# Commentarii ad Homeri Odysseam 1.87.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.87.1

ἡ Πηνελόπη φιλοσοφία καθ' ἡσυχίαν ὑπανάψασα τὴν ἀνάλυσιν τοῦ τοιούτου ἱστοῦ ὑποφήνῃ, γνοίης ἂν ὅτι καλῶς αὐτῇ συνυφάναμεν τὰ τῆς τοιαύτης ἀναγωγῆς. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (Vers. 111.) Τὸ δὲ μνηστῆρες ὑποκρίνονται, ἀντὶ τοῦ ἀποκρίνονται Ἰωνικῶς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ὑποκριτής φασιν. ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. λέγει δὲ καὶ Ἡρόδοτος. οἱ μὲν, ταῦτα ὑποκρινάμενοι, ἀπηλλάττοντο. δοκεῖ δὲ καὶ Ἀττικὴ ἡ λέξις εἶναι. φησὶ γοῦν Θουκυδίδης. οὐδὲν ὑπεκρίνοντο. Ὅρα δὲ ὅπως ὁ Ἀντίνοος ἑαυτῷ τοὺς ὅλους μνηστῆρας προσλογίζεται, ὡς αὐτὸς ὢν οἱ πάντες. διὸ αὐτὸς λαλῶν, ὅμως φησί σοί. δ' ὧδε μνηστῆρες ὑποκρίνονται. καλῶς ἄρα πρὸ πάντων αὐτὸς πεσεῖται ὑπὸ Ὀδυσσέως βληθείς. (Vers. 114.) Τὸ δὲ ᾧ πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ, πρὸς ἀκρίβειαν ἐῤῥέθη πολιτικήν. οὐ γὰρ δουλικῶς ὁ πατὴρ τῇ θυγατρὶ τὰ τοιαῦτα κελεύσει, ἀλλ' αἱρήσεται καὶ αὐτή. Σημείωσαι οὖν ὅτι καὶ πρὸ ὀλίγων ἐν τῷ, δοίη δ' ᾧ κ' ἐθέλῃ καὶ οἱ κεχαρισμένος ἔλθῃ, τὸ μὲν δοίη ᾧ ἂν ἐθέλῃ, διὰ τὸν πατέρα κεῖται. τὸ δὲ καί οἱ κεχαρισμένος ἔλθῃ, διὰ τὴν θυγατέρα. ἵνα λέγῃ, καὶ ὃς ἂν τῇ Πηνελόπῃ χαρίεις δόξῃ. (Vers. 115.) Τὸ δὲ εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἢ ἀναπόδοτον ἔμεινε καθὰ καὶ ἐν Ἰλιάδι τὸ, ἀλλ' εἰ μὲν δώσουσι γέρας Ἀχαιοί. ἀγωνιῶν γὰρ ὁ Ἀντίνοος, ἐπέσχε τὴν συντακτικὴν ἀπόδοσιν εἰς τὸ, οὔτις ὁμοῖα νοήματα τῇ Πηνελόπῃ ἤδη μετὰ στίχους ἑπτά. ἴσως δὲ καὶ μὴ ἔχων εἰπεῖν τι ἐξ αὐτοσχεδίου καίριον. ἢ μετὰ δώδεκα στίχους ἀποδίδωσι τὴν σύνταξιν, ἐν τῷ, ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα ἴμεν. ἵνα λέγῃ ὅτι εἰ δὲ καὶ εἰσέτι ἡμᾶς ἀνιᾷ ἡ Πηνελόπη, ἡμεῖς δὲ οὐκ ἀπαλλαττόμεθα πρὶν αὐτὴν γήμασθαι ᾧ ἂν ἐθέλῃ. δύναται δὲ ὀρθῶς ἀποδίδοσθαι καὶ μετὰ στίχους δέκα ἐν τῷ, μέγα μὲν κλέος αὐτῆς. καὶ ἔστι καὶ τοῦτο, παράδειγμα μακροῦ ὑπερβατοῦ. (Vers. 117. sqq.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ, δῶρα λέγεται Ἀθηνᾶς, τὸ ἔργα ἐπίστασθαι περικαλλῆ. καὶ φρένες ἐσθλαί. καὶ κέρδεα. ὅ ἐστιν ἐπίνοιαι. μηχαναί. ὧν μετεῖναι τῇ Πηνελόπῃ ὁ Ἀντίνοος λέγει εἴπέρ τινι ἄλλῃ τῶν παλαιῶν ἡρωΐδων. ὁποία καὶ ἡ Μυκήνη. ἧς ἐπώνυμος ἡ ἐν Ἄργει πόλις Μυκήνη. καὶ ἡ Τυρὼ περὶ ἧς ἐν τοῖς ἑξῆς που ῥηθήσεται. καὶ ἡ Ἀλκμήνη ἡ τοῦ Ἡρακλέος μήτηρ. ὧν καὶ μόνων ἐμνήσθη Ἀντίνοος, κατ' ἐξοχὴν ἀρέσκουσαν αὐτῷ κατὰ τὸ αὐτοσχεδίως ἐπελθόν. Ἰστέον δὲ, ὅτι ἔργα ἐπίστασθαι δίδωσιν Ἀθηνᾶ, ἐπεὶ κατὰ Παυσανίαν ἐργάνη λέγεται, ὡς ἔργοις ἐπιστατοῦσα. αὐτὴ γὰρ εὗρε τὰς τέχνας. (Vers. 119.) Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα ἐπὶ γυναικῶν ὁ πλόκαμος. ὅθεν καὶ Μυκήνη εὐπλόκαμος. καὶ εὐπλοκαμῖδες Ἀχαιαί. καὶ ὅτι ὥσπερ ἡ κληῒς καὶ ἡ σφραγὶς καὶ ἡ κνημὶς καὶ ἡ ψηφὶς, οὕτω καὶ ἡ εὐπλόκαμις ἴσως δὲ καὶ ἡ πλοκάμις, ἐκτείνει παραλήγουσαν, ὡς δηλοῖ τὸ, αἳ πάρος ἦσαν εὐπλοκαμῖδες Ἀχαιαί. ὃ μετρεῖται κατὰ δάκτυλον. σκοπητέον δὲ μή ποτε φαῦλα τῶν ἀντιγράφων ἐν οἷς ὀξύνεται ἡ εὐπλοκαμίς. δέον γὰρ, ὥσπερ κρηπὶς μελαγκρήπις. ψηφὶς πολυψήφις ὡς τὸ πολυψήφιδα παρ' ὅρμον. κνημὶς εὐκνήμις, οὕτω καὶ πλοκαμὶς εὐπλοκάμις. καὶ πληθυντικὸν εὐπλοκάμιδες. (Vers. 121.) Νοήματα δὲ Πηνελόπης λέγει, ἅπερ ἀνωτέρω ἔφη κέρδεα. ἔνθα καὶ ἑρμηνεύει τὸ περίφρων. πῶς γὰρ οὐ περίφρων Πηνελόπη, ἡ τοιαῦτα νοήματα εἰδυῖα οἷα οὐδεμία τῶν ἡρωΐδων; (Vers. 125.) Αἰνίττεται δ' ἐνταῦθα καὶ θεόσοφον τὴν Πηνελόπην ὁ Ἀντίνοος εἰ τὸν νοῦν ὃν ἔχει ἐν στήθεσιν αὐτῇ θεοὶ τιθέασιν. ἐπίτηδες δὲ ταῦτα ὁ μνηστὴρ λαλεῖ. εἰπὼν γὰρ ἐν τῇ δημηγορίᾳ πολλὰ οὐ πρὸς ἡδονῆς ἐσόμενα τῇ Πηνελόπῃ, καὶ ὑποπτεύσας λύπην ἐκείνης, μεταλαμβάνει ἐγκώμιον αὐτῆς πρέπον γυναικὶ ἀγαθῇ. (Vers. 128.) Σημείωσαι δ' ἐν τούτοις καὶ φήμην ἐσχηματισμένην ἣ φύγεν ἕρκος ὀδόντων τῷ Ἀντινόῳ. τὸ γὰρ οὐδαμοῦ πάρος ἴμεν πρὶν αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ' ἐθέλῃσιν, ἀληθῶς οὕτως ἀπέβη. οὐδαμοῦ γὰρ ἀπῆλθον οἱ μνηστῆρες ἕως ἐλθὼν Ὀδυσσεὺς ᾧ ἐκείνῃ γήμασθαι ἤθελεν, ἐποίησεν ἅπερ ἐποίησεν. ἐπαινετέος οὖν καὶ τῶν τοιούτων ὁ ἀστειότατος ποιητής. Ἐν δὲ τῷ, ποιεῖταί σοι ποθὴν πολέος βιότοιο, κατὰ τῆς ὡς αὐτὸς εἰρωνικῶς ἔφη φίλης μητρὸς ἐρεθίζει τὸν Τηλέμαχον. οὐ γὰρ ἂν εἴη φίλη μήτηρ, ἡ οὕτω ζημιοῦσα τὸν υἱόν. (Vers. 130.) Ὅτι πυκνότητα καὶ συντομίαν καὶ ἰσχὺν νοημάτων ἐνδείκνυται ὁ Τηλέμαχος ἐν οἷς ἀντιλέγει Ἀντινόῳ εἰπόντι μητέρα σὴν ἀπόπεμψον. φησὶ γὰρ, οὐ πρὸς καλῶν αὐτῷ εἶναι ἀπώσασθαι τὴν τεκοῦσαν καὶ θρεψαμένην. καὶ ταῦτα, ἀέκουσαν. ὅπου γε καὶ ἄδηλον εἴτε ζῇ ὁ πατὴρ ἐπ' ἀλλοδαπῆς εἴτε τέθνηκε. προσέτι δὲ κακόν φησι, καὶ χρήματα πολλὰ καταθέσθαι τῷ πάππῳ Ἰκαρίῳ, καὶ κακὰ πρὸς ἐκείνου παθεῖν, εἴπερ ἑκών φησιν αὐτὴν ἐκπέμψω. καὶ θεῷ δὲ ἀπεχθὴς διεκπεσεῖν. ὑποστέλλεται δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
