# Commentarii ad Homeri Odysseam 1.79.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.79.1

μενος ἢ καὶ ἄλλῳ δαίμονι καταχρηστικῶς, κύβηβος ἐλέγετο. ὁ και σάβος καὶ σαβάζιος καὶ βάκχος καὶ βαβάκτης καὶ βάβαξ καὶ ἐμμανὴς καὶ φλεδών. ὡς δὲ ἐκ τοῦ κυφὸς γίνεται καὶ ὁ κύβος, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν τάδε. Περὶ δὲ τοῦ ᾔδη ὅ ἐστιν ἠπίστατο, ἐν Ἰλιάδι γέγραπται ἱκανῶς. (Vers. 19.) Ὅτι αἰτίαν πιθανὴν τοῦ πρωτολογῆσαι τὸν Αἰγύπτιον προβάλλεται ὁ ποιητὴς, τὴν τοῦ παιδὸς Ἀντίφου μνήμην. οὗ συστρατευσαμένου τῷ Ὀδυσσεῖ καὶ ἀπολωλότος μνησάμενος ὁ πατὴρ, λαλεῖ τὰ εἰκότα. (Vers. 18.) Ὅτι εὔπωλον ὡς καὶ ἐν Ἰλιάδι τὴν Τροίαν λέγει, ἢ ἀντὶ τοῦ εὔζῳον. ἢ εὔιππον ὡς ἀπὸ μέρους. ἢ τὴν εὔγεων καὶ εὐβωλοστρόφητον. ἢ τὴν εὖ περιπολουμένην, κατὰ ἔκτασιν τοῦ ο. ἤτοι τὴν εὐδαίμονα καὶ εὐοίκητον. (Vers. 20.) Ὅτι τρεῖς τῷ Αἰγυπτίῳ ἐγένοντο παῖδες. ὧν ὁ μὲν, μνηστῆρσιν ὡμίλει, ὁ Εὐρύνομος. μείζω τοῦ γένους φρονῶν. δύο δὲ, αἰὲν ἔχον πατρώϊα ἔργα, τὴν κατ' αὐτοὺς ὅ φασιν ἑλῶντες. καὶ αὐτὸς οὐχ' οὕτω τοῖς περιοῦσι παισὶν ἔχαιρεν, ὅσον ἐπὶ Ἀντίφῳ ἤχθετο. ὃν συστρατευσάμενον Ὀδυσσεῖ, ἄγριος ἔκτανε Κύκλωψ. πύματον δ' ὡπλίσατο ἤγουν ἐσκεύασε δόρπον. Καὶ ὅρα ὅτι οὐ ποσότης παίδων ἁπλῶς εὐφραίνει πατέρα, ποιότης δὲ ἀγαθή. εἴγε καὶ ὁ Αἰγύπτιος οὐκ ἀγαπᾷ τρεῖς ἔχων, ἀλλὰ ποθεῖ καὶ τὸν ἕνα τὸν αἰχμητὴν Ἄντιφον. καὶ οὐ λήθεται ὀδυρόμενος καὶ ἀχεύων. (Vers. 22.) Ὅρα δὲ τὸ αἰὲν, τὸ συνεχὲς δηλοῦν τῆς τῶν παίδων τοῦ Αἰγυπτίου σπουδῆς ἐπὶ τοῖς πατρῴοις ἔργοις. ἅπερ ὁ ποιητής τίνα ἦν, οὐκ ἐπεξειργάσατο, οἷα μὴ θέλων τοῖς περιττοῖς ἐμφιλοχωρεῖν. ὅτι δὲ τὰς πατρῴας οἱ παῖδες ἐξεδέχοντο τέχνας ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐδηλώθη, Ἡρόδοτος ἱστορεῖ. αὐλητοῦ γὰρ αὐλητής. καὶ μαγείρου φησὶ μάγειρος. καὶ κῆρυξ κήρυκος. (Vers. 20.) Τὸ δὲ πύματον δόρπον, μέσως εἰρῆσθαι δοκεῖ πρὸς ἀστειότητα ὡς ἐν σχήματι ἀμφιβολίας. ἢ γὰρ πύματος ἦν ὁ Ἄντιφος τῶν ἓξ τοῦ Ὀδυσσέως ἑταίρων οὓς ὁ Κύκλωψ ἐθοινήσατο πρὸς ἑσπέραν, ἢ πύματος ἀνθρώπων εἴτε καὶ ἁπλῶς πάντων ὧν εἰς γαστέρα ὁ Κύκλωψ κατέσπα. ὃς δόρπος εἴη ἂν καὶ καθ' ἕτερον τρόπον, ὡς πρὸς ταῖς τοῦ βίου δυσμαῖς καὶ πρὸς τῷ ἐν τροπολογίᾳ μέλανι ἑσπέρῳ θοινηθείς. οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν ὡς λέγεται. Ἰστέον δ' ὅτι τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί. ὧν τὸ πρῶτον, ἐκαλεῖτο ἄριστον, γινόμενον πάνυ πρωῒ ἅμ' ἠοῖ φαινομένῃφι, ἄρεος ἱσταμένου. ὡς