Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.89.1
Not analysed yet
καὶ κήρυκας καί τινας τῶν τοῦ οἴκου, θανατώσαντες καὶ αὐτόν. ἢ καὶ διότι θανατώσουσι τοὺς ὅλους μνηστῆρας, ὀϊστοὺς ἐπαφιέντες πτερόεντας. εἰσιδόντες δὲ πάντων κεφαλὰς καὶ δρυψάμενοι ἑαυτοὺς ὄνυξιν, ἀπελεύσονται. ἐπειδὴ οὐ μόνον μνηστῆρσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις τῶν Ἰθακησίων ἔσται κακόν. καὶ πολλοὶ τὰς παρειὰς ἐπ' αὐτῷ δρύψονται. τὰ γὰρ κεφαλικὰ τῶν Ἰθακησίων κακὰ, ἐν ἑαυτοῖς ἐνδείκνυνται οἱ ἀετοί. καὶ τοιαῦτα μὲν δηλοῦσιν οἱ οἰωνοί. πόθεν δὲ γίνεται ἀετὸς καὶ ὅτι τῷ Διῒ ἀνάκειται ἐκ γενετῆς, ἐν τῇ Ἰλιάδι δηλοῦται. (Vers. 154.) Τὸ δὲ πλησίω, ἀπὸ εὐθείας κέκλιται τῆς ὁ πλησίος ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ φαίνεται, οὗ καὶ θηλυκὸν εὕρηται ἡ πλησία. ἧς χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. Τὸ δὲ τιταινόμενοι πτερύγεσσι, γραφικῶς ἐῤῥέθη, ὡς οὕτω τοῦ πέτεσθαι γινομένου. Ἔνθα καὶ ὅρα ὅτι πτέρυγες ἢ πτερύγες κατὰ Ἀρίσταρχον, μέρος ἐστὶ σώματος περὶ ὃ τὰ πτερὰ τὰ τινασσόμενα κατὰ τῶν ἐν τῇ ἀγορᾷ. οὐ γὰρ πτέρυγες ἐκ τῶν ἀετῶν ἀλλὰ πτερὰ ῥίπτονται κάτω. Πολύφημον δὲ ἀγορὰν λέγει, ἐν ᾗ πολλαὶ ἐνίοτε φῆμαι λαλοῦνται, ἤγουν μαντικοί τινες λόγοι, ὁποία τις φήμη καὶ ἐν τῇ σήμερον δημηγορίᾳ παρά τε τοῦ Ἀντινόου προσεχῶς ἐλαλήθη καὶ παρὰ τοῦ Αἰγυπτίου ὡς εἴρηται. φήμην δὲ εἰπεῖν τὸν ἁπλῶς λόγον, οὐκ ἔστιν Ὁμηρικόν. (Vers. 151.) Τὸ δὲ ἐπιδινηθέντες, πιθανότης ἐστὶ τῆς ἐκτινάξεως τῶν πτερῶν, ἄλλως γὰρ οὐκ ἦν γενέσθαι. (Vers. 152.) Τὸ δὲ πάντων κεφαλὰς, κοινὴν βλάβην δηλοῖ ὡς καὶ ἀνωτέρω γέγραπται, διὰ τὸ μηδὲ ἀναιτίους εἶναι μηδὲ τοὺς Ἰθακησίους, ὡς δηλώσει καὶ Τηλέμαχος ἐν οἷς ἐρεῖ ὡς τάδε διατρίβουσιν Ἀχαιοὶ μάλιστα δὲ μνηστῆρες. ὄλεθρον μὲν οὖν οὐ πάντων Ἰθακησίων ὄσσονται οἱ ἀετοὶ, ζημίαν δὲ καὶ λύπην εἰ καὶ μὴ πάντων, τῶν γοῦν πλειόνων. διὸ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται ὅτι τοῖς μνηστῆρσι μέγα πῆμα κυλίνδεται πᾶσι. πολλοῖς δὲ καὶ ἄλλοις κακὸν ἔσται. Ἔνθα καὶ ὅρα τὸ κυλίνδεται, συντελοῦν εἰς γνῶσιν τοῦ, ἐκ κορυφῆς ὄρεος καταπτῆναι τοὺς ἀετοὺς, ὅπερ ἔοικε δηλοῦν τὸ ἄνωθεν κυλινδόμενον πῆμα. δῆλον δὲ ὅτι ὀφθαλμὸς Μούσης διακρίνει, τοὺς ἀετοὺς ἀπερεῖσαι τὸ ὀπτικὸν εἰς πάντων κεφαλάς. ἄλλως γὰρ οὐκ ἔστιν εὐδιάκριτον. ἴσως δὲ καὶ τοῦ δήμου πεπυκνωμένου, μόναι κεφαλαὶ τοῖς ἀετοῖς ἐβλέποντο. Ἰστέον δὲ καὶ ὅτι μνηστήρων μὲν κεφαλὰς ἐσίδον, ἐπ' ὀλέθρῳ. οἱ σὺν σφῇσι κεφαλαῖς ἀπέτισαν. ἃς παραθέμενοι κατὰ τὸν ποιητὴν, ἐδαπάνων τὰ τοῦ Ὀδυσσέως. τὰς δὲ τῶν λοιπῶν Ἰθακησίων, ἐπὶ μόνῃ ζημίᾳ καὶ χρημάτων ἢ κτημάτων ἐκτίσει. (Vers. 153.) Δρύπτεσθαι δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ ξέεσθαι. κατὰ μεταφορὰν τῶν ἐκδερομένων ξύλων. ὡς ἀπὸ τοῦ δόρυ δορύπτω καὶ δρύπτω. Τὸ δὲ παρειὰς, καταχρηστικῶς ἐῤῥέθη ἐπὶ ἀετῶν. ὡς καὶ τὸ χεῖλος ἐν τῷ, ἀγκυλοχείλης. ῥάμφος γὰρ ἐπὶ ὀρνέων τὸ χεῖλος ὥσπερ ἐπὶ συῶν τὸ ῥύγχος. τινὲς μέντοι βιαζόμενοι τὴν κυριολεξίαν ἀπιθάνως μὲν λέγουσι δ' οὖν, ὅτι παρειὰς καὶ δειρὰς, οὐ τὰς ἑαυτῶν, οἱ ἀετοὶ ἐδρύψαντο ἀλλὰ τὰς τῶν ἐν τῇ ἐκκλησίᾳ, ὡς βαθύναντες τὴν πτῆσιν καὶ κατ' αὐτῶν ὁρμήσαντες ὡς ἐνῆν. καὶ τοιούτῳ ἔργῳ θρασύτερον ἐπιτολμήσαντες. κρεῖττον δὲ τὸ πρῶτον. ἐπεὶ καὶ Ἰάμβλιχος οἶδε τοιούτους ὄρνιθας, οἳ ἀποῤῥήσσουσιν αὐτοὶ ἑαυτοὺς, καί που ἀναιροῦσιν ἐπὶ δηλώσει μέλλοντός τινος, ὅπερ οὐ κατὰ φύσιν εἶναι φησὶν, ἀλλ' ὑπερφυές. (Vers. 154.) Δεξιοὶ δὲ ἤϊξαν, ἀντὶ τοῦ ἀνατολικοὶ, ὡς αἴσιοι. δηλοῦντες ὅτι Ὀδυσσεὺς μὲν καὶ Τηλέμαχος νικήσαντες, ὑπὸ φωτὶ ἔσονται. μνηστῆρες δὲ ὑπὸ ζόφῳ γενήσονται. ὅτι δὲ δεξιὰ τὰ ἀνατολικὰ, δηλοῖ ὁ ποιητὴς ἐν οἷς φησὶν, εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτ' ἐπ' ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα. Οἰκία δὲ καὶ πόλιν, καλὸν μὲν ἐπὶ τῶν Ἰθακησίων νοεῖν ὡς διὰ μέσης τῆς πόλεως ὑποχωρισάντων τῶν οἰωνιστικῶν ἀετῶν. ἕτεροι δὲ, τὴν τῶν ἀετῶν κατάπαυσιν, διὰ τιμὴν τοῦ βασιλικοῦ τούτου ζῴου, οἰκία καὶ πόλιν ἐνόησαν. καθ' ὁμοιότητα τοῦ, ὁ κύμα τ' οἰκῶν ὄρνις. καὶ τῶν ὁμοίων. ὡς τῶν ἀετῶν ἐπαναστραφέντων ἔνθα ᾤκουν ὃ καὶ ἐδήλου, ὡς καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἀνελόντες τοὺς μνηστῆρας αὖθις εἰς ἀγροὺς ἀπελεύσονται ὡς ἱστορήσει ὁ ποιητὴς ἐν τῷ τοῦ βιβλίου τέλει. καὶ ἔστι καὶ ὁ τοιοῦτος νοῦς ἀγαθός. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἰκία καὶ δόμος ἐπὶ σφηκῶν καὶ μελισσῶν λέγεται. καὶ φίλα οἰκία, ἐπὶ ἀετοῦ. (Vers. 155.) Ὄρνιθας δὲ καὶ νῦν λέγει, οὐχ' ἁπλῶς τὰ πτηνὰ κατὰ κοινὴν γλῶσσαν ἀλλὰ τοὺς μηνύοντάς τι μέλλον. οὓς καὶ ἐναισίμους ἐρεῖ ὁ ποιητής. ἤγουν αἶσαν τινὰ δηλοῦντας. ἀφ' ἧς, τινὲς μὲν, αἴσιοι. ἕτεροι δὲ, ἀπαίσιοι λέγονται. ἐξ ὧν ὀρνίθων, καὶ εὐορνιθία κατὰ τοὺς παλαιοὺς παρὰ Σοφοκλεῖ, τὸ ἀγαθὸν οἰώνισμα. καθὰ καὶ εὐερμία, τὸ διὰ τὸν Ἑρμῆν ἀγαθὸν ἕρμαιον ὅ ἐστιν εὕρημα. οὗ καὶ ῥῆμά ἐστι τὸ εὐερμεῖν.