# Commentarii ad Homeri Odysseam 1.94.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.94.1

ἀγανὸς, καὶ ἤπιος ἔστω Σκηπτοῦχος βασιλεὺς, μὴ δὲ φρεσὶν αἴσιμα εἰδώς. ἀλλ' αἰεὶ χαλεπός τ' εἴη, καὶ αἴσυλα ῥέζοι. Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν ἄνασσε. πατὴρ δ' ὣς ἤπιος ἦεν. Εἴτα σφοδρότερον καταφερόμενος τῶν αἰτίων, φησίν. ἀλλ' ἤτοι μνηστῆρας ἀγήνορας οὔτι μεγαίρω Ἔρδειν ἔργα βίαια, κακοῤῥαφίῃσι νόοιο. Σφὰς γὰρ παρθέμενοι κεφαλὰς, κατέδουσι βιαίως Οἶκον Ὀδυσσῆος. τόν δ' οὐκ ἔτι φασὶ νέεσθαι. Νῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες Ἧσθ' ἄνεῳ. ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσι, Παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες. Καὶ ὅρα δημηγορίαν ταύτην, οὐδέν τι δικαιολογικὸν ἔχουσαν, ἀλλ' εἰς τὸ πᾶν καταφορικὴν καὶ ἀγαθῷ ἐπιτρόπῳ πρέπουσαν. (Vers. 226.) Τὸ δὲ ἐπέτρεπεν οἶκον, ἐπίτροπον τῶν κατὰ Τηλέμαχον εἶναι δηλοῖ τὸν Μέντορα. ὅ ἐστι προνοούμενον. οὕτω καὶ πόλεως ἐπίτροποι, οἱ αὐτῆς φροντισταί. καὶ ὁ βασιλεὺς δὲ, ἐπὶ μᾶλλον ἐπίτροπος, θεόθεν τοῦτο εἰληχώς. κατὰ τὸ, ᾧ λαοί τ' ἐπιτετράφαται. (Vers. 227.) Τὸ δὲ πείθεσθαι γέροντι ὅ ἐστι τῷ Λαέρτῃ, φιλοπατορίαν διδάσκει. ὡς γὰρ οἱ κατ' οἶκον τῷ Μέντορι, οὕτως αὐτὸς τῷ τοῦ Ὀδυσσέως πατρὶ πείσεται. (Vers. 231.) Τὸ δὲ σκηπτοῦχος, κατὰ φύσιν ἐῤῥέθη παρὰ τὸ ἔχειν σκῆπτον, ὃ σκᾶπτον Πίνδαρος λέγει. ἐξ οὗ τὸ σκῆπτρον προσλήψει τοῦ ρ. (Vers. 230.) Τὸ δὲ μή τις ἔτι ἀγανὸς καὶ ἤπιος ἔστω καὶ ἑξῆς, κατά τι ἐξεναντίου ἐπιχείρημα ὥρμηται. ἵνα λέγῃ ὡς ἐὰν τοῦ θείου καὶ ἠπίου βασιλέως οὐ μέμνηνται, τοῦ ἀπεναντίας αὐτῷ χαλεποῦ καὶ αἰσυλοεργοῦ μεμνήσονται. (Vers. 232.) Τὸ δὲ εἴη καὶ ῥέζοι, οὐ κυρίως εὐκτικά. βαρέως δὲ ἀντὶ προστακτικῶν ἐσχημάτισται τοῦ ἔστω καὶ ῥεζέτω. Αἴσυλα δὲ, καὶ νῦν τὰ ἄδικα καὶ τῆς αἴσης ἤτοι τοῦ καθήκοντος σεσυλημένα, ὡς συγκεκόφθαι ἀπὸ τοῦ αἰσόσυλα. (Vers. 233.) Τὸ δὲ Ὀδυσσῆος θείοιο, ἐπίτασίς ἐστι τοῦ, πατὴρ ὣς ἤπιος ἦν. πλεῖον γάρ τι τὸ θεῖον δηλοῖ τοῦ, ὡς πατέρα εἶναι. πατέρες μὲν γὰρ πολλοί, δύσνοοι παισὶν ἐφάνησαν. θεὸς δὲ, οὔ. ὁ μέγας πατήρ. εἰκὸς δ' ἐνταῦθα καὶ ἐμφαντικῶς εἰρῆσθαι τὸ θείοιο. ἵνα λέγῃ, ὅτι μέμνηνται μέν τινες Ὀδυσσέως καθὰ καὶ οἱ μνηστῆρες, πλὴν οὐχ' ὡς θείου βασιλέως, ἀλλ' ὡς γυναῖκα εὐειδέα ἔχοντος. ὡς ἀφνειοῦ. ὡς ἁπλῶς βασιλέως. καὶ σπεύδουσι κυριεῦσαι τῶν ἐκείνου. οἱ δὲ τοιοῦτοι, οὐκ ἂν μνήμην ἐκείνου ὡς χρὴ ἔχειν λέγοιντο, ἀλλά