# Commentarii ad Homeri Odysseam 1.85.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.85.1

νεσκε μέγαν ἱστόν. νύκτας δ' ἀλλύεσκεν ἐπὴν δαΐδας παραθείη. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς. ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν ἣ σάφα ᾔδη. καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Ὣς τὸ μὲν, ἐξετέλεσε καὶ οὐκ ἐθέλουσ' ὑπ' ἀνάγκης. Σοί δ' ὧδε μνηστῆρες ὑποκρίνονται ἵν' εἰδῇς Αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί. Μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι Τῷ, ὅτεῴ τε πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ. Εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν. Τὰ, φρονέουσ' ἀνὰ θυμὸν, ἅ οἱ περιδῶκεν Ἀθήνη. Ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. Κέρδεά θ' οἷα οὔπω τίν' ἀκούομεν οὐδὲ παλαιῶν Τάων, αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί. Τυρώ τ' Ἀλκμήνη τε ἐϋπλόκαμός τε Μυκήνη. Τάων οὔτις ὁμοῖα νοήματα Πηνελοπείῃ Ἤιδη ἀτὰρ μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησεν. Τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήμαθ' ἔδονται, Ὄφρά κε κείνη τοῦτον ἔχῃ νόον ὅντινά οἱ νῦν Ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ Ποιεῖτ'. αὐτὰρ σοί γε, ποθὴν πολέος βιότοιο. Ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν, οὔτε πῃ ἄλλῃ, Πρίν γ' αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ' ἐθέλῃσιν. Καὶ ὅρα ἐν τούτοις ὅπως Τηλέμαχος μὲν, ἐν πάνυ στενῷ ἐδήλωσε τὰ κατὰ τὴν Πηνελόπην. εἰπὼν τοῦτο καὶ μόνον. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ. ἁπλοῦν γὰρ ἡ ἀλήθεια. καὶ οὐ δεῖται ποικίλων ἑρμηνευμάτων τὸ δίκαιον ὡς ἡ τραγῳδία δηλοῖ. Ἀντίνοος δὲ πλατὺ διηγούμενος, δείκνυοι μὲν δῆθεν καὶ ὃ προέθετο, ὅτι δηλαδὴ αἰτία ἐστὶν ἡ Πηνελόπη. ὁμολογεῖ δὲ καὶ τὴν βίαν ἀριδηλότητα, ὡς ἐν τοῖς κατὰ μέρος φαίνεται. καὶ οὐ μόνον ἐν τῇ πολυετεῖ ὑπερθέσει, ἀλλὰ καὶ μάλιστα ἐν τῷ ἐκτελέσαι τὸν ἱστὸν ὑπ' ἀνάγκης. ἔτι δὲ καὶ ἐν τῷ ποιεῖν τῷ Τηλεμάχῳ ποθὴν πολλοῦ βιότου. καὶ ἐν τῷ ἐνίστασθαι, μὴ ἂν ἀποτραπέσθαι τοῦ οἴκου, πρὶν γήμασθαί τινι τὴν Πηνελόπην. ὃ δὴ καὶ πρὸς κακοῦ πάντως ἔσται τοῖς μνηστῆρσιν. οἷς ἐξὸν ὂν σωθῆναι ἄλλην τραπομένοις, ὅμως πάντες ὁμοῦ εὑρεθέντες, πανωλεθρίαν ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος τοῦ Ἀντινόου λόγος, ὡς οἷα τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις. (Vers. 91.) Ἰστέον δὲ ὅτι τὸ ἔλπει, ταυτόν ἐστι τῷ. εἰς ἐλπίδας ἄγει. καὶ ὅτι ὥσπερ ὀχῶ ἄλλον ὀχοῦμαι δὲ αὐτός. καὶ πορεύω ἕτερον πορεύομαι δὲ ἐγὼ, οὕτω καὶ ἔλπω τὸ εἰς ἐλπίδας ἄγω καὶ ποιῶ εὐέλπιδα. ἔλπομαι δὲ δὲ αὐτὸς ἤτοι ἔχω ἐλπίδας. τοιοῦτον καὶ τὸ ψεύδω. οἷον. ἔψευσάς με τῆς ἐλπίδος. καὶ δηλοῦσι τὰ τοιαῦτα ῥήματα, δύο ἐνεργείας προσώπου ἑνός. τὴν μὲν, αὐτοῦ καθ' ἑαυτὸ ἐν φωνῇ παθητικῇ. οἷον. ὀχοῦμαι. πορεύομαι. ἔλπομαι. ψεύδομαι. τὴν δὲ, ἀπ' αὐτοῦ εἰς ἄλλο κατὰ φωνὴν ἐνεργητικήν. οἷον. ὀχῶ καὶ πορεύω καὶ ἔλπω καὶ ψεύδω ἄλλον. Τὸ δὲ ὑπίσχεται, πρωτότυπόν ἐστι τοῦ ὑπισχνεῖται. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτως ὑπίσχω ὑπισχνῶ. Τὸ δὲ στησαμένη μέγαν ἱστὸν, τρόπος ἐτυμολογίας ἐστί. τὸ δὲ μέγαν ἱστὸν ἐν μεγάροις, ἔχει τι παρηχήσεως κατὰ τὸ μέγα. Μέγαν δὲ ἱστὸν εἰπὼν, προσέθετο καὶ λεπτὸν καὶ περίμετρον, ἵνα εἴη πιθανὸν τὸ πολυχρόνιον τῆς αὐτοῦ κατασκευῆς, διὰ τὸ δυστήρητον τῆς προκοπῆς τοῦ λεπτοϋφοῦς καὶ περιμέτρου ἔργου. ἐπίτασις δὲ πάντως τοῦ μεγάλου ἱστοῦ, τὸ περίμετρον, ἐπαύξει δὲ τὸν χρόνον, καὶ τὸ ἀγλαὸν εἶναι τὸν ἱστόν. ὃ ταυτόν ἐστι τῷ, περικαλλὲς ἔργον. (Vers. 94.) Τοῦ δὲ ὑφαίνειν ἐξ οὗ τὰ ὑφαντὰ, πρωτότυπον οὐ χρηστὸν τὸ ὑφῶ. αὐτὸ δὲ, προϋπάρχει καὶ τοῦ ὑφάζω, ἀῤῥήτου καὶ αὐτοῦ θέματος. ἀφ' οὗ τὸ ὕφασμα. ἐκ τοῦ ὑφῶ δὲ, καὶ τὸ ὕφος. ἔτι δὲ καὶ ἡ παρυφή. ἔστι καὶ αὕτη κατὰ τὸν Ἀθήναιον, κόσμου εἶδος ἐν ἱματίῳ, οὐκ εὐδιάρθρωτος πάνυ σαφῶς. ὁποῖα ἴσως τὰ λεγόμενα ἐξεμπλωτὰ καὶ πλουμιστά. ἔοικε δὲ μὴ δὲ εἶναι ᾦα πρόθετος διὰ τοῦτο ἡ παρυφή. ἀλλά τι κάλλος συνυφασμένον περί τινα μέρη, οὐ μὴν κατὰ διηνεκὲς ποίκιλμα ὁποία ἡ τῆς Ἑλένης δίπλαξ. χρῆσις δὲ τῆς λέξεως, ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἐφόρουν παρυφὴν διαφανῆ πάντες οἷς νῦν ὁ τῶν γυναικῶν ἁμβρύνεται βίος. φανερόν δ' ὅτι ἐκ τῆς παρυφῆς, εὐπάρυφος στολὴ ἐν βραχείᾳ τῇ παραληγούσῃ. ὥσπερ ἐκ τοῦ ὕφους ἢ τῆς ὑφῆς, μακροπαράληκτος ὁ καὶ ἡ εὔυφος. καὶ ὅτι τοῦ ὑφάζω καινὸς Ἀττικὸς παρακείμενος, ὑφυφασμένος. ὑπὲρ οὗ λαλοῦσιν οἱ τεχνικοὶ τὰ πείθοντα. ὅτι ὥσπερ τὸ ὕφασμα διὰ τοῦ σίγμα οὕτω καὶ μετοχή ἐστιν ὑφασμένος, Ἡρῳδιανὸς δηλοῖ. ὃς καὶ Ἀττικῶν αὐτό φησιν εἶναι. οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος. εἰ καὶ ἄλλως ὥσπερ αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλεν εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω μεμαραμμένος. (Vers. 97.) Φᾶρος δὲ νῦν, ἢ τὸ ἁπλῶς ὕφασμα παρὰ τὸ τῇ ὑφῇ ἀρηρέναι. διὸ καὶ προπερισπᾶται διὰ τὴν συναίρεσιν ἀνάπαλιν πρὸς τὸ τοπικὸν, ἢ τὸ ἁπλῶς ὑφαινόμενον ὡς γενέσθαι ὕστερον δι' αὐτοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
