# Commentarii ad Homeri Odysseam 1.99.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.99.1

ὢν τὴν ῥητορείαν ὁ ποιητὴς, ἀλλάσσει νῦν τῷ πρῴην σφοδρῷ Ἀντινόῳ τὸ ἦθος. καὶ ἱλαρώτερον ποιεῖ αὐτὸν μετὰ τὴν ἀγορὰν προσφερόμενον τῷ Τηλεμάχῳ, τρέψαντα τὸν θυμὸν εἰς ἄκαιρον γέλωτα. γελάσας γάρ φησιν, ἰθὺς ἥκει. (Vers. 303.) Καὶ ἐμφὺς τῇ χειρὶ καὶ ὑψαγόρην αὖθις προσειπὼν καὶ μένος ἄσχετον, λέγει ἃ καὶ πᾶς ἂν εἴποι, θυμοῦ μὲν ἀποτρέπων τινὰ τρυφᾶν δὲ παρακελευόμενος. φησὶ γάρ. μή τι τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε. (Vers. 304.) Ἔπος μὲν, ὁποῖα ἐμβριθῶς εἶπας. ἔργον δὲ, ὁποίοις ἐγχειρήσειν μελετᾷς. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν ὡς τὸ πάρος περ. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ὅ ἐστιν ἐκτελέσουσιν, οἱ δεῖνα. Καὶ ὅρα ὡς παροίνου ἀνδρὸς φθέγγεται ῥήματα. ἴσως δὲ καὶ ἐπικερτομεῖ τῷ μείρακι ὡς μέχρι μὲν ἄρτι ὄντι τοιούτῳ καὶ ἀφελῶς ἀσωτευομένῳ, νῦν δὲ αἴφνης ἐκ τοῦ σχολάζειν γαστρὶ, πειρωμένῳ μεταβάλλεσθαι. Ἐν δὲ τῷ, ἀλλά μοι ἐσθιέμεν, περισσὴ κεῖται συνήθως ἡ ἀντωνυμία. (Vers. 305.) Ὅτι λόγος ἐνταῦθα τῷ Ἀντινόῳ εἰρωνικὸς ἀποτελευτῶν εἰς μαντικὴν φήμην τὸ, ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοὶ, νῆα, καὶ τὰ ἑξῆς. οὕτω γὰρ ἀληθῶς ἀπέβη. (Vers. 308.) Ἐν τούτοις δὲ καὶ ἡ Πύλος θηλυκῶς λέγεται ἐν τῷ, ἐς Πύλον ἠγαθέην. (Vers. 310.) Ὅτι ὁ μὴ συναναπαυόμενος ἀνδράσι τρυφῶσιν, εἴποι ἂν τὸ τοῦ Τηλεμάχου. ὡς οὔπως ἐστὶν ὑπερφιάλοισι μεθ' ὑμῖν δαίνυσθαί τ' ἀέκοντα, καὶ εὐφραίνεσθαι ἕκηλον. (Vers. 312.) Ὁ δὲ ἀπειλούμενος βλάβην παλαιοῖς ἐχθροῖς δαπανηροῖς τῶν αὐτοῦ, δύναται εἰπεῖν τὸ, ἢ οὐχ' ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ' ἐμὰ, ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ὅτε δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμὸς, πειρήσω ὥς χ' ὕμμι κακὰς ἐπὶ κῆρας ἰήλω. Τηλεμάχου δὲ καὶ ταῦτα λόγοι πρὸς Ἀντίνοον. Ἔνθα ὅρα ὅτι καὶ ὁμολογεῖ πως τὰ κατὰ τὸν Μέντην ὡς ἐξ ἐκείνου ἀκούσας τὸ ποιητέον, οὐ μὴν θεόθεν διδαχθεὶς ὡς Ἀντίνοος φθάσας ἐπέσκωψεν. ἐν τούτῳ δὲ, καὶ διδακτὴν εἶναι δηλοῖ τὴν φρόνησιν, ὃ δὴ καὶ τῶν λοιπῶν ἀρετῶν ἐστὶν ἴδιον. (Vers. 312.) Τὸ δὲ κείρειν, συνήθης λέξις τῷ ποιητῇ ὡς προδεδήλωται, ὅπερ σημαίνει τὸ εἰς κόρον δαπανᾶν. Τὸ δὲ πολλὰ καὶ ἐσθλὰ, ἐπίτασις τοῦ κακοῦ. ἦν γὰρ ἂν φορητὸν εἰ πολλὰ μὲν ἔκειρον οὐκ ἐσθλὰ δέ. ἢ ἐσθλὰ μὲν, οὐ πολλὰ δέ. νῦν δὲ καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν ἐπηύξηται. (Vers. 313.) Κτήματα δὲ καὶ νῦν λέγει, οὐ μόνον τὰ ἐν οἴκῳ ἅπερ οἱ μεθ' Ὅμηρον καὶ χρήματα παρὰ τὴν χρῆσιν καλοῦσιν, ἀλλὰ τὸν ἅπαντα βίοτον, τὸν ὡς ποιητὴς ἔφη, πολύν. (Vers. 314.) Εἰς δὲ τὸ, μέγας εἰμὶ, ἀφελῶς ἅμα καὶ ἐμφαντικῶς ῥηθὲν, χρήσιμον ἐτυμολογῆσαι τὸ μέγας. ὃ σύγκειται ὥσπερ τὸ μάκαρ ἐκ τοῦ μη στερητικοῦ καὶ τοῦ κὴρ ἡ θανατηφόρος μοῖρα ὁ μὴ κηρὶ ὑποκείμενος, οὕτω καὶ αὐτὸ ἐκ τοῦ τοιούτου μη καὶ τοῦ γῆ. ἵνα ᾖ μέγας, ὁ μὴ πρὸς γῇ ὢν ἀλλ' ὑπεραναβὰς τὴν γῆν. οὐκοῦν λέγει ὁ Τηλέμαχος, οὐκέτι ταπεινὸς εἶναι καὶ ὡς οἷον πρόσγειος καὶ πεδινὸς, ἀλλ' ὑπέργειος καὶ ὑψηλὸς, καὶ αὐτὸ δὴ τοῦτο, μέγας. ἡλικίας τε μεγέθει καὶ ἀξίας ποιότητι ὡς βασιλέως υἱὸς, καὶ διατοῦτο μὴ προσήκων ἀτιμίαις. Ἰστέον δὲ ὅτι ὁ μέγας οἷα συγκοπεὶς ἐκ τοῦ, ὁ μεγάλος, οὗ κλητικὴ μὲν ἑνικὴ παρ' Αἰσχύλῳ ἐν τῷ, ὦ μεγάλε Ζεῦ, αἱ δὲ λοιπαὶ πλάγιοι πάγχρηστοι, ἄκλιτος μένει διόλου. καθὰ καὶ ὁ Μέγας τὸ κύριον. ἐξ οὑ πατρωνυμικὸν, ὁ Μεγάδης. τοιούτῳ δὲ λόγῳ κατά τινας, οὐδὲ ὁ μάρτυς διαβαίνει εἰς κλίσιν, ἐπειδὴ συντέτμηται ἐκ τοῦ μάρτυρος. Ἡρῳδιανὸς δὲ, καθάπαξ ἡμαρτῆσθαι τὸ μέγας περὶ τὴν εὐθεῖαν γράφει καὶ διατοῦτο μηδὲ σχεῖν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. ἑτεροκλίτως δηλαδή. ἡμάρτηται δὲ κατ' ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ἄλφα, ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ ἀρκάς. φυγάς. ἢ βαρυνόμενον, ἐκτείνειν τὸ ἄλφα. ὧν οὐθέτερον ἔχει. (Vers. 315.) Τὸ δὲ ἀέξεται θυμὸς, οἱ μὲν, ἐπὶ ὀργῆς ἐνόησαν. ἵνα λέγῃ ὡς ἔμαθον ἤδη θυμοῦσθαι, καὶ μὴ διὰ τέλους ἀόργητος εἶναι. αὐξηθέντος τοῦ δυνάμει εἰς τὸ κατ' ἐνέργειαν. ἕτεροι δὲ, ἐπὶ ψυχῆς τὸν θυμὸν ἐκλαμβάνονται, χρώμενοι συνηγόρῳ τῷ Γαληνῷ, εἰπόντι ἐν τοῖς εἰς Τίμαιον, ὅτι αὐξανομένῳ τῷ σώματι, συναυξάνονται καὶ τῆς λογικῆς ψυχῆς αἱ δυνάμεις. λέγει δὲ καὶ Ἡρόδοτος ὅτι αὐξομένῳ τῷ σώματι, συναυξάνονται καὶ αἱ φρένες. γηράσκοντι δὲ, συγγηράσκουσιν, ὁ δέ γε πάραρος Σαρδανάπαλος παρανοήσας τὸν ἐνταῦθα Ὁμηρικὸν θυμὸν ἤγουν χόλον, ἔφη, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι καὶ ἑξῆς ὡς παρὰ τῷ δειπνοσοφιστῇ κεῖται. θυμὸν ἀέξειν ἐκεῖνος νοήσας, οὐ τὸ χολοῦσθαι ἐφ' οἷς χρεὼν, ἀλλὰ τὸ τὴν ψυχὴν τελειοῦσθαι εἰς τὸ τὰ σπουδαῖα ἐνεργεῖν, καὶ τὸ πρὸς ἐπιθυμίαν ζῆν. παραφέρει δὲ ὁ αὐτὸς σοφιστὴς καὶ ἑτέρους ὅμοια τῷ Σαρδανα-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
