# Commentarii ad Homeri Odysseam 1.83.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.83.1

Διός. ἤ τι τοιοῦτον. (Vers. 69.) Ἰστέον δὲ ὡς μέτεστι καὶ τῷ Διῒ τῆς ἀργορᾶς, οἷα πανομφαίῳ καὶ φήμης αἰτίῳ καθὰ προεδηλώθη. διὸ καθ' Ἡρόδοτον, καὶ Διὸς ἀγοραίου βωμὸς περὶ Σικελίαν. Ὅτι τὸ, ἡ Θέμις ἀνδρῶν ἀγορὰς λύει, ἠδὲ καθίζει γνωμικῶς ῥηθὲν, σχῆμα ὅ ἐστι τρόπον ὑστερολογίας ἤγουν πρωθυστέρου ἔχει. πρῶτον γὰρ τὸ καθίζειν τοῦ λύειν. δηλοῖ δὲ ἡ γνώμη, τὸ διὰ ζήτησιν τὰς ἐκκλησίας γίνεσθαι. τινὲς δὲ ἄγαλμα Θέμιδος ἐνόμισαν τοῖς ἐκκλησιάζουσιν εἰς κομίζεσθαι, πρὸς ὃ καὶ κάθηνταί φασι καὶ ἐγείρονται. (Vers. 73.) Ὅτι τοῦ δυσμεναίνω ῥήματος οὗ χρῆσις παρὰ τοῖς μεθ' Ὅμηρον, προϋπάρχει τὸ δυσμενέω, καὶ δῆλον αὐτὸ ἐξ Ὁμηρικῶν ἐνταῦθα μετοχῶν τοῦ, ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ' ἔρεζε. καὶ τοῦ, κακὰ ῥέζετε δυσμενέοντες. φαίνεται δὲ ὅτι ἀναλόγως τῷ δυσμενέω οὗ συναίρεμα ὡς εἰκὸς τὸ δυσμενῶ, εἴη ἂν καὶ εὐμενέω εὐμενῶ, ἐξ οὗ καὶ εὐμενέτης. ὡς καὶ εὐχέτης. ἀπὸ σεσιγημένου ῥήματος τοῦ εὐχῶ. καὶ ναέτης ἐκ τοῦ ναῶ. σύστοιχα δὲ πάντως ὡς ὁ εὐμενέων καὶ ὁ εὐμενὴς, οὕτω καὶ ὁ δυσμενέων καὶ ὁ δυσμενής. οὗ πρὸς ἐχθρὸν διαφορὰ παρὰ τοῖς παλαιοῖς, αὕτη ἐχθρός φασιν, ὁ πρότερον φίλος. δυσμενὴς, ὁ πρὸς τὸν ποτὲ φίλον ἔχθραν τηρῶν καὶ δυσδιάλλακτος. πολέμιος δὲ, ὁ δι' ὅπλων χωρῶν πρὸς τὸν πέλας. Τὸ δὲ κάκ' ἔρεζε δι' ἑνὸς ρ, κοινόν ἐστιν. Ἀττικὸν μέντοι, τὸ ἔῤῥεζε. τούτου δὲ, πάντως καὶ μέσος κοινὸς παρακείμενος, ἔρογα. ἀφ' οὗ ἐν μεταθέσει, τὸ ἔοργα. (Vers. 74.) Ὅτι πρὸς τοὺς ὀτρύνοντας βλάπτεσθαι καὶ δαπανᾶσθαι τὰ ἀλλότρια, ἐρεῖ ἂν ὁ προσήκων, τὰ ὑπὸ Τηλεμάχου πρὸς τοὺς Ἰθακησίους λεχθέντα. ἐμοὶ δέ κε κέρδιον εἴη, ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴχ' ὑμεῖς φάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ, χρήματ' ἀπαιτίζοντες, ἕως κ' ἀπὸ πάντα δοθείη. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. Σημείωσαι δὲ ὡς ἡ ῥηθεῖσα ἔννοια, λύσις ἐστὶν ἀντιθέσεως. ἐπεὶ γὰρ εἰκὸς τοὺς Ἰθακησίους εἰπεῖν ὡς ἡμεῖς οὐδὲν δαπανῶμεν, λύων ὁ Τηλέμαχος, κέρδιον αὐτῷ εἶναι τοῦτο φησίν. εἶτα καὶ κατασκευάζει τὴν τοιαύτην πρότασιν. (Vers. 75.) Σημείωσαι δ' ἐν τούτοις ὅτι κειμήλια μὲν ἔφη, τὰ κείμενα. ὅ ἐστι τὰ παρ' ἡμῖν ἀκίνητα. πρόβασιν δὲ, ἅπερ ἡμεῖς φαμὲν αὐτοκίνητα, τὰ διὰ ποδῶν προβαίνοντα. ἐξ οὗ ἰδίως κατά τινα ἐξοχὴν, ἐκλήθησαν τὰ πρόβατα. (Vers. 