Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.75.1
Not analysed yet
τῷ δειπνοσοφιστῇ κεῖται καὶ γάλακτι ἐφεστηκυῖα τοιαύτη γραῦς. (Vers. 440.) Τὸ δὲ πυκινομήδεος, συγκοπὴν ἔπαθεν ἐκ τοῦ πυκινουμήδεος. οὐ γάρ ἐστιν εἰπεῖν πρὸς ἀκρίβειαν, ὡς ἐκ τοῦ πύκα σύγκειται. Ἀσκῆσαι δὲ, τὸ ἐπιμελείας ἀξιῶσαι, παρὰ τὸ ἀκήσασθαι ἤγουν θεραπεῦσαι, πλεονασμῷ τοῦ σ. ὅθεν καὶ ἄσκησις ἡ τοῦ σώματος θεραπεία ἐν ταῖς τροφαῖς. τοιοῦτοι γὰρ οἱ παρ' Ἕλλησιν ἀθληταί. σωμάτων ἀσκηταί. κρέασι κατὰ τὸν Ἀλεξάνδρου λόγον ἀνοικοδομοῦντες ἑαυτούς. καὶ ὁ ἀσκησθὴς δὲ, τοιοῦτόν τι ἔοικε δηλοῦν. οἱονεὶ τεθεραπευμένος καὶ ἀβλαβής. Ἐν δὲ τῷ πασσάλῳ ἀγκρεμάσασα, ὅρα ὡς οὐ πάντα τὰ ἐκ πασσάλου δι' ἀμέλειαν ἀνατίθεται. ἀλλὰ τὰ πλείω, ἐπιμελῶς. ἐνταῦθα τὲ οὖν τοῦτο φαίνεται. καὶ ὅπου δὲ ἡ τοῦ Δημοδόκου φόρμιγξ πασσάλου ἀπῃώρηται. Ἀθήναιος δὲ, καὶ Ἑρμίππου τοῦ κωμικοῦ παράγει τὸ, χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. περὶ ἧς ὅτε κατενεχθῆ ἐκ τοῦ πασσάλου, παίζει ὁ Φερεκράτης ἐπὶ διαβολῇ γυναικῶν, τὰ ἐν τοῖς ἑξῆς που δηλωθησόμενα. εἰ δὲ Ἡσίοδος οἶδε πηδάλιον ὑπὲρ καπνοῦ τιθέμενον ὡς ἐν ἀπαιωρήσει ἑτεροίᾳ, ῥηθήσεται καὶ περὶ τούτου ἐν τοῖς ἑξῆς. ὡς δὲ ὁ πάσσαλος, πάσσαξ ὑποκοριστικῶς παρὰ τοῖς κωμικευομένοις, οἱ παλαιοὶ παραδιδόασι. Τρητὰ δὲ λέχη πρὸς διαστολὴν τῶν στιβάδων, τὰ τεκτονηθέντα. αἱ γὰρ στιβάδες εἰκαίως πεποιημέναι, οὐδέν τι τοιοῦτον πάσχουσι. (Vers. 442.) Κορώνη δὲ ἀργυρέα, ἢ τὸ κοράκιον, ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ὁ κρίκος ᾧ ἐστὶ τὴν θύραν ἐπερύσαι. ἤγουν ἑλκύσαι. ἐπισπάσθαι. ὅθεν καὶ ὁ ἐπισπαστὴρ παρὰ Ἡροδότῳ ἐν τῷ, ἐπιλαβόμενοι τῶν ἐπισπαστήρων. ὃς καὶ ῥόπτρον ἐλέγετο. καθὰ δηλοῖ καὶ ὁ εἰπών. ῥόπτρον, ἐπίσπαστρον θύρας. Εἰς δὲ τὸ κορώνη, φασὶν οἱ παλαιοὶ καὶ ταῦτα, κορώνη, τοῦ τόξου τὸ ἄκρον. καὶ θύρας ἐπίσπαστρον. καὶ ὁ κόραξ. καὶ ἡ αἴθυια. καὶ ὁ λάρος. καὶ στεφάνου εἶδος. καὶ γένος ἐμπλοκῆς. καὶ πᾶν τὸ ἐπικεκαμμένον. ὅθεν καὶ κορωνίδες νῆες. (Vers. 443.) Τὸ δὲ κληῖδα ἐτάνυσε, τὴν κλεῖδα παρήγαγεν ἑρμηνεύουσιν, οἱ παλαιοί. Κληῖδα δὲ λέγει, οὐ σκεῦος ἀπὸ σιδήρου, ἀλλὰ μοχλόν. ἐντὸς μὲν τῆς θύρας ἐξημμένον, καὶ ἐπὶ τὰ κάτω καθειμένον, ἤτοι κεχαλασμένον. ἱμάντι δὲ ἔξωθεν σπώμενον καὶ ἀνελκόμενον καὶ ἐπιζυγοῦντα τὴν θύραν. οὕτω δὲ καὶ ἐν Ἰλιάδι κλεῖδα θυρῶν ὠνόμασε, τὸν ἐπιβλῆτα