# Commentarii ad Homeri Odysseam 1.88.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.88.1

καὶ τὰς Ἐριννῦς. καὶ τὴν ἐξ ἀνθρώπου ὑφορᾶται νέμεσιν. καὶ πείθει ἑαυτὸν, μὴ μόνον οὐκ ἀπώσασθαι τὴν μητέρα, ἀλλ' οὐδὲ μῦθον τοιοῦτον εἰπεῖν πρὸς αὐτὴν ἣν φθάσας καὶ ὁ ἐχθρὸς Ἀντίνοος ἐπαίνοις ἐσέμνυνεν. εἰπὼν αὐτὴν καὶ φίλην μητέρα τῷ Τηλεμάχῳ ὡς εἴρηται. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Ἀντίνο', οὔπως ἐστὶ δόμων ἀέκουσαν ἀπῶσαι, ἥ μ' ἔτεχ' ἥ μ' ἔθρεψε. πατὴρ δ' ἐμὸς ἄλλοθι γαίης ζώει, ὅ γ' ἢ τέθνηκε, κακὸν δέ με πόλλ' ἀποτίνειν Ἰκαρίῳ, αἴκ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. Ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι. ἀλλὰ δὲ δαίμων Δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ' ἐριννῦς Οἴκου ἀπερχομένη. νέμεσις δέ μοι ἐξ ἀνθρώπων Ἔσσεται. ὡς οὐ τοῦτον ἐγὼ ποτὲ μῦθον ἐνίψω. καὶ τὰ ἑξῆς ὡς προεγράφη ἐν τῷ ἐξιέναι μεγάρων ἄλλας δ' ἀλεγύνετε δαῖτας. ἀπαραλλάκτως γὰρ τὰ ἐκεῖ ῥηθέντα, κεῖνται κἀνταῦθα. ὀκνοῦντος καὶ ἐν τούτοις τοῦ ποιητοῦ, τὰ εὖ πεποιημένα μεταποιεῖν. πλὴν ὅσον, εἰπὼν ἐκεῖ ἐξιέναι μεγάρων, ἐνταῦθα ἔξιτέ μοι μεγάρων φησὶ, κοινότερον καὶ σαφέστερον. (Vers. 131.) Ἰστέον δὲ ὅτι τὸ ἥ μ' ἔθρεψεν, ἐπίτασιν δηλοῖ γνησιότητος. εἰσὶ γὰρ μητέρες, αἳ τίκτουσι μὲν, οὐκ ἐκτρέφουσι δὲ, ἀλλ' ὡς εἰπεῖν, ἐκτιθέασι ταῖς τιθηνοῖς. οἷα μὴ δὲ φιλοῦσαι τίκτειν αἱ πολλαί. ἀλλὰ τὴν μὲν γαμήλιον στέργουσαι, ἀποστέργουσαι δὲ πορνικῶς τὴν γενετυλίδα διὰ τὴν οὐκ ἄπονον Εἰλείθυιαν. Ἐπαναφορᾶς δὲ σχῆμα γοργὸν, τὸ, ἥ μ' ἔτεκεν, ἥ μ' ἔθρεψε. Τὸ δὲ ἀέκουσαν ἀπῶσαι, πληρέστερον ἂν ἦν εἴπερ εἶχε προσκείμενον καὶ τὸ ἑκόντα. ἵνα ἔφη. ὡς οὔπως ἐστὶν ἑκόντα με δόμων ἀέκουσαν ἀπῶσαι τὴν μητέρα. διὸ μετ' ὀλίγα φησίν. ἑκὼν ἀπὸ μητέρα πέμψω. σίγησας τὸ ἀέκουσαν ὡς ἤδη ῥηθέν. Καὶ ὅρα ὅτι, ταυτόν ἐστιν ἀπῶσαι καὶ ἀποπέμψαι. ἅπερ οἱ μεθ' Ὅμηρον παθητικῶς ἀπώσασθαι φασὶ καὶ ἀποπέμψασθαι. (Vers. 132.) Τὸ δὲ εὐλαβεῖσθαι πολλὰ ἀποτίνειν Ἰκαρίῳ, σμικρολογίας αἰτίαμα φασὶν οἱ παλαιοὶ τῷ Τηλεμάχῳ προσάπτειν. διὸ καὶ θέλουσιν οἱ τοιοῦτοι στίζειν τελείαν ἐν τῷ πολλ' ἀποτίνειν· καὶ νοοῦσιν αὐτὸ, οὐκ ἐπὶ χρημάτων ἀλλ' ἐπὶ τῆς θεόθεν ποινῆς. κατὰ τὸ, σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλαῖς καὶ ἑξῆς. ἵνα λέγῃ ὅτι κακὸν δέ με πόλλ' ἀποτίνειν ὅ ἐστι θεόθεν ποινηλατεῖσθαι ἐὰν αὐτὸς ἑκὼν τῷ Ἰκαρίῳ ἀποπέμψω ἀέκουσαν τὴν μητέρα. (Vers. 134.) Ποῖα δὲ πολλὰ ἀποτίσει; ἐκ τοῦ πατρὸς κακά φησι πείσομαι, ὅ ἐστιν ἐκ τοῦ Ὀδυσσέως