# Commentarii ad Homeri Odysseam 1.95.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.95.1

πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. Εἴ περ γάρ κ' Ὀδυσσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν Δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς Ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ θυμῷ, Οὔ κέν οἱ κεχάροιτο γυνὴ, μάλα περ χατέουσα, ἐλθόντι, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, Εἰ πλεόνεσσι μάχοιτο. σύ δ' οὐ κατὰ μοῖραν ἔειπες. Ἀλλ' ἄγε λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστος, Τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' Ἁλιθέρσης. Οἱ ἐξ ἀρχῆς αὐτῷ πατρώϊοι ἑταῖροι. ἐφ' οἷς εἰπὼν ὡς δηθὰ καθήμενος ἐν Ἰθάκῃ, ἀγγελιῶν πεύσεται, τελέει δ' ὁδὸν οὔποτε ταύτην, λῦσεν ἀγορὴν αἰψηρήν. καὶ οἱ μὲν ἄλλοι, ἕκαστος εἰς τὰ ἑαυτοῦ ἐσκίδναντο. Μνηστῆρες δ' ἐς δώματ' ἴσαν θείου Ὀδυσσῆος. (Vers. 246.) Καὶ ὅρα τὸ θείου, ὡς Ὅμηρος μὲν, οὕτω τὸν Ὀδυσσέα ἠξίωσεν εἰπεῖν. ὁ δὲ ἀλαζὼν Λειώκριτος, ὡς ἕνα τῶν τυχόντων, Ἰθακήσιον αὐτὸν ἐκάλεσεν. Ἔτι ὅρα καὶ ὡς ἀντεπιχειρῶν τοῖς τοῦ Μέντορος ὁ Λειώκριτος, ἀργαλέον τε λέγει τοὺς Ἰθακησίους ἀντικαταστῆναι καὶ πλέονας ὄντας, δαινυμένοις τοῖς μνηστῆρσιν, ὅπερ ἐστι κεφάλαιον τοῦ ἀδυνάτου, καὶ εἰς τὸν Ὀδυσσέα περιτρέπει αὐτὸς τὸ τοῦ Μέντορος νόημα, εἰπὼν τοὺς μνηστῆρας μᾶλλον περιγενήσεσθαι τοῦ Ὀδυσσέως ὡς αὐτοῦ πλείονας. τὰ δ' ἄλλα ἡ δημηγορία τῷ Λειωκρίτῳ, πάντῃ ὑπόκενος. οὔτε γὰρ δίκαιον οὐδὲ μὴν πιθανὸν ἢ εὐφυὲς λέγει οὐδέν. θρασὺς ὢν μόνον καὶ λύσαι τὴν ἀγορὰν ἀναγκαίως προθέμενος. ἀγερωχίαν μέντοι ἔχει τινὰ ὁ λόγος αὐτοῦ, ἐν τῷ, ἀργαλέον ἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι. (Vers. 245.) Νοουμένων ἀνδρῶν, τῶν ἀνδρείων. καὶ ἀντιτιθεμένης ποιότητος ἀνδρικῆς, πρὸς τὸ ἁπλῶς πλῆθος. ἵνα λέγῃ, ὅτι ἀργαλέον καὶ τοῖς πλεόνεσσι, μαχέσσασθαι πρὸς ἀνδρείους ἡμᾶς. (Vers. 242.) Ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος εἴη ἂν τοῦ λεὼ ἔκκριτος κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ο κατὰ τὴν αὐτὴν ἔννοιαν, ὡς ἐκ τοῦ ληὸς ὁ λαός. οὗ μέμνηται Ἡρακλείδης καθ' ὁμοιότητα τοῦ νηὸς ναὸς καὶ παὸς πηὸς ὁ ἐξ ἀγχιστείας προσγενὴς, οὔπω δὲ ἦν ἐπὶ Ὁμήρου ἐν χρήσει τὸ ληὸς ὁ λαός. γραφῆναι δὲ αὖθις Λειόκριτον διὰ τοῦ ο μικροῦ κατὰ τὴν προπαραλήγουσαν ὡς τὸ τῆς λείας ἔκκριτον κατ' ἀνδρίαν λαμβάνοντα, οὐκ ἤρεσεν οὐδ' αὐτὸ τοῖς παλαιοῖς. (Vers. 243.) Τὸ δὲ ἠλεὲ, εἴληπται μὲν ἀντὶ τοῦ, ἠλίθιε. πεπλανημένε