ἤγουν τὸν μοχλὸν καὶ ὀχέα τῶν τοῦ Ἀχιλλέως θυρῶν. ὅτι δὲ ἡ κληῒς ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι καὶ ἐπὶ νηὸς μέρους ἡ λέξις τίθεται ὅθεν καὶ νῆες πολυκλήιδες, ἐν δὲ Ἰλιάδι δεδήλωται. (Vers. 444.) Ἄωτον δὲ οἰὸς, τὸ ἐξ ἐρίων ὕφασμα. οὐ τὸ ἁπλῶς, ἀλλὰ τὸ ἀνθηρὸν, ἐκ μεταφορᾶς. ἄωτον γὰρ, κυρίως τὸ ἄνθος, παρὰ τὸ ἄω τὸ πνέω, οὗ ἡδύ τι ἀποπνεῖ. ὡς γὰρ εἴδω εἴδωλον κατὰ πρόσληψιν συλλαβῆς, οὕτως ἄω ἄωτον. ἐκ τούτου δὲ, πολλὰ τῶν ἀνθηρῶν πραγμάτων καλοῦνται. οἷον τὸ ἀπὸ λίνου κάλλιστον ἔργον, λίνοιο λεπτὸν ἄωτον λέγεται. ἤγουν λίνου ἀπάνθισμα. καὶ οἰὸς ἄωτον ὁμοίως, τὸ ἐξ ἐρίων ἀπανθισθέν. οὕτω δὲ καὶ ὕπνον ἀωτεῖν ἐν Ἰλιάδι, τὸ ὑπνοῦν ὕπνον ἡδὺν καὶ ἀφρόντιδα καὶ ὡς εἰπεῖν ἀνθηρόν. καί τις δὲ τῶν συγγραφέων, ἄκρον ἄωτον ἐν λογίοις φησὶ, τοὺς ἐν λόγοις οἷον ἀνθοῦντας καὶ Θεόκριτος τοὺς Ἀργοναύτας, θεῖον ἄωτον ἡρώων φησί. Καὶ Πίνδαρος δὲ τὴν μουσικὴν ἐπιστήμην ἤτοι λυρικὴν, μουσικῆς ἄωτον λέγει. καὶ πατέρων δὲ ἄωτον φησί. καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἐν τοῖς περὶ τοῦ Κύκλωπος λόγοις, ὁ ποιητὴς καὶ αὐτὸ τὸ ἁπλῶς ἔριον, ἄωτον ἐρεῖ. φησὶ γάρ. ἀώτου θεσπεσίοιο εἰχόμην. καὶ τοῦτο, εὐλόγως. ἔστι γὰρ τὸ ἔριον, δέρματος οἷον ἄνθος. οἱ δὲ εἰπόντες ἄωτον παρὰ στέρησιν τοῦ ὠτὸς οἱονεὶ τὸ μὴ ἀκουόμενον δι' ἁπαλότητα ἐν τῷ πίπτειν, καινὸν μέν τι φασί. δοκοῦσι δὲ ὑπαχθῆναί ποθεν. εὕρηται γὰρ ἐν λεξικῷ παλαιῷ ἐκφερομένῳ κατὰ στοιχεῖον, ὅτι ἄωτοι οἱ νεκροί. ὅπερ εἴληπται ἐκ τοῦ, κωφὴν δὴ γαῖαν ἀεικίζεις. ἐκεῖ δὲ κεῖται καὶ ὅτι ἀωτεύειν, τὸ ὑφαίνειν καὶ ὑπνοῦν. τοῦτο μὲν ἐκ τοῦ, πάννυχον ὕπνον ἀωτεῖς. ἐκεῖνο δὲ, ἐκ τοῦ ὑφαινομένου ἀώτου, ἐρίου δηλαδὴ ἢ λίνου. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου εὕρηται καὶ ποτήριον ἄωτον, ἤτοι τὸ οὖς οὐκ ἔχον. (Vers. 445.) Ὅτι τὸ βουλεύεσθαι, ὁ ποιητὴς ἔν τε τῇ Ἰλιάδι καὶ Ὀδυσσείᾳ κατὰ ἐνεργητικὴν προάγει φωνὴν. ἔν τε τῷ, βουλὰς βουλεύει. καὶ, βούλευε φρεσί. καὶ ἐν ἄλλοις πολλοῖς. ὁμοίως δὲ καὶ τὸ συμβουλεύειν, κατὰ φωνὴν δραστικὴν ἤτοι ἐνεργητικὴν οἱ παλαιοὶ τῶν ῥητόρων προάγουσιν. ὕστερον δὲ, τὸ παθητικὸν ἐπεπόλασεν. οὕτω δὲ καὶ τὸ σέβεσθαι καὶ μεταχειρίζεσθαι καὶ δρέπεσθαι, οἱ παλαιοὶ ἐνεργητικῶς προέφερον. φησὶ γοῦν Σοφοκλῆς. μαθησόμεθα δ' Ἀτρείδας σέβειν. καὶ Ἡρόδοτος, δρέπειν φησί. καὶ λόγον δώσεις ὧν μετεχείρισας