εἰ τυχὸν ἐπανέλθοι. οὕτω γάρ τινες καὶ οὐκ ἐπὶ τοῦ Ἰκαρίου νοοῦσι τὸ πατρός. ἄλλα δὲ δαίμων καὶ ἐριννύες δώσουσι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα διείληπται, διατί τὲ ἐριννῦς καλοῦνται, καὶ διατί στυγεραί. Ἔνθα, σημείωσαι καὶ ὅτι τὸ ἐριννῦς ἀρήσεται, ἢ ὅλως θεόν τινα, ἐπιθεάζειν ἔλεγον οἱ παλαιοί, ἀντὶ τοῦ, καταρᾶσθαι. προφέροντες καὶ χρῆσιν Φερεκράτους ταύτην. ὕστερον ἀρᾶται καὶ ἐπιθεάζει τῷ πατρί. (Vers. 136.) Ὅρα δὲ καὶ ὅτι ὥσπερ ἡ μήτηρ εὐλαβεῖται τὴν ἐξ Ἀχαιΐδων νέμεσιν, οὕτω καὶ ὁ υἱὸς Τηλέμαχος τὴν ἁπλῶς ἐξ ἀνθρώπων, πλατυτέραν οὗτος ἔχων εὐλάβειαν. Τὸ δὲ ἐνίψω, οὐχ' ἁπλῶς ἀντὶ τοῦ εἴπω, ἀλλὰ μετὰ σφοδρότητος καὶ ἀπειλῆς, ὡς καὶ ἡ ἐνιπὴ δηλοῖ. Ὥσπερ δὲ ἀπὸ τοῦ ῥέπω γίνεται τὸ ῥίπτω, καὶ ἀπὸ τοῦ πέτω τὸ πίπτω, οὕτω καὶ ἐνέπω ἐνίπτω. (Vers. 146.) Ὅτι μέλλοντι μὲν δημηγορῆσαι τῷ Τηλεμάχῳ, φήμη ἐλαλήθη ὡς προεῤῥέθη θαῤῥύνουσα. παυσαμένου δὲ τῆς δημηγορίας, αἰετοὺς δύο Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. δηλοῦντας καὶ αὐτοὺς τὸ μέλλον ὡς ῥηθήσεται. (Vers. 148.) Οἳ ἕως μὲν, ἀντὶ τοῦ τέως καὶ μέχρι τινὸς, ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο, Πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν, Ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, Ἔνθ' ἐπιδινηθέντε, τιναξάσθην πτερὰ πολλά. Ἐς δ' ἰδέτην πάντων κεφαλάς. ὄσσοντο δ' ὄλεθρον δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς, Δεξιὼ ἤϊξαν διά τ' οἰκία καὶ πόλιν αὐτῶν. Θάμβησαν δ' ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖσιν. (Vers. 156.) Ὥρμηναν δ' ἀνὰ θυμὸν, ἅπερ τελέεσθαι ἔμελλον. ὃ δὴ οἰκεῖον εἰπεῖν τῶν ἐπὶ στοχαζομένων τοῦ μέλλοντος, καὶ ταῦτα μὲν τὰ τοῦ Ὁμήρου. εἰωθότος καὶ τοιούτοις ἐνασχολεῖν ἐνιαχοῦ τοὺς λόγους διὰ ποικιλίαν φράσεως καὶ πολυμάθειαν. (Vers. 146.) Εἰσὶ δὲ ἀετοὶ, Ὀδυσσεὺς καὶ Τηλέμαχος. διόθεν μὲν ἥκοντες, ἐπεὶ ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, τῷ Διῒ ἀνάκεινται τὰ τοιαῦτα. ἐκ κορυφῆς δὲ ὄρεος πετόμενοι, ἐπειδὴ ἀγρόθεν ἥξουσι τὰ κατὰ τῶν μνηστήρων ἀρτύσαντες. καὶ τέως μὲν, πρὸς ἄνεμον ἁπλῶς πέτονται, ὡς ἡσυχῇ τὰ πρῶτα τὸ ἔργον διαχειριζόμενοι. καὶ πλησίοι ἀλλήλοις, ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. ὅτε μέντοι πρὸς τοῖς μνηστῆρσι γένωνται οὓς νῦν ἡ ἀγορὰ ἔχει, τότε δὴ ἐπιδινηθέντες, τινάσσονται οἰκεῖα πτερὰ πολλά. ἢ διότι ἐπανελθόντες πολλοὺς ἀποβαλοῦνται καὶ τῶν ὑπηκόων μνηστῆρας δηλαδὴ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