τὸν νοῦν. οἱονεὶ ἀλεὲ παρὰ τὴν ἄλην. εὕρηται δὲ ἐν Ἰλιάδι καὶ δισύλλαβον ἐν τῷ, φρένας ἠλὲ διέφθορας. καὶ οὐκ ἔστι διακρῖναι εἴτε πρωτότυπον μὲν ὁ ἠλὸς ἐξ οὗ κατ' ἐπένθεσιν ὁ ἠλεὸς ὡς κενὸς κενεὸς, εἴτε ἀνάπαλιν προτερεύει μὲν ὁ ἠλεὸς, ἐξ αὐτοῦ δὲ συγκέκοπται ὁ ἠλός. Ἰστέον δὲ ὅτι ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ, εὕρηται κατά τινα γλῶσσαν, καὶ παλεὸς ὁ μάταιος πλεονασμῷ τοῦ π. ὁμοίως τῷ, ἤγανον πήγανον. Ὅτι δὲ τὸ διέφθορας οὐ μόνον ἐνέργειαν δηλοῖ ἵνα λέγῃ ὅτι τὰς φρένας διέφθειρας, ἀλλὰ καὶ πάθος νόμῳ μέσου παρακειμένου ἀκραιφοῦς, ἵν' ᾖ λέγων ὡς διεφθάρης τὰς φρένας, δεδήλωται καὶ ἀλλαχοῦ. καὶ ἐγκρίνεται μάλιστα τοῖς παλαιοῖς ὁ παθητικὸς οὗτος νοῦς. (Vers. 246.) Τὸ δὲ περὶ δαιτὶ, πρόσκειται, ἐπεί περ οἴονται οἱ ἐν δαιτὶ, ἀνυπόστατοι εἶναι τὴν ἀλκὴν, τοῦ οἴνου στρατηγοῦντος αὐτοῖς. τὸ δὲ τοιοῦτον νόημα σαφέστερον ἐμφαίνει ἐν τῷ, εἰ γὰρ αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα μνηστῆρας ἐξελάσαι τοῦ μεγάρου ἐθέλει, οὐκ ἂν αὐτῷ ἡ γυνὴ κεχάροιτο. ἅμα γὰρ ἐπανελθόντα ἰδοῦσα, στερήσεται αὐτοῦ. Τὸ δὲ περὶ δαιτὶ, καινότερον συντέτακται. δηλοῦν ἢ τὸ περὶ δαιτὸς, ἢ τὸ ἐν δαιτί. (Vers. 247.) Ἀγαυὸς δὲ κατὰ τοὺς παλαιοὺς, σεμνός. καλός. λαμπρός. κόσμιος. ὅθεν πλεονασμῷ, καὶ ὁ ἀγαυρός. εἰ δέ τι μετέχει τοῦ τοιούτου ἀγαυροῦ τὸ ἀγαύρισμα ὅπερ ἐστι πάλης εἶδος, οὐκ ἂν εἴη ἀκριβῶς ἀποφῄνασθαι. ὥσπερ ἴσως οὐδὲ εἰ τὸ ἀγαυρὸς μὴ ἀπὸ τοῦ ἀγαυὸς ἀλλ' ἀπὸ τοῦ γαῦρος γίνεται. εἰ γὰρ ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡς τῆς ἐπενθέσεως τοῦ ρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁ πλοῦν βαρύνεται ἤγουν τὸ γαῦρος, τὸ δὲ σύνθετον ἀγαυρὸς, ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον, διὰ τὸ συνακολουθῆσαι τῷ ἀφαυρὸς, καὶ τῷ ἀμαυρὸς καὶ τοῖς ὁμοίοις. (Vers. 257.) Λύεται δὲ ἀγορὰ, ὡς ἀπὸ δεσμοῦ τινὸς ἀφ' οὗ ὁ δῆμος παρῆκται. Αἰψηρὴν δὲ εἶπεν, οὐκ ἐπιθετικῶς. οὐ γὰρ αἰψηρή ἐστιν ἀγορὰ πᾶσα, ἐπιῤῥηματικῶς δὲ μᾶλλον ἀντὶ τοῦ ταχύ. καὶ ἔστιν ὅμοιον τῷ, τότε μοι χάνοι εὐρεῖα χθών. ἀντὶ τοῦ, εὐρύ. Ἰστέον δὲ καὶ ὅτι ἔνδειξις τῆς τῶν μνηστήρων βίας. μᾶλλον μὲν οὖν λυπηρὸν ὡς μάλιστα, τὸ τοὺς μὲν ἄλλους εἰς τὰ ἑαυτῶν σκίδνασθαι, τοὺς δὲ μνηστῆρας ἐς δώματα Ὀδυσσέως. (Vers. 261.) Ὅτι καὶ εὔξασθαι μέλλων ὁ Τηλέμαχος, τὰς χεῖρας νίπτεται. καθὰ καὶ Πρίαμος ἐν τῷ τέλει τῆς Ἰλιάδος. καὶ Πηνελόπη δὲ ἐν τοῖς ἑξῆς, ὑδρηναμένη καθαρὰ χροῒ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
