Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.70.1
Not analysed yet
ἐπάγει ὁ Τηλέμαχος. ἢ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. τουτέστιν, ἢ λέγεις οὐκ ἀγαθὸν εἶναι τὸ βασιλεύειν καὶ διατοῦτο ἀπεύχῃ τὸ βασιλεῦσαί με; ἀλλὰ μὴν, οὐ κακόν ἐστι. ὃ καὶ ἀποδεικνύων, φησίν· (Vers. 393.) Αἴψα τέ οἱ, ἤγουν τῷ βασιλεῖ τὸ δῶμα ἀφνειὸν πέλεται, καὶ τιμηέστερος αὐτός. (Vers. 392.) Σημείωσαι δὲ καὶ ὅπως τὸ μὲν κάκιστον, τῷ λόγῳ τοῦ Ἀντινόου ἔδωκεν ὁ Τηλέμαχος, ὡς τοιοῦτον ἡγουμένου δῆθεν τὸ βασιλεύειν. αὐτὸς δὲ μετρίως εἶπε καὶ ἐπιεικῶς ἐν τῇ λύσει οὐχ' ὅτι κάλλιστον ἢ ἄριστον ὅ περ ἀντέκειτο πρὸς τὸ κάκιστον, ἀλλ' ὅτι οὐ κακόν ἐστι διάτε τὸν πλοῦτον δηλαδὴ καὶ διὰ τὴν τιμήν. Τὸ δὲ ὑψαγόρης ὅτι οὐκ ἔπαινός ἐστι, καὶ τί δηλοῖ, πρὸ μικροῦ εἴρηται. (Vers. 388.) Τὸ δὲ ὅ, τοι γενεῇ πατρώϊόν ἐστι, ψόγος ἐστὶ Τηλεμάχου. ὡς μηδὲν ἄλλο δῆθεν ἔχοντος ἀγαθὸν πρέπον εἰς βασιλείαν, ἀλλὰ μόνον τὸ εἶναι γένους βασιλικοῦ. ὡς εἴ τις ἐκ τοιούτου ἔθους καὶ τὸν τοῦ μάντεως παῖδα, μάντιν καθίστα. καὶ τὸν τοῦ κήρυκος, κήρυκα. καὶ τὸν τοῦ αὐλητοῦ, αὐλητήν. ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. (Vers. 393.) Ὅρα δὲ ὅπως ἀπὸ ῥήματος τοῦ βασιλεύειν, ὄνομα ἐκβαίνει ἀπὸ κοινοῦ τὸ, ὁ βασιλεύων ἢ ὁ βασιλεύς. οὗ αἱ ἀντωνυμίαι κεῖνται ἐνταῦθα, οὕτως. οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, αἶψα τέ οἱ ἀφνειὸν τὸ δῶμα, τῷ βασιλεῖ δηλαδή. καὶ τιμηέστερος αὐτὸς, ἤγουν ὁ βασιλεύς. ὁ δὲ λόγος οὗτος, γνωμικός ἐστιν. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ τέλος τῆς βασιλείας, ἐν πλούτῳ καὶ τιμῇ τίθησιν ὁ Τηλέμαχος. (Vers. 392.) Ἰστέον δὲ ὅτι τοιοῦτόν τι ἐστὶ σχῆμα καὶ ἐν Ἰλιάδι ἐν τῷ, δικάσω, ἰθεία δὲ ἔσται, ἡ δίκη δηλονότι. νοουμένη κοινῶς ἐκ τοῦ δικάσω ῥήματος. Ὅρα δὲ καὶ τὸ ἐναγώνιον καὶ γοργὸν καὶ διαλεκτικὸν τοῦ Τηλεμάχου, συντομώτατα καὶ ἀπορήσαντος ὡς ἐν ἀντιθέσει καὶ λύσαντος. ἔστι δὲ τὸ μὲν, ἢ φῂς τοῦτο κάκιστον, ἀντίθεσις, τὸ δὲ, οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, λύσις. τὸ δὲ αἶψά τέ οἱ δῶμα ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτὸς, κατασκευὴ τῆς λύσεως. (Vers. 395.) Ὅτι ὁπηνίκά τις πολλῶν ὄντων ὁμοίων, ἀντιποιεῖται ἀρχῆς, πρέπει εἰπεῖν τὸ, ἀλλ' ἤτοι βασιλῆες εἰσὶ καὶ ἄλλοι, νέοι ἠδὲ παλαιοί. Ὅτι ἔχει τινὰ μυκτῆρα καὶ ὁ τοῦ Τηλεμάχου λόγος, οὐ μόνον ἐν τῷ τὴν βαρεῖαν ἀρὰν τοῦ Ἀντινόου δέξασθαι ὡς εἴρηται ἀφελῶς εἰς εὐχὴν καὶ διαλογικῶς ἀντειπεῖν, ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν ὅτι βασιλεῖς Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί. εἰ γάρ εἰσι νέοι πολλοὶ βασιλείας ἄξιοι, οὐκ ἄρα μόνος ἐστὶν ὁ Ἀντίνοος ὡς ἐκεῖνος οἴεται. εἰ δὲ καὶ παλαιοὶ, οὐκ ἄρα μόνοι οἱ νεώτατοι μνηστῆρες ὡς αὐτοὶ νομίζουσιν. Ἰστέον δὲ ὅτι τοῦ βασιλεὺς τὸ θηλυκὸν, οὐ μόνον βασίλεια, ὡς ἱερεὺς ἱέρεια, ἀλλὰ καὶ βασίλισσα κατὰ Αἴλιον Διονύσιον Ἀττικῶς. βασίλινναν, δέ φησι Μένανδρος λέγει. ἐλέγοντο δὲ καὶ ὑποδήματά τινα, βασιλίδες. καί τι μύρου εἶδος, ἑπταβασίλειον. καὶ βασιλίνδα, παιδιά τις βασιλέας τινὰς ἀποδεικνύουσα. καὶ βασιλειᾶν καὶ διαβασιλίζεσθαι, τὸ βασιλείας ἀντιποιεῖσθαι. ἦν δέ φασι καὶ βασιλεὺς ἀρχή τις Ἀθήνῃσι. καὶ ἡ ἐκείνου, βασιλίς. καὶ βασίλειος ἐκεῖ στοὰ, πλησίον τῆς τοῦ ἐλευθερίου Διὸς στοᾶς. (Vers. 398.) Ὅτι τοῦ Ἀντινόου εὐξαμένου, μὴ ἐν Ἰθάκῃ ποιηθῆναι πρὸς Διὸς βασιλέα Τηλέμαχον, ὁ Τηλέμαχος ἐντρέπων ὡς ἐῤῥέθη ἐκεῖνον, φησὶν ὡς ἐν μὲν Ἰθάκῃ πολλοί εἰσι βασιλεῖς, ἤγουν ἄνδρες προσήκοντες τῇ βασιλείᾳ. αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομαι ἡ μετέρου, καὶ δμώων οὕς μοι ληΐσατο Ὀδυσσεύς. μονονουχὶ λέγων, ὅτι εἰ καὶ εἰς βασιλείαν οὐ πρέπω πατρικὴν καὶ δι' αὐτὸ ἐκπίπτω τῆς κοινῆς ἀρχῆς, ἀλλὰ τῆς πατρικῆς κληρονομίας πάντως οὐκ ἐκβληθήσομαι. Σημείωσαι δὲ ὅτι οὐ μόνον Ὅμηρος βασιλεῖς λέγει τοὺς ἐνδόξους καὶ βασιλικοὺς, ἀλλὰ καὶ οἱ μετ' αὐτόν. παρὰ Σοφοκλεῖ γοῦν ἡ Ἰοκάστη τοὺς ἐν Θήβαις εὐγενεῖς, χώρας ἄνακτας λέγει. καὶ Ἡσίοδος δὲ τοὺς δικαστὰς, βασιλεῖς λέγει ἐν τῷ, αἶνον βασιλεῦσιν ἐρέω. Ὅρα δὲ καὶ ὅτι ὡς καὶ ἐν Ἰλιάδι, οὕτω καὶ ὧδε ἄνακτα, τὸν οἰκοδεσπότην λέγει σεμνῶς, διὰ τὸ δοκεῖν τὸν οἶκον, πόλιν εἶναι μικράν. ὥσπερ αὖ πάλιν τὴν πόλιν, οἶκον μέγαν. (Vers. 399.) Τὸ δὲ αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέρου καὶ δμώων, ἐρεῖ ἂν ὁ κωλυόμενος ποιεῖν τὰ οἰκεῖα, πρὸς τῶν ἀμετόχων. Τοῦ δὲ δμώων ἡ κλίσις, ὡς Τρώων. λέγει δὲ Ἡρῳδιανὸς ὅτι ὡς δμὼς δμωὸς, τρὼς τρωὸς, θὼς θωὸς, οὕτω καὶ πλὼς πλωὸς εἶδος ἰχθύος. ὁ δὲ καθ' Ὅμηρον ἐπιπλὼς, μετοχή ἐστιν ἀντὶ τοῦ ἐπιπλεύσας. Τὸ δὲ οὕς μοι ἐληΐσατο Ὀδυσσεὺς, οὐ μόνον φόβον τινὰ λεληθότως ἐπισείει τῷ Ἀντινόῳ διὰ τὸ τὸν Τηλέμαχον οἷα εἰκὸς ἄλκιμον εἶναι ὡς ἐκ πατρὸς πολεμικοῦ, ἀλλὰ καὶ κληρονομιαίους εἶναι τοὺς δμῶας δηλοῖ. καὶ τὴν λῃστείαν σεμνολογεῖ ὡς οὐκ ἀνεπιτήδευτον οὖσαν τοῖς ἥρωσι καθὰ καὶ ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. Πόθεν δὲ