Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.86.1
Not analysed yet
φᾶρος εἴτουν ἱμάτιον. τοῦτο δὲ, καὶ σπεῖρον παρακατιὼν φησὶν, ἢ ὡς ὕφασμα δυνάμενον σπειροῦν ὅ ἐστι σπαργανοῦν καὶ περιέχειν τὸν αὐτὸ περιτιθέμενον, ἢ καὶ ὡς λυσιτελοῦν εἰς ἱμάτιον. σπεῖρον γάρ που καὶ τὸ ἱμάτιον. ὡς τὸ, σπεῖρα κάκ' ἀμφ' ὤμοισι. (Vers. 98.) Μεταμώλια δὲ ἢ μεταμώνια, ποιητὴς μὲν, χαίρει γράφων. πεζογράφος δὲ ῥήτωρ ἐξαθερίζει καὶ αὐτὸ καθὰ καὶ τὸ ἀτέμβει θυμόν. ἤγουν εἰς ἄτην ἐμβιβάζει. στερίσκει. γίνεται δὲ τὸ μεταμώνια, παρὰ τὸ μὴ ὀνεῖν, μηόνια. καὶ κατὰ κρᾶσιν καὶ σύνθεσιν μεταμώνια, ὁμοίως τῷ ἐπιβοήσομαι ἐπιβώσομαι ὡς προεγράφη. καὶ Ἀττικῶς, μεταμώλια. ὡς καὶ νίτρον λίτρον, καὶ πνεύμων πλεύμων. ὅθεν καὶ πλευμονία. καὶ παρ' Ὁμήρῳ. πάγη δ' ἐνπλεύμονι χαλκὸς καθά τις γράφει τῶν παλαιῶν. Τὰ δὲ ἀπόθετα νήματα, συντελεῖ πρὸς τὴν προδηλωθεῖσαν ἐτυμολογίαν τῆς Πηνελόπης. γίνεται δὲ τὸ νῆμα, παρὰ τὸ νήθω. ἢ μᾶλλον παρὰ τὸ νῶ ἐξ οὗ καὶ τὸ νήθω παρῆκται. ὡς ἐκ τοῦ κνῶ, τὸ κνήθω. καὶ ἐκ τοῦ μῶ ἤτοι ζητῶ, τὸ μήθω. ὅθεν ὁ Προμηθεύς. χρῆσις δὲ τοῦ νῶ, παρ' Ἡσιόδῳ. (Vers. 99.) Τὸ δὲ ταφήϊον, καθ' ὁμοιότητα παρῆκται τοῦ πολεμήϊον. ἤγουν κατὰ πλεονασμὸν τοῦ η, οὐ κατὰ διάλυσιν ὡς τὸ πρεσβήϊον. (Vers. 100.) Τὸ δὲ μοῖρ' ὀλοὴ, πρὸς διαστολὴν εἴρηται τῆς εὐμοιρίας. ὥς που καὶ μοῖραν λέγει δυσώνυμον, κατὰ διαφορὰν τῆς μὴ τοιαύτης. Τὸ δὲ καθελεῖν καὶ ἡ καθαίρεσις, ὡς ἐπὶ ταπεινώσεως λέγεταί τινος καὶ καταῤῥίψεως, ἀριδηλότατόν ἐστι. Γυναικῶν δὲ νέμεσιν ὑφορᾶται ἡ Πηνελόπη, καθά που καὶ ἄνδρες ἀνδρῶν. ἴσως δὲ καὶ διὰ τὸ μεμψιμοιροτέρας αὐτὰς τῶν ἀνδρῶν εἶναι ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Σπεῖρον δὲ νῦν, οὐκ ἐξ ἀνάγκης εὐτελὲς ὕφασμά τι, ἀλλὰ οἷον ἐπιπρέπειν τῷ ἥρωϊ Λαέρτῃ. φασὶ γοῦν τριχῶς τὸ σπεῖρον. πολυτελὲς ἱμάτιον. ῥάκος. καὶ ἱστίον. ὅθεν δὲ ἡ τοῦ ὄφεως σπεῖρα καὶ τὸ σπειρᾶσθαι ἤτοι σπαργανοῦσθαι, συσφίγγεσθαι, ἐκεῖθεν καὶ τὸ σπεῖρον. Τὸ δὲ ὑφαίνεσκε καὶ ἀλλύεσκεν ἀντὶ τοῦ ἀνέλυε, ποιητικά εἰσι πάρισα πρέποντα τῷ περὶ Πηνελόπης ἐνταῦθα λόγῳ, τῆς καλῆς καὶ περίφρονος. Εὐτελείας δὲ καὶ ἐνταῦθα ἡρωϊκῆς δηλωτικὴ ἡ τῶν δαΐδων τῇ Πηνελόπῃ παράθεσις. Τὸ δὲ τρίετες ὥσπερ καὶ τὸ τετράετες καὶ τὰ ὅμοια προπαροξύτονα, χρόνου εἰσὶ δηλωτικὰ οἷα χρονικὰ ἐπιῤῥήματα. τὸ μέντοι τριετὲς ἢ τετραετὲς οἷον παιδίον ἢ ἄλλό