Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.96.1
Not analysed yet
εἵματα ἑλοῦσα, εὔχεται. ὡς ἀεὶ καθαριεύειν ἐν τοῖς θείοις χρεὼν ὄν. (Vers. 263.) Ὅτι πόντον ἠεροειδέα λέγει κατὰ τοὺς παλαιοὺς, ἢ τὸν μέλανα δίκην ἀέρος, ἢ τὸν βαθύν. ἢ τὸν ἀναπεπταμένον καὶ πλατὺν ἐξ οὗ μόνος ἀὴρ καθορᾶται τοῖς πλέουσιν. Ὅτι τῷ ῥηθέντι Μέντορι Ἀθηνᾶ εἰκαθεῖσα λαλεῖ τε τὰ ἐφεξῆς εἰκότα, καὶ νῆα στεῖλαι φησὶν αὐτῷ, τουτέστιν εὐτρεπίσαι. ἀφ' οὗ ῥήματος, καὶ ὁ στόλος γίνεται. καὶ αὐτὸς ὑπισχνεῖται ἅμα ἕψεσθαι. καὶ ποιεῖ οὕτως. ἀνήρ τις ὢν, ὡς εἰκὸς, Ἀθηνᾷ κάτοχος. ὅ ἐστι συνετός. καὶ φρονήσας τὸ δέον. οὐ μὴν δὲ ἀλλὰ καὶ ζηλώσας ἐφ' οἷς ὁ Λειώκριτος εἶπε σκώπτων, ὡς ὀτρυνέει τῷ Τηλεμάχῳ Μέντωρ ὁδόν. δεινότητος δὲ Ὁμηρικῆς καὶ ταῦτα, ἵνα μὴ τὸν βασιλικὸν παῖδα εὐτελῶς ἀπασχολήσῃ πρὸς νηὸς ὅπλισιν καὶ ἐντυχίαν ὑπὲρ αὐτῆς πρὸς τοὺς πολίτας. (Vers. 270.) Ὅτι πρὸς παῖδα εὖ γεγονότα, ῥηθήσεταί ποτε τὸ, οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ. οἷος ἐκεῖνος ἔην, τελέσαι ἔργον τε ἔπος τε. ἤγουν οἷος ἦν ἔργῳ καὶ λόγῳ. Ἔστι δὲ ἔργον μὲν τελέσαι, τὸ ἀπαρτίσαι τὸ ἐγχειρηθέν. λόγον δὲ τελέσαι, τὸ ἐντελῶς εἰπεῖν καὶ ἀμέμπτως. οὗ τὸ ἀνάπαλιν, ἀτὰρ οὐ τέλος ἵκεο μύθων. (Vers. 271.) Τὸ δὲ ἐνέστακται, εἴρηται μὲν ἐκ μεταφορᾶς τῶν ὑγρῶν. ὡς εἴ τις εἴπῃ, εἴ σοι ἐνέστακται τοῦ πατρικοῦ μέλιτος. οὐκ ἔστι δὲ μακρὰν κακοζήλου διὰ τὸ μὴ προσκεῖσθαί τι σύστοιχον κατὰ ἀκολουθίαν τροπῆς. ὅμοιον καὶ παρὰ Σοφοκλεῖ τὸ, σύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. ὅ ἐστι συγκοινωνόν. οὐδ' ἐνταῦθα γὰρ κεῖται θαλασσία τις λέξις συγγενὴς πρὸς τὸ σύμπλουν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, ἀλλ' ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἔστιν εἰπεῖν ὡς τὸ ἐνέστακται ἔοικεν ἠρτῆσθαι τῆς ἀρχικῆς σπερματικῆς τοῦ εἶναι δυνάμεως, ἵνα οὕτω πως κυριολεκτουμένη ἡ λέξις, ἐκφύγῃ τὸ κακόζηλον. προϊὼν δὲ, παραφράζει τὸ, πατρὸς μένος ἐνέστακται. εἰπών. οὐδέ σε μῆτις Ὀδυσσέως προλέλοιπεν. (Vers. 270.) Ἀνοήμων δὲ, ὁ ἀνόητος. οὗ τὸ ἀνάπαλιν, νοήμων. ὡς τὸ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. Σημείωσαι δὲ ὅτι τὸ χωρίον τοῦτο οὗ ἀρχὴ μὲν τὸ, οὐδ' ὄπισθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, ὡς προσεχῶς ἐγράφη, τέλος δὲ τὸ, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα, ὡς εἰρήσεται, στρυφνότερον