Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.92.1
Not analysed yet
κακοπινέστατος, ἴστω μὴ ἀκριβῶς λέγων. ἐκεῖνο γὰρ, οὐκ ἐξ ἁπλοῦ τοῦ πίνου γέγονεν, ἀλλ' ἀπὸ συνθέτου τοῦ κακοπινοῦς. ἵνα γίνοιτο καθὰ ἐκ μακροκαταλήκτου τοῦ εὐγενὴς, ὁ εὐγενέστερος, οὕτω καὶ κακοπινὴς κακοπινέστερος καὶ κακοπινέστατος. χρῆσις κακοπινοῦς, παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, συνεσπασμένοι καὶ κακοπινεῖς, οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ τῇ ἕξει. ὥσπερ δέ φασι διὰ τοῦ ες σχηματίζουσιν Ἀττικοὶ, οὕτω καὶ διὰ τοῦ ις. ποτίστατον γάρ φασιν Ἀριστοφάνης. ὡς τὸ, ὦ θερμόταται γυναῖκες ὦ ποτίσταται, οὕτω καὶ λαγνίστατον. καὶ κλεπτίστατον. καὶ λαλίστερον εὕρηκά σε ὡς καὶ λαλίστατον. καὶ πολὺ πτωχίστερος. καὶ ψευδίστατος. καὶ ὅσα τοιαῦτα ἐξ ὑπερθετικῶν τῶν εἰς στος, ὑπερθετικὰ ἢ συγκριτικά. καὶ Πλάτων δὲ Κλεοφῶντι, ἵν' ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου. καὶ πληκτίστατος δὲ λέγουσιν. ἔστι δὲ Πλάτωνος καὶ τὸ, ἡδονὴ ἁπάντων ἀλαζονίστατον. τοῦ δὲ ἀκρατίστερος, οὐχ' εὕρηται ὑπερθετικόν. οἷον, οὔτ' ἀκρατίστερον οὔτε λιχνότερον οὔτε δοῦλον μᾶλλον, τῶν ἡδονῶν. εἰσὶ δέ φασι σχηματισμοὶ, καὶ διὰ τοῦ αι. ἰσαίτατον γάρ φασι καὶ προὐργιαίστερον. Πλάτων δ' ἐν πρώτῳ πολιτείας, ἀσμεναίτατα λέγει. καὶ ἰσαίτερον. καὶ ἐν Χαρμίδῃ, ἡσυχαίτατα. ἔστι δὲ καὶ πλησιαίτερον. Ξενοφῶν δὲ, καὶ φιλαίτατον ἐν ἑβδόμῃ φησί. τοῦτο δὲ καὶ φιλώτατον ἐν πολλοῖς τῶν ἀντιγράφων εὕρηται. τὸ μέντοι φίλτατος, ἐκ τούτων συγκοπὲν, περιεῖλε τὰς ἀμφιβόλους ἐκείνας γραφάς. ἐν δὲ τῷ, σοὶ δὲ γέρον θῳὴν ἐπιθήσομεν, τὸ μὲν γέρον, οὐκ ἔπαινον ἔχει. ὥσπερ οὐδὲ τὸ, ὦ γέρον μαντεύεο σοῖς τέκνοις. οὐδὲ τὸ, ἣν σὺ γηραιὲ μυθέαι ἀκράαντον. ταῦτα δὴ τὰ τοῦ Εὐρυμάχου. ἄλλως λέγοντος ἤπερ Ὅμηρος ἔφη τὸ, γέρων ἥρως Ἁλιθέρσης ὡς προεγράφη. καὶ ἐν τοῖς ἑξῆς τὸ, πείθεσθαί τε γέροντι. (Vers. 186.) Τὸ δὲ θῳὴν ἐπιθήσομεν, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ θέσθαι γὰρ ἡ θῳή. Τὸ δὲ μυθέαι, παροξύτονον ὡς καὶ τὸ πωλέαι ὃ ἐν τῷ τέλει τῆς δέλτα ῥαψῳδίας κεῖται. Ὅτι τὸ περὶ Πηνελόπης, Ἀθηνᾶ μὲν ἐσχημάτισεν ὅτε εἶπεν ἐς μέγαρον ἴτω πατρὸς καὶ ἑξῆς. Ἀντίνοος δὲ πρὸς αὐτὸν τὸν Τηλέμαχον ἔφη, μητέρα σὴν ἀπόπεμψον. Εὐρύμαχος δ' ἐνταῦθα φησί. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι. καὶ τὰ ἑξῆς ὡς καὶ ἡ Ἀθηνᾶ εἶπεν. οὕτω πολυσχήμων ὁ ποιητής. (Vers. 200.) Ὅτι Ἀντίνοος μὲν, ὑψαγόρην τὸν Τηλέμαχον προσεῖπεν, ἀπὸ ποιότητος λόγων σκώψας ὡς προεδηλώθη. Εὐρύμαχος δὲ, πολύμυθον αὐτὸν λέγει. ὃ ταυτόν πως ἐστὶ τῷ, ἀκριτόμυθον. εἰς ποσότητα γὰρ λόγου τὸ σκῶμμα. λέγει δὲ καὶ ἀργαλέαν τὴν τῆς Πηνελόπης μνηστείαν. εἰπών. οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι υἷας Ἀχαιῶν μνηστύος Ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης. καὶ ἔστιν εὐλαβέστερον τὸ οὐ πρὶν παύσασθαι ὀΐομαι τοῦ, ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος ἴμεν οὔτε πῃ ἄλλῃ πρὶν αὐτὴν γήμασθαι. καὶ ἦν καλὸν εἴπερ καθὰ νῦν ἔφῃ οὐ πρὶν παύσασθαι ὀΐομαι, οὕτω καὶ ἀνωτέρω ἔφη, τὸ δὲ, καὶ τελέεσθαι ὀΐω. νῦν δὲ εἰπὼν, τόδε καὶ τετελεσμένον ἔσται, οὐ σωφρόνως εἶπεν. ἀποφῃνάμενος ἀνενδοιάστως ὃ οὐκ ἐγίνωσκεν. (Vers. 199.) Ἀργαλέαν δὲ τὴν τῆς Πηνελόπης μνηστὺν λέγει, ἢ ὡς μέχρι νῦν δυσκατέργαστον, ἢ κατά τινα φήμην καὶ αὐτὸ καὶ μαντείαν ἀκουσίαν νόμῳ τῆς πολυφήμου ἀγορᾶς. τῷ ὄντι γὰρ ἀργαλεωτάτη ἀπέβη τοῖς μνηστῆρσιν, οὔτε ἀνύσασιν οὐδὲν, καὶ προσαπολέσασι καὶ τὸ ζῆν. τὸ μέντοι οὔ τινα δείδιμεν θρασύτερον τοῦ Ἀντινόου Εὐρύμαχος εἶπεν. ὥσπερ αὖ πάλιν τὸ, οὔτε θεοπροπίης ἐμπαζόμεθ' ἣν σὺ γεραιὲ λαλεῖς ἀκράαντον, λειότερόν ἐστι τοῦ, Ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίου φοιτῶσιν, οὐδέ τε πάντες ἐναίσιμοι. τοῦτο μὲν γὰρ, κατὰ τῆς οἰωνοσκοπητικῆς ἐῤῥέθη. ἐκεῖνο δὲ, κατὰ τοῦ γέροντος ὡς ψεύστου ἐφ' οἷς δοκεῖ μαντεύεσθαι. ἔτι Ἀντινόου εἰπόντος ὡς οἱ τῆς Πηνελόπης ἀκκισμοὶ ποιοῦνται αὐτῷ ποθὴν πολέος βιότοιο, Εὐρύμαχος μεταποιῶν φησι πλατύτερον. (Vers. 203.) Χρήματα δ' αὖτε κακῶς βεβρώσεται. οὐδέ ποτ' ἶσα ἔσσεται, ὄφρα κεν ἥγε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον. Ἔτι Ἀντινόου ἐπαινέσαντος πλατύτερον ὡς ἐῤῥέθη τὴν Πηνελόπην, Εὐρύμαχος ἐπιτόμως διὰ μιᾶς λέξεως ἐπαινῶν, φησίν. ἡμεῖς δὲ εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν. καὶ ὅλως, ἡ τοῦ Εὐρυμάχου δημηγορία τὰ πλείω μὲν ταὐτὰ λέγει τῷ Ἀντινόῳ παραφράζουσα ποικίλως, ὀλίγα δέ τινα καὶ προστίθησιν. Ὅρα δὲ τὸ κακῶς βεβρώσεται, ὁμολογοῦντος καὶ Εὐρυμάχου τὴν βίαν. Τὸ δὲ βεβρώσεται καὶ ἔσσεται, καίρια καὶ ἀπραγμάτευτα πάρισα. Τὸ δὲ οὐδέ ποτε ἶσα ἔσσεται, ἀστείως εἴρηται ἀντὶ τοῦ ἀεὶ ἐλαττωθήσεται. εἰ γὰρ μὴ ἶσα, πολλῷ μᾶλλον οὐ μείζονα. ἔσται ἄρα ἐλάττονα. (Vers. 204.) Διατρίβειν δὲ γάμον, τὸ χρονοτριβεῖν καὶ ἀναβάλλεσθαι. ὡς τὸ, τὰ δὲ, πάντα διατρίβουσιν Ἀχαιοί. προϊὼν δὲ, γενικῇ συντάσσει τὸ ῥῆμα. εἰπών. ἀλλ' ἄγε δὴ μὴ διατρίβωμεν ὁδοῖο.