπὶ συμφέροντι. ὡς ἂν ὑπαγάγηται κολακικῶς τὸν Τηλέμαχον. (Vers. 385.) Ἔστι δὲ ἡ τοῦ Ἀντινόου δημηγορία τοιαύτη. Τηλέμαχε, ἦ μάλα δή σε διδάσκει θεὸς αὐτὸς ὑψαγόρην τ' ἔμμεναι καὶ θαρσαλέως ἀγορεύειν. καὶ ἔστιν ὁ λόγος οὗτος, σκωπτικὸς ἐπὶ ἀμαθίᾳ. μονονουχὶ λέγοντος τοῦ Ἀντινόου, ὅτι ὑπ' ἀνθρώπου μὲν, οὐκ ἐδιδάχθης, ἴσως δὲ ὑπὸ θεοῦ, εἶτα καὶ ἐπαρᾶται λέγων, μὴ σέ γ' ἐν Ἰθάκῃ θεὸς βασιλέα ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστι. Καὶ οὕτω μὲν βαρέως ὁ Ἀντίνοος ἐπαρᾶται. ὑποδεικνὺς καὶ ὡς βίαιός ἐστιν εἰ τὸ ἐκ γενεῆς πατρώϊον τῷ Τηλεμάχῳ, ἀφελέσθαι σπεύδει. Τηλέμαχος δὲ δεινότατα ἤτοι δεξιώτατα τὸν λόγον μετιὼν, καὶ ἀμβλύνων τὴν ὀξύτητα τοῦ Ἀντινόου ἵνα μὴ ἐπὶ πλέον ἐκτραχυνθεὶς ποιήσῃ τι κακὸν, καθυφίησι. καὶ ὡς οἷα μὴ νενοηκὼς τὴν ἀρὰν ἐπὶ κακῷ εἶναι, εἰς εὐχὴν αὐτὴν ἐκδέχεται. ὡς δῆθεν τοῦ Ἀντινόου, εὐνοϊκῶς καὶ οἷον πατρικῶς ἀπευξαμένου τὸ βασιλεῦσαι αὐτὸν, διὰ τὸ ἐμμέριμνον καὶ ἐπαχθὲς δοκεῖν καὶ κάκιστον τὸ βασιλεύειν. ἔδει γὰρ ὡς εἰκὸς τὸν Ἀντίνοον οἷα μνηστῆρα τῆς Πηνελόπης καὶ πατρῳὸν Τηλεμάχου, ἀγαθὰ τῷ προγόνῳ ἐπεύχεσθαι, καθά που καὶ αὐτὸς ἐρεῖ ὁ Τηλέμαχος. ἦ μου καλὰ κήδεαι ὡς πατὴρ υἱοῦ. διὰ ταῦτα τοίνυν δεξάμενος ὁ Τηλέμαχος τὴν τοῦ Ἀντινόου κατευχὴν ὡς εὐχὴν ἀγαθὴν, φησίν. εἰ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω, καί κεν τοῦ τ' ἐθέλοιμι θεοῦ γε διδόντος ἀρέσθαι. τουτέστι κἂν σὺ ἀπεύχῃ, ἀλλ' ἐγὼ θέλω τὸ θεόσδοτον καλόν. (Vers. 391.) Ὁ δὲ Ὁμηρικὸς οὗτος λόγος, χρήσιμος τῷ ζητοῦντι μέγα τι ἀγαθόν. εἶτα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