77.) Προσπτύσσεσθαι δὲ μύθῳ, τὸ λόγοις συμπλέκεσθαι. ἀπὸ μεταφορᾶς τῶν πτυσσομένων σωμάτων, οἷς πελάζοντά εἰσιν ἀλλήλοις τὰ μόρια. ἴσως δὲ καὶ κλόνον τινὰ δικαστικὸν αἰνίττεται τὸ προσπτύσσεσθαι. οὕτω γὰρ καὶ ἔγχεα πτυσσόμενα ἐν Ἰλιάδι ἔφη ὁ ποιητής. οἱ δέ γε μεθ' Ὅμηρον, ἐπὶ φιλήματος ἢ σωματικῆς περιπλοκῆς τιθέασι τὸ προσπτύσσεσθαι. (Vers. 78.) Τὸ δὲ ἀπαιτίζω, παραγωγὴν ἔχει. ὁποίαν καὶ τὸ νεμεσίζω καὶ πολεμίζω. διαφέρει δὲ τοῦ αἰτεῖν τὸ ἀπαιτεῖν, ὡς καὶ τοῦ διδόναι τὸ ἀποδιδόναι. αἰτεῖ μὲν γάρ τις καὶ δίδωσι, τὸ μὴ χρεωστούμενον. ἀπαιτεῖ δὲ ἢ ἀποδίδωσι, χρέος. ὡς καὶ ἐνταῦθα Τηλέμαχος μὲν, ἀπαιτίζοι ἄν. Ἰθακήσιοι δὲ, ἀποδοῖεν ἂν πάντα. τοῖς μέντοι κωμικοῖς οἷα ἐχρήγησε παίγνια τὸ δημοσθενικὸν ἀποδοῦναι, ἱστορεῖ σὺν ἑτέροις, καὶ ὁ Ἀθήναιος. Ἀπρήκτους δὲ ὀδύνας λέγει, ἐφ' αἷς οὐκ ἔστιν ἐκδίκησις. αἳ καὶ μαψιδίως λέγοιντο ἂν γίνεσθαι. κατὰ τὸ, εἰλαπινάζουσι πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἤγουν ἐφ' οἷς οὐκ ἔστι τίσις ὅ ἐστιν ἀπόδοσις. (Vers. 84. sqq.) Ὅτι ἐν τῷ, ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ὅπερ ἀναντίῤῥητον εἶναι δηλοῖ τὴν ἐκείνου δημηγορίαν, κεῖταί πως καὶ ἐτυμολογία τοῦ ἀκήν. εἰ γὰρ μηδεὶς ἔτλη ἐκεῖνον ἀμείψασθαι, οὐκ ἔχανεν ἄρα λαλῆσαι ἀλλ' ἔμεινεν ἀχανής. ἐντεῦθεν δὲ τὸ ἀκήν. γίνεται γὰρ ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν. καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, ἀκήν. οὐ μόνον Ἰωνικῶς, ἀλλὰ καὶ ἵνα μὴ προσκρούῃ συνεμπίπτον πρὸς τὸ ἀχὴν, ὅς ἐστιν ὁ πτωχὸς παρὰ τὸ μὴ ἔχειν. Ὅτι εἰ καὶ ἀναντίῤῥητος ἡ τοῦ Τηλεμάχου τοῦ θυμοσόφου ῥήτορος δημηγορία, ἀλλ' ὁ Ἰθακήσιος μνηστὴρ Ἀντίνοος τὸν ὑπὲρ πάντων μνηστήρων ἀναδεξάμενος λόγον, καὶ δείξας ἔργοις αὐτοῖς ὡς οἱ Ἰθακήσιοι μνηστῆρες τὸ πᾶν δύνανται, καὶ μάλιστα τῶν ἄλλων αὐτοὺς ἔτι δὲ καὶ Εὐρύμαχος ὡς καὶ μετ' ὀλίγα δειχθήσεται. ὁ τοίνυν ἐξ Ἰθάκης Ἀντίνοος ἐπὶ τῇ προβολῇ τοῦ Τηλεμάχου καὶ αὐξήσει τῇ κατὰ πηλικότητα, μεθιστᾷ τὴν αἰτίαν εἰς τὴν Πηνελόπην. λέγων ὅτι τοῦ παραμένειν αὐτοὺς τῷ οἴκῳ τοῦ Τηλεμάχου, οὐχ' οἱ μνηστῆρες αἴτιοι, ἀλλὰ φίλη μήτηρ. ἣ πέρι κέρδεα οἶδεν οὐ θέλουσα γήμασθαι ὡς αὐτὸς ἀφηγεῖται. καὶ τοῦτο μὲν, ἀληθές. οὐ προσλογίζεται δὲ ὁ βίαιος Ἀντίνοος, εἰ καὶ καλῶς ἡ Πηνελόπη ἀπαρνεῖται τὸ γήμασθαι. καὶ μὴν, πᾶσα γυνὴ μὴ ὑπακούουσα ἐν τῷ βιάζεσθαι, αὐτὴ αἰτία ἐστὶ τοῦ οὕτω πάσχειν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