προῆκται τῷ ποιητῇ κατὰ ἀντιθετικὴν ἀκολουθίαν. ἤτοι κατὰ σχῆμα ῥητορικὸν ἀντίθετον. ἔχει δέ τινα καὶ ἕτερα ἐμπερίβολα, οἷον νοήματος μετάταξιν τοῦ κατὰ τὴν ἀρχήν. οὐ γὰρ προτίθησι τὸν ει σύνδεσμον ἐν τῷ, εἰ δήτοι καὶ ἑξῆς, ὡς ἐν ἀντιθέτῳ σχήματι σύνηθες, ἀλλ' ὑποτίθησιν ἐν τῷ δευτέρῳ στίχῳ. ἔτι δὲ, καὶ διὰ μακροῦ ἀποδίδωσι τὸ ἐπειδή. μετὰ στίχους γὰρ ὀκτώ. ἐπεμβάλλει δὲ καὶ γνωμικὸν, λόγῳ σεμνότητος. ἐν ᾧ περὶ διαθέσεως παίδων φιλοσοφεῖ. παραμέμικται δὲ τῇ τοιαύτῃ γνώμῃ, καὶ αἰτία τις ὡς κατωτέρω ῥηθήσεται. ἔχει δὲ καὶ ἑτέραν ἐπεμβολὴν, τὸν τοῦ Ὀδυσσέως ἔπαινον ὡς καὶ λογίου καὶ πρακτικοῦ. ταῦτα δὲ πάντα, περιβολῆς ἴδια. καὶ λόγον ποιεῖ ἐμπερίβολον Ἀθηνᾷ φρονήσει πρέποντα τῇ καὶ σοφῇ καὶ πρὸς παῖδα φιλοσόφου λαλούσῃ τὸν Τηλέμαχον. ἔστι δὲ τὸ σαφῶς ὀρθὸν τῆς ὅλης τοῦ χωρίου φράσεως, τοιοῦτον. εἰ δή σοι ὦ Τηλέμαχε μένος ἔνεστι τοῦ ἐνεργεστάτου πατρὸς Ὀδυσσέως, οὐκ ἂν εἰς τὸ μέλλον ἔσῃ κακὸς, οὐδὲ ἀτέλεστα πλεύσεις. εἰ δὲ μὴ ἐκείνου καὶ τῆς Πηνελόπης ἐξέφυς, οὔ μοι ἐλπὶς ἐπὶ σοὶ ἀγαθή. αἴτιον δέ μοι οὐκ ἀπεικὸς τοῦ διστάζειν ἐπὶ τῇ σῇ πρὸς τοὺς ἀγαθοὺς γονεῖς ὁμοιότητι, τὸ πλείονας εὑρίσκειν παῖδας ἀνομοίους τῇ πατρικῇ ἀγαθότητι. ἐπεὶ δὲ ὡς ἡ δημηγορία σου ἔδειξεν, οὐ πάνυ προλέλοιπέ σε ἡ τοῦ πατρὸς ἀρετὴ καὶ διατοῦτο οὐδὲ κακὸς καὶ ἀνοήμων ἔσῃ, ἐλπὶς τελευτηθῆναί σοι τὰ τοῦ σκοποῦ. καὶ ἔστιν ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὸ πᾶν τοῦ λόγου τοιοῦτον. εἰ πατρῴζεις, ἀγαθὸς ἔσῃ, καὶ οὐ μάτην ὁδεύσεις. μὴ τοιοῦτος δὲ ὢν, οὐκ ἀνύσεις ἃ θέλεις. ἀλλὰ μὴν, πατρῴζεις μὴ κακὸς ὢν, μὴ δὲ ἀνοήμων, ἔστιν ἄρα ἐπὶ σοὶ ἐλπὶς ἀγαθή. (Vers. 274.) Ὅρα δὲ ὅτι τὸ κατὰ γένεσιν πρεσβεῖον ὁ ποιητὴς τῷ πατρὶ διδοὺς, ἐμνήσθη μὴν καὶ τῆς Πηνελόπης, ἀνέκαμψε δὲ αὖθις εἰς μόνον τὸν Ὀδυσσέα, ἐν τῷ, παῦροι γὰρ παῖδες ὁμοῖοι πατρὶ. καὶ, παῦροι πατρὸς ἀρείους. καὶ, οὐδέ σε μῆτις Ὀδυσσῆος προλέλοιπεν. ἔστι δὲ ὁ νοῦς τοῦ εἰρημένου Ὁμηρικοῦ ἀντιθέτου, τοιόσδε. Τηλέμαχε εἴ σοι ἐνέστακταί τι πατρικῆς ἀρετῆς οἷος ἐκεῖνος ἦν δεινὸς ἐπιτελετὴς ὧν ἤθελεν, οὐκ ἂν εἰς κενὸν ὁδεύσῃς ἄρτι. εἰ δὲ ψεύδῃ τὸ ἐξ Ὀδυσσέως καὶ Πηνελόπης εἶναι, κακὸς αὐτὸς ὢν καὶ μὴ κατ' ἐκείνους ἀγαθὸς ὃ δὴ πολλοὶ τῶν παίδων πάσχουσιν, οὐκ οἶδα εἰ τελευτήσεις ἅπερ ἐθέλεις. ἀλλὰ μὴν πατρῴζεις τά τε ἄλλα καὶ τὰ εἰς νοῦν, οὐκοῦν ἐλπωρή τοι τελευτῆσαι τάδε ἔργα.