# Commentarii ad Homeri Odysseam 1.93.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.93.1

τινὲς δὲ τὸ ὡς ἐῤῥέθη χρονοτριβεῖν μεταβαλόντες, τριψημερεῖν τὸ διατρίβειν ἑρμηνεύουσι. λέγοντες καὶ ὅτι τριψημερεῖν λέγεται, τὸ στραγεύεσθαι καὶ παρέλκειν τὴν ὥραν. ὃ στρεύγεσθαι κατὰ συγκοπὴν Ὅμηρος ἔφη. δῆλον δὲ ὅτι τὸ διατρίβειν οὐ μόνον χρονοτριβεῖν λέγεται καὶ τριψημερεῖν καὶ ἀναβάλλεσθαι, ἀλλὰ καὶ ὑπερβάλλεσθαι. ὡς δηλοῖ παρὰ Ἡροδότῳ τὸ, κελεύοντες ὑπερβαλέσθαι καὶ μὴ οἰδούντων τῶν πραγμάτων ἐπιτίθεσθαι. Ὅτι ἐν τῷ, οὐδὲ μετ' ἄλλας ἐρχόμεθ' ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ, ἐπιεικὲς, τὸ εἰκὸς καὶ πρέπον λέγει. τὸ μέντοι ἐπὶ πρᾳότητος αὐτὸ λέγεσθαι, τῆς ὕστερόν ἐστι χρήσεως. (Vers. 207.) Ὅτι δὲ τὸ καθ' ἑαυτοὺς κηδεύειν τινὰς, ἄριστόν ἐστι. καὶ ὅτι τὸ ὀπυίειν ἐπὶ ἐννόμου γάμου κεῖται. καὶ ὅτι παρὰ τὸ δι' ὀπῆς ὕειν ἐτυμολογεῖται. καὶ ὅτι δίφθογγον ἔχει τὸ ὀπυίω ἐν τῇ παραληγούσῃ τὴν διὰ τοῦ υ καὶ ι. καὶ ὅτι διατοῦτο οὐδὲ εἰς μέλλοντα κλίνεται, οἱ παλαιοὶ δηλοῦσιν. (Vers. 208.) Ὅτι τὸ ἀντίον ἤυδα, ὅπου περ ἂν ῥηθείη, μυριαχοῦ δὲ κεῖται, ταυτόν ἐστι τῷ ἀντικρὺ καὶ ἄντην πρὸς ἅπερ ἤκουσέ τις ἐκ τοῦ προλαλήσαντος. καὶ ἔστι πως ὅμοιον τῷ ὑπαντὰξ, οὗ μέμνηται Αἴλιος Διονύσιος, λέγων ὡς δηλοῖ τὸ ἐξεναντίας. φέρων εἰς χρῆσιν ἐξ Ἀριστοφάνους τὸ, ἔφευγε. κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. (Vers. 210.) Ὅτι λαλήσας ὁ Τηλέμαχος ὅσα ἔδει καὶ ἀκούσας ὅσα οὐκ ἐχρῆν, καὶ εἰπὼν ὡς ταῦτα μὲν οὐχ' ὑμέας τοὺς μνηστῆρας ἔτι λίσσομαι οὐδ' ἀγορεύω, ἤδη γὰρ ταῦτα οἶδε θεὸς καὶ πάντες Ἀχαιοὶ οἱ Ἰθακήσιοι δηλαδὴ, τότε δὴ αἰτεῖται κοινῶς, νῆα καὶ εἴκοσιν ἑταίρους, μεθ' ὧν πλεύσας, ἀπελεύσεται καὶ ποιήσει ἅπερ αὐτῷ εἶπεν ὁ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ ἤδη φανεὶς Μέντης. καὶ ὁ μὲν, οὕτω ζητήσας, ἐκαθέζετο. Μέντωρ δέ τις ἀναστὰς λέγει τὰ αὐτῷ δοκοῦντα. ἔχει δὲ λύπην εἰ μὴ δ' ἐπὶ τοῖς οὕτως εὐτελέσιν εἰσακούεται ὁ Τηλέμαχος πρός γε τῶν μνηστήρων. τῶν τινες μέντοι Ἰθακησίων ὡς μετ' ὀλίγα φανεῖται, πληροῦσι τὴν αὐτοῦ αἴτησιν. νομίσαντες ὡς εἰκὸς πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνεσθαι διὰ τὸ, ταῦτα μὲν οὐχ' ὑμέας ἔτι λίσσομαι. καὶ κρίναντες ἄτοπον, εἰς Τροίαν μὲν τοσούτους ἀποστεῖλαι ἅμα νηυσὶ διὰ τὸν βασιλέα, τῷ δὲ βασιλικῷ παιδὶ μὴ δοῦναι μίαν ἐεικόσορον εἰς ἀναψηλάφησιν τοῦ βασιλέως Ὀδυσσέως. ὃ καὶ τοὺς Ἰθακησίους ἐντρέπει ὡς τοῦ πλόου διὰ τὸν ἀγαθὸν βασιλέα γενησομένου, καὶ τοὺς μνηστῆρας ἐπιστρέφει ὡς τοῦ Τηλεμάχου δι' ἐκείνους πλεύσοντος, ἵνα τὸν Ὀδυσσέα τεθνάναι μαθὼν ὡς ἐκεῖνοι οἴονται, δοίη τινὶ αὐτῶν τὴν μητέρα. (Vers. 225.) Ὅτι δὲ ὁ ποιητὴς χαίρει τῷ τοῦ Μέντορος ὀνόματι, ὡς ἑταίρου φίλου. καὶ ὡς διατοῦτο ἐνέθετο αὐτὸν τῇ ποιήσει πρὸς μνήμην, προείρηται ἐφ' ὅσον ἔδει. Ἰστέον δὲ ὡς οὓς ὁ Τηλέμαχος ζητεῖ ἑταίρους, βοηθοὺς ἁπλῶς νοητέον καὶ ὑπηρέτας, οὐ μὴν κατὰ τοὺς κυρίως, οἳ καὶ ἑταῖροι φίλοι λέγονται. καὶ κεῖται πολλαχοῦ τὸ ἑταῖρος, καὶ ἐπὶ τοιούτου σημαινομένου. (Vers. 214.) Ἐν τούτοις δὲ ὧν ἀρχὴ τὸ, εἶμι γὰρ ἐς Σπάρτην καὶ ἑξῆς ὡς ἡ Ἀθηνᾶ προπαρήγγειλε, κεῖται καὶ παλιλλογία ἀπαραποίητος αὐτὰ ἐκεῖνα λαλοῦσα ὅσα πρὸ τούτων ὁ δῆθεν Τάφιος Μέντης τῷ Τηλεμάχῳ ὑπέθετο. οἷα τοῦ ποιητοῦ μυριαχοῦ καὶ αὐτοῦ ποιοῦντος τοῦτο, καὶ ἑτέρους διδάσκοντος ποιεῖν ἔνθα δέον ἐστί. Τοῦ δὲ εἶμι, δῆλον ὡς προϋπάρχει τὸ ἔω τουτέστι πορεύομαι, μακρᾷ παραληχθὲν καὶ βαρυνθὲν, τῷ λόγῳ τῶν εἰς μι. οὗ περ ἔξω πίπτει τὸ εἰμὶ ἤγουν ὑπάρχω, διὰ τὴν ὀξυτόνησιν. ἔτι δὲ καὶ διὰ τὴν τῆς διφθόγγου παράληξιν ἣν ἔπαθε καὶ τὸ εἶμι. ὠθήσαντος εἰς τοῦτο ἀμφότερα, τοῦ ἠμὶ ὅπερ ἐστι φημί. προκαταλαβόντος γὰρ αὐτοῦ τὸ ἦτα ἐν τῇ παραλήξει, ἀναγκαίως ἡ ει δίφθογγος ἀπεκληρώθη τούτοις, τῷ μὲν, μετὰ βαρυτονήσεως. τῷ δὲ, μετὰ τόνου ὀξέος. ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν καὶ τὸ εἶμι καὶ τὸ εἰμὶ, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς μι περαιουμένων δίφθογγον ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστηκεν. ἤγουν εἰ μὴ Βοιώτιον εἴη. ἐπεὶ γάρ φησι δι' ἔθους Βοιωτοῖς μηδέ ποτε τῷ η χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως ἀλλ' ἑκάστοτε εἰς ει δίφθογγον μετατιθέναι, διατοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ει προφέρονται. τίθειμι. κίρνειμι. ἵστειμι. καὶ πάνθ' ὁμοίως. καὶ τὸ εἰμὶ γοῦν, τῆς αὐτῆς ἔχεται διαλέκτου. ὁ δὲ τοιοῦτος λόγος τοῦ Ἡρακλείδου, βοηθεῖ καὶ τοῖς παραδιδοῦσι Βοιώτιον εἶναι τὸ τέθεικα καὶ τέθειμαι καὶ τεθεῖσθαι καὶ τεθειμένος καὶ τὰ κατ' αὐτά. καὶ ἔστι ἀληθῶς ἀνάλογον τοῦ τίθειμι παραληγουμένου τῇ ει διφθόγγῳ, φυλάττεσθαι αὐτὴν καὶ ἐν ταῖς εἰρημέναις ἐκεῖθεν κινήσεσιν, (Vers. 225.) Ὅτι Μέντορι ἀνδρὶ Ἰθακησίῳ ἰὼν ἐν νηυσὶν εἰς Τροίαν Ὀδυσσεὺς ἐπέτρεπεν οἶκον ἅπαντα, Πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν. οὗτος γοῦν ἐνδιαθέτως ἄρτι δημηγορῶν, φησὶ πρὸς τοὺς Ἰθακησίους τάδε. ὦ Ἰθακήσιοι, Μήτις ἔτι πρόφρων

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