τινα ἴσως μνείαν. ὧν πολλὴ δή που διαφορά. εἴπερ μνήμη μὲν κατὰ τοὺς παλαιοὺς, οὐ πάντως καὶ μνεία. μνεία δὲ, εὐθέως καὶ μνήμη. καὶ μνήμη μὲν γενικῶς, τύπωσις ψυχῆς. μνεία δὲ, λόγος φασὶ κατὰ ἀνανέωσιν λεγόμενος. καὶ μνήμη μὲν, ἡ τῷ μνημονικῷ συνοικοῦσα. μνεία δὲ, προγεγονότος τινὸς ὑπόμνησις εἰς ἶσον ἥκουσα τῇ ἀναμνήσει. (Vers. 235.) Μεγαίρω δὲ, τὸ μέμφομαι. ἐπεὶ καὶ φθονεῖν, τὸ μέμφεσθαι ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐφάνη. (Vers. 236.) Κακοῤῥαφία δὲ λογισμοῦ, ἡ κακοσυνθεσία καὶ ἀναρμοστία, πρὸς διαστολὴν τοῦ φρενήρους ὃς ἀραρυίας ἔχει τὰς φρένας. ἔτι δὲ, καὶ ἡ κακοβουλία. ὅπερ ἀλλαχοῦ διαλύσας ὁ ποιητὴς, κακὰ ῥάπτειν φησὶν ἐπὶ ἑτέρας ἐννοίας. (Vers. 237.) Τὸ δὲ παρθέμενοι κεφαλὰς, ἀντὶ τοῦ προτείναντες. ἢ ὡς ἐν ἐπιξήνῳ ἤτουν ἐπικόπῳ, ἤτοι ἐπικορμίῳ θέντες ὥστε κοπῆναι. οἱ δὲ παλαιοὶ, οὕτω φασίν. ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν φασὶ κεφαλὰς ἀλλὰ παρατεθειμένοι. προϊὼν δέ που ὁ ποιητὴς, καὶ ἐπιθαλαττίων λῃστῶν τοῦτο ἐρεῖ. (Vers. 239.) Τὸ δὲ οἷον ἅπαντες, θαυμαστικῶς εἴρηται, ὡς καὶ πρὸ τούτου τὸ, οἷον ἀναΐξας ἄφαρ οἴχεται, καὶ, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. (Vers. 240.) Ἄνεῳ δὲ, οἱ ἄφωνοι, ὡς καὶ ἀλλαχοῦ κεῖται. ἀπὸ τοῦ ἄνω ἄναυος, ἄναος. καὶ Ἀττικῶς, ἄνεως ὡς Μενέλεως. καὶ πληθυντικὸν, ἄνεῳ. εὕρηται δέ που, καὶ ἀντὶ ἐπιῤῥήματος. Τὸ δὲ καθαπτόμενοι ἐπέεσσιν, αἰσχύνει τοὺς Ἰθακησίους εἰ μὴ δὲ λόγοις ἅπτονται τῶν βιαίων μνηστήρων. τοῦτο δὲ διέσταλται τοῦ, χερσὶν ἅπτεσθαι, ὡς δυσχερεστέρου ὄντος. ὁμοίως ἐντρέπει καὶ τὸ, πολλοὶ ἐόντες. ῥᾷον γὰρ δοκεῖ τοὺς πλείους τῶν ἡττόνων περιγενέσθαι. (Vers. 241. sqq.) Ὅτι ἀκμάζων ὁ ποιητὴς ἐν ταῖς τῶν μνηστήρων δημηγορίαις, τὸν μὲν Ἀντίνοον, ἁπλούστερον δημηγοροῦντα πεποίηκε καὶ ἀφελέστερον. τὸν δὲ Εὐρύμαχον, ἐμβριθέστερον ἐκείνου καὶ ἁδρότερον. ἐνταῦθα δὲ Λειώκριτόν τινα μνηστῆρα βραχύλογον μὲν πλάττει, θρασύτερον δὲ ἐκείνων. ὃς οὐ μόνον τὸν Ὀδυσσέα ἐξευτελίσει, ἀλλὰ καὶ τὴν ἀγορὰν ταχὺ λύσει ἣν οὐκ ἐκάθισεν αὐτός. ὥστε εἶναι εἰπεῖν, ὡς εἰ καὶ τὰς τῶν ἄλλων ἀνδρῶν ἀγορὰς κατὰ τὸν ποιητὴν Θέμις λύει καὶ καθίζει, ἀλλὰ τὴν σήμερον ἐν Ἰθάκῃ ταύτην, Θέμις μὲν ἐκάθισεν, ἀθεμίστου δὲ ἀνδρὸς ὕβρις ἔλυσε. δημηγορεῖ δὲ ὁ Λειώκριτος, οὕτω. Μέντορ ἀταρτηρέ. φρένας ἠλεέ. ποῖον ἔειπες, Ἡμέας ὀτρύνων καταπαυέμεν; ἀργαλέον δὲ ἀνδράσι καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