τι, ὀξύνονται πρὸς διαφοράν. ἀκριβέστερον δὲ ὅπως τονίζονται τὰ παρὰ τὸ ἔτος, ἐν τῇ τῆς Ἰλιάδος Βοιωτίᾳ δηλοῦται. Τὸ δὲ καὶ ἐπήλυθον ὧραι, συμπληροῦσθαι τὸ τέταρτον ἔτος δηλοῖ. οὐ γὰρ μία ἐπῆλθεν ὧρα. ἀλλ' ὡς ἔοικεν, ἢ ὅλαι ἢ αἱ πλείους. πρὸς ὃ συμφωνεῖ καὶ τὸ, τάχα δ' εἶσι τέταρτον, ἤγουν δίεισιν ὡς καὶ πρὸ ὀλίγου εἴρηται. (Vers. 108.) Ἐν δὲ τῷ, ἔειπέ τις γυναικῶν, ἡ δουλικὴ ἀπιστία δηλοῦται. εἴγε ἡ ἐπὶ τῷ ἱστῷ ἀνάγκη τῇ Πηνελόπῃ, διὰ τὴν κατειποῦσαν δούλην ἐπήνεκται. καλῶς ἄρα αἱ τοιαῦται ὕστερον μετὰ τὴν μνηστηροκτονίαν κρεμασθήσονται. (Vers. 109.) Τὸ δὲ ἐφεύρομεν, ἀστείως ἐῤῥέθη, ὡς οἷον ἐν ἀνιχνεύσει εὑρεθέντος τοῦ δόλου τῆς Πηνελόπης. Τὸ δὲ ἀγλαὸν εἶναι τὸν ἱστὸν, συμβάλλεταί τι ὡς ἐῤῥέθη καὶ αὐτὸ, πρὸς τὴν διατριβὴν τοῦ ἔργου καὶ τὸ λεπτὸν καὶ περίμετρον. (Vers. 110.) Τὸ δὲ οὐκ ἐθέλουσα καὶ τὸ ὑπ' ἀνάγκης, τὴν τῶν μνηστήρων ὡς καὶ προείρηται βίαν ἐνδείκνυται. καὶ τοιαῦτα μὲν ἄχρις ὧδε τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης. τὸν εἴτε ὡς ἐν ὑποθέσει, εἴτε καὶ καθ' ἱστορίαν ἀληθῆ. ἡ μέντοι ἀλληγορία κατὰ ἀστειοτέραν ἀναγωγὴν, φιλοσοφίαν μὲν καὶ πάλιν τὴν Πηνελόπην νοεῖ. ἱστὸν δὲ ὑπ' αὐτῆς ὑφαινόμενον, τὴν φιλόσοφον τῶν προτάσεων ἐπισύνθεσιν. ἐξ ὧν αἱ συλλογιστικαὶ ὑφαινόμεναι γίνονται συμπλοκαί. ἀνάλυσιν δὲ ὑπ' ἀνάγκης γινομένην τοῦ τοιούτου ἱστοῦ ὑπονοεῖ, τὴν οὕτω παρὰ τοῖς φιλοσόφοις λεγομένην τῶν ἐξ ἀνάγκης πλεκομένων συλλογισμῶν ἀνάλυσιν. ἧς οὐκ ἐπαΐουσιν οἱ σπάταλοι καὶ παχεῖς μνηστῆρες τῆς Πηνελόπης, οἷα μὴ δὲ ἐξευρεῖν οἴκοθέν τι λεπτὸν ἐξισχύοντες. θεῖον γὰρ ἀληθῶς τὸ τοιοῦτον ἔργον. διὸ καὶ ἡ Πηνελόπη λέγει που ἐν τοῖς ἑξῆς, θεὸν ἐμπνεῦσαι αὐτῇ τὰ κατὰ τὸν τοιοῦτον ἱστόν. καὶ οὕτω μὲν οἱ τρυφηταὶ μνηστῆρες οὐδὲν οἴδασι. θεράπαινα δέ τις τῶν ἔνδον, ἐκφαίνει τὸ ἔργον. εἴη δ' ἂν αὕτη, ἡ τῇ φιλοσόφῳ ταύτῃ ὑφαντικῇ προστετηκυῖα καὶ ταύτην φιλοπονοῦσα, ἀναλυτικὴ συλλογιστικὴ μέθοδος. εἰ καὶ οἱ ἀμέθοδοι καὶ οὐ ποθοῦντες τὴν τοιαύτην ὑφαντικὴν, ταχὺ παύουσι τὸ φιλόσοφον ἔργον, κύβοις αὖθις ἑαυτοὺς ἐπιῤῥίπτοντες καὶ αἰγανέαις παραβάλλοντες. καὶ νῦν μὲν ὦ οὗτος, οὐκ οἶδας εἴπερ καλῶς ἡμῖν ἀνῆκται ὁ λόγος ὁ περὶ τοῦ ἱστοῦ, ἔτι γὰρ τῶν εἰσαγωγικῶν εἶ προθύρων. ὅτε δὲ εἰς μνηστῆρα τῆς φιλοσόφου Πηνελόπης ἐγγραψάμενος καὶ αὐτὸς, τὸν ἱστὸν περιεργάσῃ τοῦτον, καὶ σοὶ τὰς τῆς γνώσεως δαΐδας