καὶ ἡ τοῦ ὀνόματος ἐτυμολογία δηλοῖ. εἶτα, τὸ δεῖπνον μεθ' ὃ ἔδει πονεῖν, ὃ καὶ ἄριστον φασί τινες. τρίτον δὲ, δόρπος. ἐναντίον ἀρίστῳ. ἡνίκα δόρυ παύεται. ὅπερ ἡμεῖς παρὰ τὸ δεῖν τότε ὕπνου, δεῖπνον καλοῦμεν. διὸ καὶ Αἰσχύλος τάττων, μετρεῖ. ἄριστα. δεῖπνα. δόρπαθ' αἱρεῖσθαι, τρία. ὅτι δὲ τοῦτο αἰτιῶνταί τινες, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. δῆλον δὲ, καὶ ὅτι δεῖπνον μὲν οἱ πλείους, τὸ πρωϊνόν φασιν ἔμβρωμα. μεθ' ὃ, πόνου δεῖ. ἄριστον δὲ, τὸ κοινῶς λεγόμενον γεῦμα. οὐ παρὰ τὸν ἄρην ἀλλὰ παρὰ τὸ ἀρίστως ἔχειν κατ' ἐξοχήν. δόρπον δὲ, οὐδεὶς ὃς ἀμφέβαλε μὴ ἀπονενεμῆσθαι τῇ ἑσπέρᾳ. (Vers. 26.) Ὅτι ὥσπερ φῶς φόως κατὰ πλεονασμὸν, οὕτω καὶ θῶκος θόωκος, ἐν τῷ, οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος ἤτοι συνέδριον, ἐξ οὗ τόδε προέβη. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ἀργίᾳ πολιτικῶν συνελεύσεων. ὅτε δέ τις ἀνελπίστως τὴν τοιαύτην ἀργίαν εἰς ἔργον προαγάγηται, οἰκεῖον εἰπεῖν τὸ, νῦν δὲ τίς ὧδ' ἤγειρε. τίνα χρειὼ τόσσον ἵκει, ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσι. (Vers. 29.) Καὶ ὅρα τὸ, οἳ προγενέστεροί εἰσιν. ἐνήλλακται γὰρ διὰ ποικιλίαν, ἀπὸ γενικῆς. ἦν γὰρ τὸ ἀκόλουθον, ἠὲ νέων ἀνδρῶν ἢ προγενεστέρων. Τὸ δὲ χρειὼ, χρεῖος ἐρεῖ προϊών. Ὅτι δὲ τὸ ἵκει ἀντὶ τοῦ ἔρχεται ἀεὶ ὁ ποιητὴς διὰ τοῦ ι γράφει ἐξ οὗ καὶ τὸ ἱκάνω γίνεται, οὐκ ἔστιν ἀντειπεῖν. ἐπεὶ δὲ οἱ μεθ' Ὅμηρον διὰ τοῦ η ἔγραψαν αὐτὸ, ἔδοξε τοῖς μετ' αὐτοὺς, συμβῆναι εἰς τὸ, τὰ μὲν ἐνεργητικὰ τοῦ ἥκω, ἐν τῷ η γράφεσθαι. τὰ δὲ παθητικὰ, ἐν τῷ ἰῶτα. (Vers. 30.) Ὅτι αἰτία κοινῆς ἀγορᾶς, ἢ τὸ ἀγγελίαν τινὰ ἐθέλειν σάφα εἰπεῖν τοῖς πολίταις ὅτε τις πρότερός γε πύθοιτο, ἢ τὸ ἐθελῆσαι δήμιόν τι ἄλλο πιφαύσκεσθαι. καὶ ἔστι τὰ τοιαῦτα, συστατικὰ πολιτείας ὡς μάλιστα. (Vers. 31.) Ἔστι δὲ τὸ πύθοιτο, ἀντὶ τοῦ μάθοι. σημαίνει δέ ποτε καὶ τὸ ἐρωτήσοι. (Vers. 32.) Τοῦ δὲ πιφαύσκεσθαι διττοῦ ὄντος, δηλοῖ γὰρ καὶ τὸ δεικνύειν ὡς τὸ, πιφαυσκόμενος τὰ ἃ κῆλα, καὶ τὸ λέγειν, ἑρμηνεύων ἐνταῦθα τὴν λέξιν, φησί. πιφαύσκεται ἠδ' ἀγορεύει. μονονουχὶ λέγων ὅτι νῦν τὸ πιφαύσκεται, ἀντὶ τοῦ λέγειν κεῖται. οὕτω δὲ καὶ μετ' ὀλίγα ἐν τῷ, πιφαύσκομαι ἠδ' ἀγορεύω. καὶ μνηστῆρσι πιφαυσκόμενος τάδε εἴρω. (Vers. 33.) Ὅτι τοῦ Ἰθακησίου Αἰγυπτίου εἰπόντος ὡς ἐσθλός μοι δοκεῖ εἶναι. ὀνήμενος. εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ, τι φρεσὶν ᾗσιν μενοινᾷ, τουτέστιν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
